§2.2.10Τὴν δὲ ἐπιφάνειαν αὐτοῦ οὐχ ὑπερβαίνει τὸ ὕδωρ· ἡ γὰρ ὅλη ἐπιφάνεια αὐτοῦ μία ἐστὶ μετὰ τῆς τοῦ ἀέρος.
水并不会越过它的表面;因为水的整个表面与空气的整个表面融为一体。
Καὶ διὰ τοῦτο ἄνεισι καὶ τὸ ἔλαιον ὑπεράνω τοῦ ὕδατος.
正因如此,油也升到水面之上。
Εἰσὶ δὲ καί τινες λίθοι οἳ τοῦ ὕδατος ὑπερνήχονται, διὰ τὸ κενὸν μόνον τὸ ἐν τούτοις μεῖζον ὂν τῶν ἐν αὐτοῖς μερῶν, καὶ διὰ τὸ τὸν τόπον τοῦ ἀέρος μείζονα εἶναι τοῦ τόπου τοῦ σώματος τῆς γῆς.
也有某些石块会漂浮在水面上,这仅仅是因为它们之中的空隙大于它们内部的部分,并且因为空气所占的空间大于土之身体所占的空间。
§2.2.11Φύσις γάρ ἐστι τοῦ ὕδατος ὑπεράνω βαίνειν τῆς γῆς, τοῦ δὲ ἀέρος τὸ ὑπεράνω βαίνειν τοῦ ὕδατος, Ἡ τοῦ ἀέρος τοίνυν φύσις τοῦ ἐγκλειομένου τῷ λίθῳ ἀναβαίνει ἐπάνω τοῦ ὕδατος, καὶ τῷ ὅλῳ ἀέρι συνάπτεται· καὶ γὰρ ἕκαστον τὸ οἰκεῖον ὅμοιον ἐφέλκεται, καὶ συνακολουθεῖ ἡ φύσις τοῦ μέρους τῷ ὅλῳ ιὧ συζεύγνυται.
因为水的本性是走到土之上,而空气的本性是走到水之上。 因此,被封闭在石头中的空气其本性会上升到水面之上,并与整体的空气结合;因为每一事物都会吸引其自身特有的同类,而部分的本性则追随与其相结合的整体。
§2.2.12Εἰ τοίνυν ἔσται τις ῥαχία κούφη, τὸ μὲν ἥμισυ αὐτῆς καταδύσεται ἐν ὕδατι, τὸ δὲ λοιπὸν ὑπερνήξεται, ὅτι μείζων ἐν αὐτῷ ὁ ἀὴρ τοῦ λοιποῦ σώματος τοῦ λίθου.
因此,如果有一种轻石,它的一半会沉入水中,而其余部分则会漂浮,因为其中的空气大于该石块的其余身体。
Διὰ τοῦτο πάντα τὰ δένδρα βαρύτερά εἰσι τῶν τοιούτων λίθων.
由于这个原因,所有的树木都比这种石头要重。
Οἱ ἐν τοῖς ὕδασι δὲ λίθοι γίνονται ἐκ τῆς συγκρούσεως τῶν ὑδάτων τῆς ἰσχυρᾶς.
而水中的石头是由水的剧烈撞击产生的。
§2.2.13Γίνεται γὰρ πρῶτον ἀφρός, εἶτα συμπήγνυται οὕτως οἷόν τι γάλα λιπαρόν· καὶ ὅτε τὸ ὕδωρ τῇ ψάμμῳ προστρίβεται, συναθροίζει ἡ ψάμμος τὴν λιπότητά πως τοῦ ἀφροῦ, ξηραίνει τε αὐτὴν ἡ ξηρότης τῆς θαλάσσης μετά περιττῆς τῆς ἁλυκότητος· καὶ οὕτω συνάγονται τὰ μέρη τῆς ψάμμου, καὶ τῷ ἐπιμήκει τοῦ χρόνου γίνονται λίθοι.
