§2.2.10Τὴν δὲ ἐπιφάνειαν αὐτοῦ οὐχ ὑπερβαίνει τὸ ὕδωρ·
水はそれ(空気)の表面を超えない。
ἡ γὰρ ὅλη ἐπιφάνεια αὐτοῦ μία ἐστὶ μετὰ τῆς τοῦ ἀέρος.
なぜなら、水全体の表面は空気の表面と一体だからである。
Καὶ διὰ τοῦτο ἄνεισι καὶ τὸ ἔλαιον ὑπεράνω τοῦ ὕδατος.
そしてこのために、油もまた水の上に上昇する。
Εἰσὶ δὲ καί τινες λίθοι οἳ τοῦ ὕδατος ὑπερνήχονται, διὰ τὸ κενὸν μόνον τὸ ἐν τούτοις μεῖζον ὂν τῶν ἐν αὐτοῖς μερῶν, καὶ διὰ τὸ τὸν τόπον τοῦ ἀέρος μείζονα εἶναι τοῦ τόπου τοῦ σώματος τῆς γῆς.
また、水の上に浮くある種の石もあるが、それはただこれら(石)の中にある空隙が、それ自体の部分よりも大きいからであり、また空気の場所が土の身体の場所よりも大きいからである。
§2.2.11Φύσις γάρ ἐστι τοῦ ὕδατος ὑπεράνω βαίνειν τῆς γῆς, τοῦ δὲ ἀέρος τὸ ὑπεράνω βαίνειν τοῦ ὕδατος, Ἡ τοῦ ἀέρος τοίνυν φύσις τοῦ ἐγκλειομένου τῷ λίθῳ ἀναβαίνει ἐπάνω τοῦ ὕδατος, καὶ τῷ ὅλῳ ἀέρι συνάπτεται·
なぜなら、土の上に上がることが水の性質であり、水の上に上がることが空気の(性質)だからである。 したがって、石に閉じ込められている空気の性質は、水の上に上昇し、全体の空気と結合する。
καὶ γὰρ ἕκαστον τὸ οἰκεῖον ὅμοιον ἐφέλκεται, καὶ συνακολουθεῖ ἡ φύσις τοῦ μέρους τῷ ὅλῳ ιὧ συζεύγνυται.
なぜなら、それぞれは自らに固有の似たものを引き寄せ、部分の性質は、それが結びついている全体に従うからである。
§2.2.12Εἰ τοίνυν ἔσται τις ῥαχία κούφη, τὸ μὲν ἥμισυ αὐτῆς καταδύσεται ἐν ὕδατι, τὸ δὲ λοιπὸν ὑπερνήξεται, ὅτι μείζων ἐν αὐτῷ ὁ ἀὴρ τοῦ λοιποῦ σώματος τοῦ λίθου.
したがって、もし何か軽い軽石があるなら、その半分は水に沈み、残りは浮くだろう。 なぜなら、その中にある空気は、その石の残りの身体よりも大きいからである。
Διὰ τοῦτο πάντα τὰ δένδρα βαρύτερά εἰσι τῶν τοιούτων λίθων.
このために、すべての樹木は、そのような石よりも重いのである。
Οἱ ἐν τοῖς ὕδασι δὲ λίθοι γίνονται ἐκ τῆς συγκρούσεως τῶν ὑδάτων τῆς ἰσχυρᾶς.
水の中の石は、水の強い衝突から生じる。
§2.2.13Γίνεται γὰρ πρῶτον ἀφρός, εἶτα συμπήγνυται οὕτως οἷόν τι γάλα λιπαρόν·
なぜなら、最初に泡が生じ、それから、ある種の脂肪分の多い牛乳のように凝固するからである。
καὶ ὅτε τὸ ὕδωρ τῇ ψάμμῳ προστρίβεται, συναθροίζει ἡ ψάμμος τὴν λιπότητά πως τοῦ ἀφροῦ, ξηραίνει τε αὐτὴν ἡ ξηρότης τῆς θαλάσσης μετά περιττῆς τῆς ἁλυκότητος·
そして水が砂にこすりつけられるとき、砂は泡の油分をいくらか集め、海の乾燥が過剰な塩気とともにそれを乾燥させる。
καὶ οὕτω συνάγονται τὰ μέρη τῆς ψάμμου, καὶ τῷ ἐπιμήκει τοῦ χρόνου γίνονται λίθοι.
