§1.1.11ἐπεὶ δὲ φανερόν ἐστιν ὅτι ἡ μὲν ἔντεχνος μέθοδος περὶ τὰς πίστεις ἐστίν, ἡ δὲ πίστις ἀπόδειξίς τις (τότε γὰρ πιστεύομεν μάλιστα ὅταν ἀποδεδεῖχθαι ὑπολάβωμεν), ἔστι δʼ ἀπόδειξις ῥητορικὴ ἐνθύμημα, καὶ ἔστι τοῦτο ὡς εἰπεῖν ἁπλῶς κυριώτατον τῶν πίστεων, τὸ δʼ ἐνθύμημα συλλογισμός τις, περὶ δὲ συλλογισμοῦ ὁμοίως ἅπαντος τῆς διαλεκτικῆς ἐστιν ἰδεῖν, ἢ αὐτῆς ὅλης ἢ μέρους τινός, δῆλον ὅτι ὁ μάλιστα τοῦτο δυνάμενος θεωρεῖν, ἐκ τίνων καὶ πῶς γίνεται συλλογισμός, οὗτος καὶ ἐνθυμηματικὸς ἂν εἴη μάλιστα, προσλαβὼν περὶ ποῖά τέ ἐστι τὸ ἐνθύμημα καὶ τίνας ἔχει διαφορὰς πρὸς τοὺς λογικοὺς συλλογισμούς.
そして、技術的な方法が説得手段に関するものであることは明らかであり、また説得手段はある種の証明であり(というのも、我々は証明されたと想定するときに最も強く信じるからである)、そして弁論術的な証明とは説得推論であり、これが端的に言って説得手段の中で最も決定的なものであり、また説得推論はある種の推論であり、またすべての推論一般について見極めることは、全体としてであれ一部分としてであれ弁証術の役割であるのだから、推論が何からどのようにして生じるかを最もよく観察できる人、その人こそが、説得推論がどのような事柄に関するものであり、論理的な推論に対してどのような違いを持っているかを付加的に把握するなら、最も説得推論の扱いに長けた者となるであろうことは明らかである。
τό τε γὰρ ἀληθὲς καὶ τὸ ὅμοιον τῷ ἀληθεῖ τῆς αὐτῆς ἐστι δυνάμεως ἰδεῖν, ἅμα δὲ καὶ οἱ ἄνθρωποι πρὸς τὸ ἀληθὲς πεφύκασιν ἱκανῶς καὶ τὰ πλείω τυγχάνουσι τῆς ἀληθείας·
なぜなら、真理と真理に類似したものを見極めることは同一の能力に属しており、同時にまた、人間は生まれつき真理を目指すのに十分な資質を備えており、大抵は真理を射当てるからである。
διὸ πρὸς τὰ ἔνδοξα στοχαστικῶς ἔχειν τοῦ ὁμοίως ἔχοντος καὶ πρὸς τὴν ἀλήθειάν ἐστιν.
それゆえ、通説を推測することのできる能力は、真理に対しても同様の態度を持つ者の能力なのである。
ὅτι μὲν οὖν τὰ ἔξω τοῦ πράγματος οἱ ἄλλοι τεχνολογοῦσι, καὶ διότι μᾶλλον ἀπονενεύκασι πρὸς τὸ δικολογεῖν, φανερόν·
したがって、他の人々が事柄の外部にあることを技術化していること、また彼らが法廷の弁論へとなびいてしまっている理由は、明らかである。
§1.1.12χρήσιμος δέ ἐστιν ἡ ῥητορικὴ διά τε τὸ φύσει εἶναι κρείττω τἀληθῆ καὶ τὰ δίκαια τῶν ἐναντίων, ὥστε ἐὰν μὴ κατὰ τὸ προσῆκον αἱ κρίσεις γίγνωνται, ἀνάγκη διʼ αὑτῶν ἡττᾶσθαι, τοῦτο δʼ ἐστὶν ἄξιον ἐπιτιμήσεως, ἔτι δὲ πρὸς ἐνίους οὐδʼ εἰ τὴν ἀκριβεστάτην ἔχοιμεν ἐπιστήμην, ῥᾴδιον ἀπʼ ἐκείνης πεῖσαι λέγοντας·
しかし、弁論術が有用であるのは、真実なことや正しいことが本性上その反対のものよりも強力であるからであり、その結果、もし裁判が適切に行われないならば、当事者たちは自己の責任によって敗北せざるを得ず、これは非難に値することだからである。 さらに、一部の人々に対しては、たとえ我々が最も正確な知識を持っていたとしても、その知識に基づいて語ることで彼らを説得することは容易ではない。
διδασκαλίας γάρ ἐστιν ὁ κατὰ τὴν ἐπιστήμην λόγος, τοῦτο δὲ ἀδύνατον, ἀλλʼ ἀνάγκη διὰ τῶν κοινῶν ποιεῖσθαι τὰς πίστεις καὶ τοὺς λόγους, ὥσπερ καὶ ἐν τοῖς Τοπικοῖς ἐλέγομεν περὶ τῆς πρὸς τοὺς πολλοὺς ἐντεύξεως.
