Humanitext Reader

亚里士多德 · 论植物 §2.4.1-2.4.12

水面及多种环境下植物的生成与特性

第 20 段,共 27 段 · 希腊语

内容简介

本章从热、空气和水分的关系解释了水面上以及陆地、寒冷地带、肥沃水域、硫磺带等各种地方所产生植物的生成原因,并论述了它们各自特征的成因。

§2.4.1Τὰ δὲ φυτὰ ἃ ἐν τῇ ἐπιφανείᾳ τοῦ ὕδατος γεννῶνται, οὐκ ἄλλως γεννῶνται εἰ μὴ διὰ τὸ πάχος τοῦ ὕδατος.
而在水面上产生的植物,除非是通过水的浓密,否则便不会产生。
Ὄταν γὰρ θερμότης ἅψηται τοῦ ὕδατος, ἥτις ἄνω που οὐκ ἔχει πῶς ἂν κινηθείη, τότε προέρχεται ἐπ’ αὐτὴν παρόμοιόν τι νεφέλῃ, ὀλίγον τε τοῦ ἀέρος κατέχει, καὶ σήπεται τὸ τοιοῦτον ὑγρόν, ἐφέλκεταί τε αὐτὸ ἡ θερμότης, ἥτις ἐκτείνεται εἰς τὴν ὄψιν τοῦ ὕδατος, καὶ γίνεται ἐντεῦθεν φυτόν.
因为当热量接触到水时,这热量在上方任何地方都无法移动,那时便有某种类似于云的东西上升到其上,并包含着少许空气,此类水分发生腐败,而延伸到水面的热量吸引了它,由此便产生了植物。
§2.4.2Οὐκ ἔχει δὲ ῥίζαν, ὅτι ἡ ῥίζα ἐν τοῖς μέρεσιν ἑδράζεται τῆς γῆς, ἔχουσα μέρη διῃρημένα.
它没有根,因为根固定在大地的各部分中,具有分裂的部分。
Οὐκ ἔχει δὲ πάλιν οὐδὲ φύλλα, ὅτι μακράν ἐστιν ἀπὸ τῆς εὐκρασίας, καὶ οὐδὲ τὰ μέρη αὐτοῦ εἰσὶ συμπεπηγότα.
它又没有叶,因为它远离适度调和,且它的各部分也没有凝结。
Τοῦτο δὲ τὸ φυτὸν οἷον εἰς ὁμοιότητα φύλλων γεννᾶται, καὶ καλεῖται ἐπίπτερον.
但这种植物可以说是作为类似叶的东西而产生的,被称为“浮羽植物”。
§2.4.3Τῶν δὲ λοιπῶν φυτῶν τῶν ἐν τῇ γῇ, ἐπεὶ τὰ τῆς γῆς μέρη εἰσὶ συμπεπηγότα, καὶ τὰ μέρη ἐξ ἀνάγκης τούτων εἰσὶ τοιαῦτα.
至于大地上其余的植物,由于大地的各部分是凝结的,这些植物的各部分也必然是如此。
Τὰ γοῦν φυτὰ τὰ ἐκ τῆς γῆς συμπεπηγότα γίνονται ἐκ σήψεων ἐν τόπῳ ὑγρῷ καὶ καπνώδει.
总之,来自大地的凝结植物是由于在潮湿且多烟的地方发生的腐败而产生的。
§2.4.4Αἱ γὰρ σήψεις κατέχουσιν ἀέρα· καὶ ὅταν πληθύνωνται οἱ ὑετοὶ καὶ οἱ ἄνεμοι, ὁ ἥλιος φαίνεσθαι ποιεῖ αὐτάς, κατεπείγει τε ξηραίνεσθαι καὶ συμπήγνυσθαι, καὶ ἡ ξηρότης τῆς γῆς τὰς ῥίζας αὐτῶν ποιεῖ· καὶ γίνονται ἐντεῦθεν φυτὰ καὶ μύκητες καὶ ὕδνα καὶ τὰ ὅμοια.
因为腐败包含着空气;当雨水和风增多时,太阳使它们显现,并促使它们干燥和凝结,而大地的干燥形成了它们的根;由此产生了植物、蕈类、松露及类似之物。
§2.4.5Πάντα δὲ ταῦτα γίνονται ἐν τόποις θερμοῖς κατὰ λόγον, διὸ ἡ θερμότης πέττει τὸ ὕδωρ ἐν τοῖς ἐνδοτέροις τῆς γῆς, κατέχει τε ταύτην ὁ ἥλιος, καὶ γίνεται ἀναθυμίασις, καὶ ἐντεῦθεν συμβαίνει ἡ ἀλλοίωσις εἰς φυτόν.
所有这些都理所当然地产生在温暖的地方,因此热量在大地内部熟化水分,太阳保持着热量,从而产生蒸腾,由此发生了向植物的转化。
Ὁμοίως καὶ ἐν πᾶσι τόποις ὡς ἐπὶ τὸ πλεῖστον θερμοῖς πληροῦται ἡ τοῦ φυτοῦ ἀπάρτισις.
同样,在绝大多数温暖的地方,植物的完成得以实现。
§2.4.6Οἱ δὲ τόποι οἱ ψυχροί, εἰ καὶ οὖτοι τὸ ὅμοιον ποιοῦσί ποτε, πλὴν ἐκ τοῦ ἐναντίου.
至于寒冷的地方,即使它们有时也产生同样的效果,但却是从相反的方向。
Ὁ γὰρ ψυχρὸς ἀὴρ τὸν θερμὸν συμπιέζει κάτω, συμπήγνυσί τε τὰ μέρη αὐτοῦ, καὶ ὁ τόπος ἕψησιν πάσχει μετὰ τῆς προσούσης ὑγρότητος αὐτῷ· τοῦ γοῦν περισσοῦ ὑγροῦ ξηρανθέντος σχίζεται ὁ τόπος, καὶ ἐξέρχονται ἐξ αύτοῦ φυτά.
