Humanitext Reader

亚里士多德 · 修辞学 §1.1.11-1.1.14

修辞推论的核心地位与修辞学的功用

第 2 段,共 98 段 · 希腊语

内容简介

亚里士多德将修辞推论定位为修辞学的核心,指出其对应于辩证法的推论。他论证了修辞学作为一门有用技术的价值,其任务不在于绝对的说服,而在于发现事物中现有的说服因素,并准备重新对其进行定义。

§1.1.11ἐπεὶ δὲ φανερόν ἐστιν ὅτι ἡ μὲν ἔντεχνος μέθοδος περὶ τὰς πίστεις ἐστίν, ἡ δὲ πίστις ἀπόδειξίς τις (τότε γὰρ πιστεύομεν μάλιστα ὅταν ἀποδεδεῖχθαι ὑπολάβωμεν), ἔστι δʼ ἀπόδειξις ῥητορικὴ ἐνθύμημα, καὶ ἔστι τοῦτο ὡς εἰπεῖν ἁπλῶς κυριώτατον τῶν πίστεων, τὸ δʼ ἐνθύμημα συλλογισμός τις, περὶ δὲ συλλογισμοῦ ὁμοίως ἅπαντος τῆς διαλεκτικῆς ἐστιν ἰδεῖν, ἢ αὐτῆς ὅλης ἢ μέρους τινός, δῆλον ὅτι ὁ μάλιστα τοῦτο δυνάμενος θεωρεῖν, ἐκ τίνων καὶ πῶς γίνεται συλλογισμός, οὗτος καὶ ἐνθυμηματικὸς ἂν εἴη μάλιστα, προσλαβὼν περὶ ποῖά τέ ἐστι τὸ ἐνθύμημα καὶ τίνας ἔχει διαφορὰς πρὸς τοὺς λογικοὺς συλλογισμούς.
既然显而易见,技术性的方法是关于说服方式的,而说服则是某种证明(因为当我们认为某事已被证明时,我们最信服),且修辞学的证明是修辞推论,而这简单来说是说服方式中最具支配性的,修辞推论又是某种推论,而对于任何一类推论的考察同样是辩证法的任务,无论是对其整体还是对其某个部分,那么显然,最能观察这一点——即推论由什么构成以及如何产生——的人,如果进一步掌握了修辞推论关乎何种事物、以及它与逻辑推论相比有什么区别,他也将最擅长修辞推论。
τό τε γὰρ ἀληθὲς καὶ τὸ ὅμοιον τῷ ἀληθεῖ τῆς αὐτῆς ἐστι δυνάμεως ἰδεῖν, ἅμα δὲ καὶ οἱ ἄνθρωποι πρὸς τὸ ἀληθὲς πεφύκασιν ἱκανῶς καὶ τὰ πλείω τυγχάνουσι τῆς ἀληθείας· διὸ πρὸς τὰ ἔνδοξα στοχαστικῶς ἔχειν τοῦ ὁμοίως ἔχοντος καὶ πρὸς τὴν ἀλήθειάν ἐστιν.
因为考察真理与考察类似于真理的事物属于同一种能力,同时人类天生具有追求真理的充足本能,且大体上总能获得真理;因此,对通说的探求,属于那对真理也具有同样态度的人。
ὅτι μὲν οὖν τὰ ἔξω τοῦ πράγματος οἱ ἄλλοι τεχνολογοῦσι, καὶ διότι μᾶλλον ἀπονενεύκασι πρὸς τὸ δικολογεῖν, φανερόν· §1.1.12χρήσιμος δέ ἐστιν ἡ ῥητορικὴ διά τε τὸ φύσει εἶναι κρείττω τἀληθῆ καὶ τὰ δίκαια τῶν ἐναντίων, ὥστε ἐὰν μὴ κατὰ τὸ προσῆκον αἱ κρίσεις γίγνωνται, ἀνάγκη διʼ αὑτῶν ἡττᾶσθαι, τοῦτο δʼ ἐστὶν ἄξιον ἐπιτιμήσεως, ἔτι δὲ πρὸς ἐνίους οὐδʼ εἰ τὴν ἀκριβεστάτην ἔχοιμεν ἐπιστήμην, ῥᾴδιον ἀπʼ ἐκείνης πεῖσαι λέγοντας· διδασκαλίας γάρ ἐστιν ὁ κατὰ τὴν ἐπιστήμην λόγος, τοῦτο δὲ ἀδύνατον, ἀλλʼ ἀνάγκη διὰ τῶν κοινῶν ποιεῖσθαι τὰς πίστεις καὶ τοὺς λόγους, ὥσπερ καὶ ἐν τοῖς Τοπικοῖς ἐλέγομεν περὶ τῆς πρὸς τοὺς πολλοὺς ἐντεύξεως.