このようにして砂の部分が集まり、長い時間の経過とともに石になるのである。
§2.2.14Ἡ δήλωσις δὲ ὅτι ἡ θάλασσα ποιεῖ καθ’ ἑαυτὴν ψάμμον, οὕτως ἐστίν, ὅτι πᾶσα γῆ οὐκ ἔστι γλυκεῖα·
海がそれ自体で砂を作り出すということの証明は、次の通りである。 すなわち、すべての土が甘い(淡水を含んでいる)わけではない。
ὅτε οὖν στῇ ἐν αὐτῇ τι ὕδωρ, κωλύεται ὁ ἀὴρ ἀλλοιῶσαι αὐτό,
それゆえ、何らかの水がその中に留まるとき、空気がそれを変質させることが妨げられる。
§2.2.15Ἔτι δὲ χρονίζοντος τῷ τόπῳ τοῦ ἐμπεριειλημμένου ὕδατος, ἐπεὶ οὐ δύναται τοῦτο παρομοιῶσαι ἑαυτῷ ὁ ἀήρ (κυριεύουσι γὰρ ἐν αὐτῷ τῷ ὕδατι τὰ μέρη τὰ γεώδη, ἅ εἰσιν ἁλυκά), ἀνάγκη ἐπὶ πλέον θερμανθέντα κατὰ βραχὺ καὶ ἄμφω ποιῆσαι πηλὸν ἔμφυτον.
さらに、閉じ込められた水がその場所に長くとどまるにつれて、空気がこれを自分自身に似せることができない(なぜなら、その水の中では、塩分のある土の部分が支配しているからである)ので、さらに加熱されて、少しずつ、両者が本源的な粘土を作り出すことが不可避となる。
§2.2.16Τοῦτο δὲ οὐ δύναται γενέσθαι ἐν ὕδασι γλυκεροῖς διὰ τὴν γλυκύτητα καὶ τὴν λεπτότητα αὐτῶν, ἀλλ’ ἐν τοῖς ἁλμυροῖς, ὅτι κυριεύει ἐν τούτοις ἡ ξηρότης τῆς γῆς, καὶ ἢ μεταβάλλει τὸ ὕδωρ εἰς τὸ εἶδος αὐτῆς, ἢ πλησίον αὐτῆς τοῦτο ποιεῖ, καὶ ἑκάτερον ἀλλοιοῦται.
しかし、このことは淡水においては、その甘さと希薄さのゆえに起こることはできず、塩水において起こる。 なぜなら、これらにおいては土の乾燥が支配しており、水を自らの形態へと変化させるか、あるいは水を自らに近いものにし、両者が変質するからである。
§2.2.17Σκληρύνουσα δὲ ἡ σκληρότης τῆς γῆς κατὰ τὴν δύναμιν τῆς συμπήξεως αὐτῆς τὴν ὑπόστασιν τοῦ ὕδατος, διαιρεῖ τὸν πηλὸν εἰς ἴδια μέρη σμικρά·
そして、土の硬さが、その凝固の力に従って水の沈殿物を硬くしながら、粘土をそれ自体の小さな部分へと分割する。
καὶ διὰ τοῦτο γίνεται ἡ γῆ ἡ τῇ θαλάσσῃ πλησιάζουσα ψαμμώδης.
そしてこのために、海に隣接する土地は砂地となるのである。
Οὕτως καὶ αἱ πεδιάδες, αἵτινες οὐκ ἔχουσιν ὅπερ ἂν περικαλύψῃ αὐτὰς ἀπό τοῦ ἡλίου, εἰσί τε καὶ μεμακρυσμέναι ἀπὸ ὕδατος γλυκεροῦ.
太陽からそれらを覆い隠すものを持たず、かつ淡水から遠く離れている平原も同様である。
§2.2.18Ξηραίνει γὰρ ὁ ἥλιος τὰ μέρη τῆς ὑγρότητος τῆς γλυκείας, ἀπομένει δὲ ὅ ἐστιν ἐκ τοῦ γένους τῆς γῆς.
なぜなら、太陽が甘い(淡水の)湿気の部分を乾燥させ、土の類に属するものが残るからである。
Καὶ διότι ἐνδιατρίβει ὁ ἥλιος ἐν τούτῳ τῷ τόπῳ τῷ ἀπερικαλύπτῳ, διαχωρίζονται τὰ μέρη τοῦ πηλοῦ, καὶ γίνεται ἐντεῦθεν ψάμμος.
そして、太陽がこの覆いのない場所にとどまり続けるので、粘土の部分が分離し、そこから砂が生じる。
Τούτου δὲ σημεῖόν ἐστιν, ὅτι ἐν τοιούτῳ τόπῳ βαθὺ κοιλαίνομεν καὶ εὑρίσκομεν πηλὸν ἔμφυτον, καὶ ἔστιν οὗτος ῥίζα ψάμμου.
このことの兆候は、そのような場所で私たちが深く掘ると、本源的な泥を見出すことであり、これが砂の根なのである。