§1.8.1μέγιστον δὲ καὶ κυριώτατον ἁπάντων πρὸς τὸ δύνασθαι πείθειν καὶ καλῶς συμβουλεύειν τὸ τὰς πολιτείας ἁπάσας λαβεῖν καὶ τὰ ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα διελεῖν.
しかし、説得し、良く助言することができるようになるために、すべての中で最も大きく、最も決定的なことは、すべての国制を把握し、それぞれの性格、慣行、有益なことを区別することである。
§1.8.2πείθονται γὰρ ἅπαντες τῷ συμφέροντι, συμφέρει δὲ τὸ σῶζον τὴν πολιτείαν.
なぜなら、すべての人は利益に説得されるからであり、そして、国制を維持するものが利益になる。
ἔτι δὲ κυρία μέν ἐστιν ἡ τοῦ κυρίου ἀπόφανσις, τὰ δὲ κύρια διῄρηται κατὰ τὰς πολιτείας·
さらに、主権者の決定が主権を持つが、主権的なものは国制に応じて区分されている。
ὅσαι γὰρ αἱ πολιτεῖαι, τοσαῦτα καὶ τὰ κύριά ἐστιν.
なぜなら、国制の数だけ、主権的なものも存在するからである。
§1.8.3εἰσὶν δὲ πολιτεῖαι τέτταρες, δημοκρατία, ὀλιγαρχία, ἀριστοκρατία, μοναρχία, ὥστε τὸ μὲν κύριον καὶ τὸ κρῖνον τούτων τι ἂν εἴη μόριον ἢ ὅλον τούτων.
国制には四つある。 民主制、寡頭制、貴族制、君主制。 したがって、主権を握り判断を下すものは、これらの一部分、あるいはこれら全体であるだろう。
§1.8.4ἔστιν δὲ δημοκρατία μὲν πολιτεία ἐν ᾗ κλήρῳ διανέμονται τὰς ἀρχάς, ὀλιγαρχία δὲ ἐν ᾗ οἱ ἀπὸ τιμημάτων, ἀριστοκρατία δὲ ἐν ᾗ κατὰ τὴν παιδείαν·
民主制とは、抽選によって諸官職を分配する国制であり、寡頭制とは、財産評価額に基づく人々が[支配する]国制であり、貴族制とは、教育に従って[支配する]国制である。
παιδείαν δὲ λέγω τὴν ὑπὸ τοῦ νόμου κειμένην.
そして、私が教育と言うのは、法律によって規定されている教育のことである。
οἱ γὰρ ἐμμεμενηκότες ἐν τοῖς νομίμοις ἐν τῇ ἀριστοκρατίᾳ ἄρχουσιν.
なぜなら、慣行を遵守し続けた人々が貴族制においては支配するからである。
ἀνάγκη δὲ τούτους φαίνεσθαι ἀρίστους, ὅθεν καὶ τοὔνομα εἴληφεν τοῦτο.
そして、これらの人々が最善と見なされることは必然であり、そこからこの名称も得られたのである。
μοναρχία δʼ ἐστὶν κατὰ τοὔνομα ἐν ᾗ εἷς ἁπάντων κύριός ἐστιν·
君主制とは、その名の通り、一人の者がすべての主権者である国制である。
τούτων δὲ ἡ μὲν κατὰ τάξιν τινὰ βασιλεία, ἡ δʼ ἀόριστος τυραννίς.
これらのうち、一定の秩序に従うものが王政であり、制限のないものが僭主政である。
§1.8.5τὸ δὴ τέλος ἑκάστης πολιτείας οὐ δεῖ λανθάνειν·
したがって、各国制の目的を見落としてはならない。
αἱροῦνται γὰρ τὰ πρὸς τὸ τέλος.
なぜなら、人々は目的に資することを選択するからである。
ἔστι δὲ δημοκρατίας μὲν τέλος ἐλευθερία, ὀλιγαρχίας δὲ πλοῦτος, ἀριστοκρατίας δὲ τὰ περὶ παιδείαν καὶ τὰ νόμιμα, τυραννίδος δὲ φυλακή.
そして、民主制の目的は自由であり、寡頭制の目的は富であり、貴族制の目的は教育と法に関わる事柄であり、僭主政の目的は自己の維持である。
δῆλον οὖν ὅτι τὰ πρὸς τὸ τέλος ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα διαιρετέον, εἴπερ αἱροῦνται πρὸς τοῦτο ἐπαναφέροντες.
したがって、人々がこの目的へと関連づけて選択する以上、各国制の目的に資する性格、慣行、利益を区別しなければならないことは明らかである。
§1.8.6ἐπεὶ δὲ οὐ μόνον αἱ πίστεις γίνονται διʼ ἀποδεικτικοῦ λόγου, ἀλλὰ καὶ διʼ ἠθικοῦ (τῷ γὰρ ποιόν τινα φαίνεσθαι τὸν λέγοντα πιστεύομεν, τοῦτο δʼ ἐστὶν ἂν ἀγαθὸς φαίνηται ἢ εὔνους ἢ ἄμφω), δέοι ἂν τὰ ἤθη τῶν πολιτειῶν ἑκάστης ἔχειν ἡμᾶς·
そして、説得は論証的な言論によってのみならず、倫理的な言論によっても生じるのであり(なぜなら、語り手がどのような人物であるかのように見えるかによって、我々は信頼するからであり、これは彼が善い人、あるいは好意的な人、あるいはその両方に見える場合のことである)、我々は各国制の性格を把握しておく必要があるだろう。
τὸ μὲν γὰρ ἑκάστης ἦθος πιθανώτατον ἀνάγκη πρὸς ἑκάστην εἶναι.
なぜなら、それぞれの性格は、それぞれの国制に対して最も説得力を持つことが必然だからである。
ταῦτα δὲ ληφθήσεται διὰ τῶν αὐτῶν·
そして、これらは同じ手段を通じて把握されるであろう。
τὰ μὲν γὰρ ἤθη φανερὰ κατὰ τὴν προαίρεσιν, ἡ δὲ προαίρεσις ἀναφέρεται πρὸς τὸ τέλος.
なぜなら、性格は選択によって明らかになり、選択は目的へと関連づけられているからである。
§1.8.7ὧν μὲν οὖν δεῖ ὀρέγεσθαι προτρέποντας ὡς ἐσομένων ἢ ὄντων, καὶ ἐκ τίνων δεῖ τὰς περὶ τοῦ συμφέροντος πίστεις λαμβάνειν, ἔτι δὲ τῶν περὶ τὰς πολιτείας ἠθῶν καὶ νομίμων διὰ τίνων τε καὶ πῶς εὐπορήσομεν, ἐφʼ ὅσον ἦν τῷ παρόντι καιρῷ σύμμετρον, εἴρηται·
したがって、勧めるにあたって、将来そうなるであろうこと、あるいは現にそうであることとして、どのようなものを目指すべきであるか、また、利益に関する説得材料をどのような源泉から得るべきであるか、さらには、国制に関する性格や慣行について、どのような手段によって、またどのようにして豊富に得るかについては、現在の機会に適当な限度において、すでに語られた。
διηκρίβωται γὰρ ἐν τοῖς Πολιτικοῖς περὶ τούτων.
なぜなら、これらについては『政治学』において詳細に論じられているからである。