因此,其他人将事情之外的东西条理化,以及为什么他们更偏向于法庭辩论,是显而易见的;而修辞学是有用的,这不仅是因为真理和正义在本性上比它们的对立面更强大,以至于如果判决没有以合适的方式做出,它们必然会因自身的过错而败北,而这是值得谴责的;而且还因为在面对某些人时,即使我们拥有最精确的知识,要凭借这种知识通过演说去说服他们也非易事;因为基于知识的言论属于教学,而这是不可能的,反而必须通过共同的观点来建构说服方式和论证,正如我们在《论题篇》中讨论与大众交往时所说的那样。
ἔτι δὲ τἀναντία δεῖ δύνασθαι πείθειν, καθάπερ καὶ ἐν τοῖς συλλογισμοῖς, οὐχ ὅπως ἀμφότερα πράττωμεν (οὐ γὰρ δεῖ τὰ φαῦλα πείθειν), ἀλλʼ ἵνα μὴ λανθάνῃ πῶς ἔχει, καὶ ὅπως ἄλλου χρωμένου τοῖς λόγοις μὴ δικαίως αὐτοὶ λύειν ἔχωμεν.
此外,还必须能够说服对立的双方,就像在推论中一样,这并不是为了让我们去实践这两者(因为我们不应该说服人去作恶),而是为了让我们不至于漏掉事态是如何的,并且在别人不公正地使用言论时,我们自己能够予以反驳。
τῶν μὲν οὖν ἄλλων τεχνῶν οὐδεμία τἀναντία συλλογίζεται, ἡ δὲ διαλεκτικὴ καὶ ἡ ῥητορικὴ μόναι τοῦτο ποιοῦσιν· ὁμοίως γάρ εἰσιν ἀμφότεραι τῶν ἐναντίων.
在其他技术中,没有一门技术会对对立面进行推论,唯独辩证法和修辞学这样做;因为两者同样都关乎对立面。
τὰ μέντοι ὑποκείμενα πράγματα οὐχ ὁμοίως ἔχει, ἀλλʼ ἀεὶ τἀληθῆ καὶ τὰ βελτίω τῇ φύσει εὐσυλλογιστότερα καὶ πιθανώτερα ὡς ἁπλῶς εἰπεῖν.
然而,它们所依据的具体事物却不同,在本性上,真实的和较好的事物总是更容易被推论,且简单来说更具说服力。
πρὸς δὲ τούτοις ἄτοπον εἰ τῷ σώματι μὲν αἰσχρὸν μὴ δύνασθαι βοηθεῖν ἑαυτῷ, λόγῳ δʼ οὐκ αἰσχρόν· ὃ μᾶλλον ἴδιόν ἐστιν ἀνθρώπου τῆς τοῦ σώματος χρείας.
除此以外,如果说因身体无法自卫是可耻的,而因言语无法自卫却不可耻,那是荒谬的;因为言语比身体的使用更具人类所独有的特征。
§1.1.13εἰ δʼ ὅτι μεγάλα βλάψειεν ἂν ὁ χρώμενος ἀδίκως τῇ τοιαύτῃ δυνάμει τῶν λόγων, τοῦτό γε κοινόν ἐστι κατὰ πάντων τῶν ἀγαθῶν πλὴν ἀρετῆς, καὶ μάλιστα κατὰ τῶν χρησιμωτάτων, οἷον ἰσχύος ὑγιείας πλούτου στρατηγίας· τούτοις γὰρ ἄν τις ὠφελήσειεν τὰ μέγιστα χρώμενος δικαίως καὶ βλάψειεν ἀδίκως.
如果说,不公正地使用这种言语力量的人可能会造成巨大的危害,那么这一点是除德性之外所有好东西所共有的,尤其是那些最显着的有用之物,例如体力、健康、财富和军事指挥权;因为对于这些东西,如果公正地使用,将能带来最大的益处,而不公正地使用,则会造成最大的危害。