なぜなら、知識に基づく言論とは教授のためのものであるが、この教授は不可能なことであり、むしろ、共通の意見を通じて説得手段や言論を構築する必要があるからである。 それは『トピカ』において、多くの人々との交わりについて我々が述べた通りである。
ἔτι δὲ τἀναντία δεῖ δύνασθαι πείθειν, καθάπερ καὶ ἐν τοῖς συλλογισμοῖς, οὐχ ὅπως ἀμφότερα πράττωμεν (οὐ γὰρ δεῖ τὰ φαῦλα πείθειν), ἀλλʼ ἵνα μὴ λανθάνῃ πῶς ἔχει, καὶ ὅπως ἄλλου χρωμένου τοῖς λόγοις μὴ δικαίως αὐτοὶ λύειν ἔχωμεν.
さらに、その反対の事柄についても説得できるようにしておかなければならない。 それは推論におけるのと同様であり、それは我々が双方を実践するためではなく(というのも、悪しきことを説得すべきではないからである)、事態がどのようになっているかを見逃さないためであり、また、他の誰かが言論を不正に用いたときに、我々自身がそれを論破できるようにするためである。
τῶν μὲν οὖν ἄλλων τεχνῶν οὐδεμία τἀναντία συλλογίζεται, ἡ δὲ διαλεκτικὴ καὶ ἡ ῥητορικὴ μόναι τοῦτο ποιοῦσιν·
さて、他のいかなる技術も反対の事柄を推論することはないが、弁証術と弁論術の二つだけがこれを行う。
ὁμοίως γάρ εἰσιν ἀμφότεραι τῶν ἐναντίων.
なぜなら、双方ともに同様に反対の事柄に関するものだからである。
τὰ μέντοι ὑποκείμενα πράγματα οὐχ ὁμοίως ἔχει, ἀλλʼ ἀεὶ τἀληθῆ καὶ τὰ βελτίω τῇ φύσει εὐσυλλογιστότερα καὶ πιθανώτερα ὡς ἁπλῶς εἰπεῖν.
しかしながら、その前提となる事柄は同様ではなく、むしろ、真実なことや優れたことの方が、本性上常に、端的に言ってより推論しやすく、より説得力がある。
πρὸς δὲ τούτοις ἄτοπον εἰ τῷ σώματι μὲν αἰσχρὸν μὴ δύνασθαι βοηθεῖν ἑαυτῷ, λόγῳ δʼ οὐκ αἰσχρόν·
これらに加えて、身体によって自分自身を助けることができないのは恥ずべきことであるのに、言葉によってそうできないのは恥ずべきことではないとするのは不条理である。
ὃ μᾶλλον ἴδιόν ἐστιν ἀνθρώπου τῆς τοῦ σώματος χρείας.
言葉こそ、身体の効用よりも、さらに人間に固有のものであるのだから。
§1.1.13εἰ δʼ ὅτι μεγάλα βλάψειεν ἂν ὁ χρώμενος ἀδίκως τῇ τοιαύτῃ δυνάμει τῶν λόγων, τοῦτό γε κοινόν ἐστι κατὰ πάντων τῶν ἀγαθῶν πλὴν ἀρετῆς, καὶ μάλιστα κατὰ τῶν χρησιμωτάτων, οἷον ἰσχύος ὑγιείας πλούτου στρατηγίας·
もし、このような言葉の力を不正に用いる者が大きな害悪を及ぼす可能性があるというならば、このことは徳を除くすべての善いもの、特に最も有用なもの、例えば体力、健康、富、将軍の職に共通して当てはまることである。
τούτοις γὰρ ἄν τις ὠφελήσειεν τὰ μέγιστα χρώμενος δικαίως καὶ βλάψειεν ἀδίκως.