因为首先产生泡沫,然后像某种富含脂肪的乳汁一样凝结;当水与沙子摩擦时,沙子以某种方式聚集了泡沫的油脂,海水的干燥伴随着过度的咸味将其晒干;这样沙子的部分就聚集在一起,随着时间的推移,它们变成了石头。
§2.2.14Ἡ δήλωσις δὲ ὅτι ἡ θάλασσα ποιεῖ καθ’ ἑαυτὴν ψάμμον, οὕτως ἐστίν, ὅτι πᾶσα γῆ οὐκ ἔστι γλυκεῖα· ὅτε οὖν στῇ ἐν αὐτῇ τι ὕδωρ, κωλύεται ὁ ἀὴρ ἀλλοιῶσαι αὐτό,
证明海洋自身产生沙子的证据如下:并非所有的土地都是甜的(含淡水的);因此,当有些水停留在其中时,空气就被阻止去改变它。
§2.2.15Ἔτι δὲ χρονίζοντος τῷ τόπῳ τοῦ ἐμπεριειλημμένου ὕδατος, ἐπεὶ οὐ δύναται τοῦτο παρομοιῶσαι ἑαυτῷ ὁ ἀήρ (κυριεύουσι γὰρ ἐν αὐτῷ τῷ ὕδατι τὰ μέρη τὰ γεώδη, ἅ εἰσιν ἁλυκά), ἀνάγκη ἐπὶ πλέον θερμανθέντα κατὰ βραχὺ καὶ ἄμφω ποιῆσαι πηλὸν ἔμφυτον.
此外,随着被包围的水在那个地方停留日久,既然空气无法使这水同化于自身(因为在水自身中,属于土的、带咸味的部分占了主导),那么在进一步受热后,两部分逐渐共同形成本源性的粘土,便是不可避免的。
§2.2.16Τοῦτο δὲ οὐ δύναται γενέσθαι ἐν ὕδασι γλυκεροῖς διὰ τὴν γλυκύτητα καὶ τὴν λεπτότητα αὐτῶν, ἀλλ’ ἐν τοῖς ἁλμυροῖς, ὅτι κυριεύει ἐν τούτοις ἡ ξηρότης τῆς γῆς, καὶ ἢ μεταβάλλει τὸ ὕδωρ εἰς τὸ εἶδος αὐτῆς, ἢ πλησίον αὐτῆς τοῦτο ποιεῖ, καὶ ἑκάτερον ἀλλοιοῦται.
但这种情况在淡水中由于其甜味和稀薄而无法发生,只能在咸水中发生,因为在咸水中,土的干燥占主导地位,要么将水改变为它自身的形态,要么使其接近它,而两者都发生了质变。
§2.2.17Σκληρύνουσα δὲ ἡ σκληρότης τῆς γῆς κατὰ τὴν δύναμιν τῆς συμπήξεως αὐτῆς τὴν ὑπόστασιν τοῦ ὕδατος, διαιρεῖ τὸν πηλὸν εἰς ἴδια μέρη σμικρά· καὶ διὰ τοῦτο γίνεται ἡ γῆ ἡ τῇ θαλάσσῃ πλησιάζουσα ψαμμώδης.
而土的坚硬,根据其凝固的力量硬化水的沉淀物,将泥土分割成细小的各个部分;正因如此,靠近海洋的土地变成了沙地。
Οὕτως καὶ αἱ πεδιάδες, αἵτινες οὐκ ἔχουσιν ὅπερ ἂν περικαλύψῃ αὐτὰς ἀπό τοῦ ἡλίου, εἰσί τε καὶ μεμακρυσμέναι ἀπὸ ὕδατος γλυκεροῦ.
同样,那些没有东西遮挡阳光、且远离淡水的平原也是如此。
§2.2.18Ξηραίνει γὰρ ὁ ἥλιος τὰ μέρη τῆς ὑγρότητος τῆς γλυκείας, ἀπομένει δὲ ὅ ἐστιν ἐκ τοῦ γένους τῆς γῆς.
因为太阳晒干了甜(淡)水湿气的部分,而属于土之种类者则残留下来。
Καὶ διότι ἐνδιατρίβει ὁ ἥλιος ἐν τούτῳ τῷ τόπῳ τῷ ἀπερικαλύπτῳ, διαχωρίζονται τὰ μέρη τοῦ πηλοῦ, καὶ γίνεται ἐντεῦθεν ψάμμος.
又因为太阳一直照在这片没有遮盖的地方,泥土的部分被分离开来,由此形成了沙子。
Τούτου δὲ σημεῖόν ἐστιν, ὅτι ἐν τοιούτῳ τόπῳ βαθὺ κοιλαίνομεν καὶ εὑρίσκομεν πηλὸν ἔμφυτον, καὶ ἔστιν οὗτος ῥίζα ψάμμου.
这方面的一个证据是,在这样的地方,我们往深处挖掘,会发现本源性的粘土,而这就是沙子的根源。