因为寒冷的空气将温暖的空气向下压缩,使其各部分凝结,该处便伴随着其间存在的湿气经历一种煮沸;总之,当多余的水分被干燥时,该处便开裂,植物便从中长出。
§2.4.7Ἐν τόποις δὲ γλυκεροῖς, ἐν οἶς τὸ ὕδωρ μὴ ἐπὶ πολὺ συμβαίνει χωρίζεσθαι, ὁπόταν ὁ ἀὴρ τῇ γῇ ἐγκλειόμενος ξηρανθῇ, ἡ ὑγρότης τε τοῦ ὕδατος συμπαγῇ, καὶ ὁ αὐτὸς ἀὴρ μείνῃ ἐν τοῖς ἐνδοτέρω τοῦ ὕδατος, ἐξέρχονται φυτά, ὡς τὸ νοῦφαρ τὸ ἰατρικὸν, καὶ εἴδη βοτανῶν ἄλλα πολλῶν καὶ σμικρῶν, ἃ δὴ τοιουτοτρόπως γεννῶνται.
在肥沃的地方,其中水分在很长一段时间内不致流失,每当被大地封闭的空气干燥、水分凝结、且同样的空气留在水的内部时,便会长出植物,如药用水莲以及许多其他如此产生的细小草类。
§2.4.8Πλὴν οὐκ εἰσὶν ἐκτεταμένα, διότι αἱ ῥίζαι αὐτῶν εἰσὶν ἐπιπολαίως ἐν τῇ γῇ.
只是它们没有深展,因为它们的根浅浅地分布在大地中。
Ἐν τόποις ὡσαύτως ἐν οἶς ὕδωρ θερμὸν τρέχει, πολλάκις φυτὰ γεννῶνται, διότι ἡ θερμότης τοῦ ὕδατος ἐφέλκεται ἀναθυμιάσεις προσφάτους ἐπὶ τῆς γῆς, ἡ δὲ ψυχρὰ φύσις τῆς ὑγρότητος τοῦ ὕδατος ὑποκάτω ἀπομένει, §2.4.9καὶ συμπήγνυται ὁ ἀὴρ ὁ ἐν τούτῳ τῷ ὑγρῷ.
同样,在有温水流淌的地方,也经常产生植物,因为水的温热将大地上新鲜的蒸腾吸引过来,而水之水分的寒冷本性则留在下方,并且这种水分中的空气得以凝结。
Καὶ ὅταν πεφθῇ ἡ θερμότης τοῦ ἀέρος, πάλιν ἐν τούτῳ γεννᾶται τὸ φυτόν, οὐκ ἄλλως εἰ μὴ ἐν καιρῷ πολλῷ,
当空气的热量熟化时,植物再次在其中产生,除非经过很长的时间,否则不会产生。
§2.4.10Αἱ βοτάναι δὲ αἱ μικραί, αἱ φαινόμεναι ἐν τόποις θεαφώδεσι, γίνονται ὅταν ἄνεμοι ὀξέως πνέωσιν ἀντίπνοιάν τε ποιῶσι καὶ ἀντιπλήττωσιν ἀλλήλους, καὶ ἐξεγερθῇ ἀὴρ ὁ ἐν αὐτοῖς καὶ θερμανθῇ ὁ τόπος καὶ γένηται ἐντεῦθεν πῦρ, καὶ μετὰ ταῦτα γεννηθῇ ὅπερ ἐστὶν ἐν τῷ βάθει ἀρσενίκιον, ὃ καταβαίνει ἐκ τῆς ἰλύος τοῦ ἀέρος, καὶ ἐφέλκεται πῦρ μετὰ σήψεως (τοῦτο γὰρ τὸ ἀρσενίκιον)· τότε γὰρ γίνεται ἐκ τούτου φυτά.
而在多硫磺的地方出现的细小草类,是在风剧烈吹拂、形成逆风并相互碰撞,其中的空气被唤起,该处变热并由此产生火,随后产生深处的雌黄,这雌黄是从空气的沉渣中降下并伴随腐败吸引火的(因为这就是雌黄);因为那时植物便由此产生。
§2.4.11Οὐ πολλὰ δὲ ταῦτα προβάλλεται φύλλα, καθὼς προαπεδείξαμεν, ὅτι ἡ εὐκρασία ἐκ τούτων πόρρω ἐστίν.
但正如我们先前证明的,这些并不长出很多叶子,因为适度调和远离它们。
Ὄπερ δὲ φέρει τρόφιμόν τι φυτόν, ἐκεῖνο φύεται ἐν τόποις θερμοῖς καὶ κούφοις καὶ ὑψηλοῖς, καὶ μᾶλλον ἐν τῷ κλίματι τῷ τρίτῳ καὶ τῷ τετάρτῳ· καὶ πάλιν ὃ δένδρον ποιεῖ τι ἐγγὺς τροφίμου, ἐκεῖνο γεννᾶται ἐν τόποις ὑψηλοῖς καὶ ψυχροῖς.
而任何结出滋养之物的植物,都生长在温暖、轻盈且高耸的地方,尤其是在第三和第四气候带;反之,任何产生接近滋养之物的树木,都产生在高而冷的地方。
§2.4.12Καὶ διὰ τοῦτο πληθύνονται τὰ εἴδη ἐν τόποις τοιούτοις, διὰ τὴν ἐφέλκυσιν τοῦ ὑγροῦ καὶ τὴν εὐκρασίαν τὴν ἐκ τῆς θερμότητος τοῦ ἡλίου ἐν ἡμέραις χειμεριναῖς.
因此,由于水分的吸引以及冬日太阳热量所带来的适度调和,此类地方的物种便增多了。
Ὁμοίως καὶ ὁ πηλὸς ὁ ἔμφυτος ὀξέως προάγει φυτὰ πίονα· ἡ συμπίλησις γὰρ τῆς ὑγρότητος τούτου ἐν τόποις γλυκεροῖς γίνεται, ὡς προειρήκαμεν.
同样,生来具有的粘土也会迅速孕育出肥沃的植物;因为正如我们先前所说,这种水分的压缩是在肥沃的地方发生的。