なぜなら、これらに対して、正しく用いる者は最大の便益をもたらし、不正に用いる者は最大の害悪を及ぼすであろうからのである。
§1.1.14ὅτι μὲν οὖν οὐκ ἔστιν οὐθενός τινος γένους ἀφωρισμένου ἡ ῥητορική, ἀλλὰ καθάπερ ἡ διαλεκτική, καὶ ὅτι χρήσιμος, φανερόν, καὶ ὅτι οὐ τὸ πεῖσαι ἔργον αὐτῆς, ἀλλὰ τὸ ἰδεῖν τὰ ὑπάρχοντα πιθανὰ περὶ ἕκαστον, καθάπερ καὶ ἐν ταῖς ἄλλαις τέχναις πάσαις (οὐδὲ γὰρ ἰατρικῆς τὸ ὑγιᾶ ποιῆσαι, ἀλλὰ μέχρι οὗ ἐνδέχεται, μέχρι τούτου προαγαγεῖν· ἔστιν γὰρ καὶ τοὺς ἀδυνάτους μεταλαβεῖν ὑγιείας ὅμως θεραπεῦσαι καλῶς)·
したがって、弁論術がいかなる特定の区分された類にも属さず、むしろ弁証術と同様であること、またそれが有用であることは明らかであり、また、説得することがその固有の仕事ではなく、それぞれの事柄について存在している説得力のある要素を見極めることがその仕事であることも明らかである。 これは他のすべての技術においても同様である(というのも、医学の仕事は健康にすることではなく、可能な限りのところまで導くことであり、回復することが不可能な人々に対しても、やはり適切に治療することはできるからである)。
πρὸς δὲ τούτοις ὅτι τῆς αὐτῆς τό τε πιθανὸν καὶ τὸ φαινόμενον ἰδεῖν πιθανόν, ὥσπερ καὶ ἐπὶ τῆς διαλεκτικῆς συλλογισμόν τε καὶ φαινόμενον συλλογισμόν·
これらに加えて、同じ能力が、説得力のあるものと、説得力があるように見えるものとの双方を見極めることも明らかである。 それは、弁証術において推論と疑似的な推論を見極めるのと同様である。
ἡ γὰρ σοφιστικὴ οὐκ ἐν τῇ δυνάμει ἀλλʼ ἐν τῇ προαιρέσει·
なぜなら、ソフィストの術がソフィストの術であるのは能力によるのではなく、志向によるからである。
πλὴν ἐνταῦθα μὲν ἔσται ὁ μὲν κατὰ τὴν ἐπιστήμην ὁ δὲ κατὰ τὴν προαίρεσιν ῥήτωρ, ἐκεῖ δὲ σοφιστὴς μὲν κατὰ τὴν προαίρεσιν, διαλεκτικὸς δὲ οὐ κατὰ τὴν προαίρεσιν ἀλλὰ κατὰ τὴν δύναμιν.
ただし、こちらにおいては、一方は知識に基づく弁論家であり、他方は志向に基づく弁論家であるが、あちらにおいては、ソフィストは志向に基づく者であり、弁証家は志向に基づくのではなく能力に基づく者である。
περὶ δὲ αὐτῆς ἤδη τῆς μεθόδου πειρώμεθα λέγειν, πῶς τε καὶ ἐκ τίνων δυνησόμεθα τυγχάνειν τῶν προκειμένων.
では、この方法そのものについて、すでに我々がいかにして、また何から、提示された目的を達成することができるかを語ることに努めよう。
πάλιν οὖν οἷον ἐξ ὑπαρχῆς ὁρισάμενοι αὐτὴν τίς ἐστι, λέγωμεν τὰ λοιπά.
それゆえ、再び、いわば最初から弁論術が何であるかを定義した上で、残りのことを語ることにしよう。