词汇与语法注释

  1. 825bἥτις ἄνω που οὐκ ἔχει πῶς ἂν κινηθείη — 关系代词 ἥτις 的先行词是 θερμότης。此处使用了带有 ἄν 的潜在祈愿语气(πῶς ἂν κινηθείη)来表达间接疑问,暗示热量没有向上移动的途径,以此表明热量在物理上被封锁的状态。
  2. 2.4.3Τῶν δὲ λοιπῶν φυτῶν τῶν ἐν τῇ γῇ — 置于句首的属格。它并不直接修饰主句的主语或补足语,而是作为“关涉属格”或“悬空属格”起作用,起到引入话题的作用,意为“至于大地上其余的植物”。
  3. 2.4.6ἕψησιν πάσχει — 直译为“遭受煮沸(加热烹调)”。这指的是亚里士多德自然哲学中“热对物质的熟化(pepsis)”的一种,意指由于冷气的压力使温气被封闭在内部而发生的物理或化学变化。
  4. 2.4.10ὅπερ ἐστὶν ἐν τῷ βάθει ἀρσενίκιον — 关系代词 ὅπερ 预先指代前文所述的整个火的产生过程,或是空气受热后在地下产生的化学生成物。ἀρσενίκιον(雌黄)在语法上是主句的主语,是在漫长的条件从句之后呈现的核心名词。
  5. 2.4.11ἐν τῷ κλίματι τῷ τρίτῳ καὶ τῷ τετάρτῳ — 古代地理学中的“气候带(klima,纬度带)”概念。这是基于地表自赤道起的倾斜度(klima)划分的气候带。第三和第四气候带通常是指地中海周边较为温暖的地区(如希腊、小亚细亚等)。

引用这一段

亚里士多德, 论植物 §2.4.1-2.4.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:2.4.1-2.4.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。