§1.1.14ὅτι μὲν οὖν οὐκ ἔστιν οὐθενός τινος γένους ἀφωρισμένου ἡ ῥητορική, ἀλλὰ καθάπερ ἡ διαλεκτική, καὶ ὅτι χρήσιμος, φανερόν, καὶ ὅτι οὐ τὸ πεῖσαι ἔργον αὐτῆς, ἀλλὰ τὸ ἰδεῖν τὰ ὑπάρχοντα πιθανὰ περὶ ἕκαστον, καθάπερ καὶ ἐν ταῖς ἄλλαις τέχναις πάσαις (οὐδὲ γὰρ ἰατρικῆς τὸ ὑγιᾶ ποιῆσαι, ἀλλὰ μέχρι οὗ ἐνδέχεται, μέχρι τούτου προαγαγεῖν· ἔστιν γὰρ καὶ τοὺς ἀδυνάτους μεταλαβεῖν ὑγιείας ὅμως θεραπεῦσαι καλῶς)·
因此,修辞学不属于任何一个特定的、被划分出来的门类,而是像辩证法一样,并且它是有用的,这是显而易见的,同样显而易见的是,它的功能不在于说服,而在于发现每个事物中现有的说服因素,正如在所有其他技术中一样(因为医学的功能不在于使人健康,而在于在可能的范围内进行引导;因为即使对于那些无法康复的人,仍然可以对其进行妥善的治疗)。
πρὸς δὲ τούτοις ὅτι τῆς αὐτῆς τό τε πιθανὸν καὶ τὸ φαινόμενον ἰδεῖν πιθανόν, ὥσπερ καὶ ἐπὶ τῆς διαλεκτικῆς συλλογισμόν τε καὶ φαινόμενον συλλογισμόν·
除此以外,显而易见的是,考察具有说服力的东西与考察显得具有说服力的东西,属于同一种能力,正如在辩证法中考察推论与考察显得是推论一样。
ἡ γὰρ σοφιστικὴ οὐκ ἐν τῇ δυνάμει ἀλλʼ ἐν τῇ προαιρέσει· πλὴν ἐνταῦθα μὲν ἔσται ὁ μὲν κατὰ τὴν ἐπιστήμην ὁ δὲ κατὰ τὴν προαίρεσιν ῥήτωρ, ἐκεῖ δὲ σοφιστὴς μὲν κατὰ τὴν προαίρεσιν, διαλεκτικὸς δὲ οὐ κατὰ τὴν προαίρεσιν ἀλλὰ κατὰ τὴν δύναμιν.
因为诡辩并不在于能力,而在于道德选择;只不过在这里,一个人或是根据科学或是根据选择而成为修辞学家,而在彼处,诡辩家是根据选择而被称为诡辩家,但辩证家不是根据选择,而是根据能力。
περὶ δὲ αὐτῆς ἤδη τῆς μεθόδου πειρώμεθα λέγειν, πῶς τε καὶ ἐκ τίνων δυνησόμεθα τυγχάνειν τῶν προκειμένων.
现在让我们尝试讨论这种方法本身,即我们如何以及从什么来源能够达到我们预设的目标。
πάλιν οὖν οἷον ἐξ ὑπαρχῆς ὁρισάμενοι αὐτὴν τίς ἐστι, λέγωμεν τὰ λοιπά.
那么,让我们仿佛重新开始一样,先定义它是什么,然后再讨论其余的内容。

词汇与语法注释

  1. 1.1.11ἐπεὶ δὲ φανερόν ἐστιν ὅτι — 以 ἐπεὶ 开始的长从句一直延伸到 1355a14 的 λογικοὺς συλλογισμούς,而 δῆλον ὅτι(显然……)构成了全句的主句。在主句中,主语是 ὁ μάλιστα τοῦτο δυνάμενος θεωρεῖν(最能观察这一点的人),随后由 οὗτος 复指,谓语是 ἂν εἴη。
  2. 1.1.11τοῦ ὁμοίως ἔχοντος καὶ πρὸς τὴν ἀλήθειαν — τοῦ ... ἔχοντος 是特征属格(表示“是……的人的特征”)。καί 意为“同样地/也”,使 πρὸς τὴν ἀλήθειαν 与 πρὸς τὰ ἔνδοξα 之间的对应关系更加紧密。
  3. 1.1.12διά τε τὸ φύσει εἶναι κρείττω τἀληθῆ καὶ τὰ δίκαια τῶν ἐναντίων — 介词 διά 所支配的带冠词不定式 τὸ ... εἶναι 结构。τἀληθῆ καὶ τὰ δίκαια(真实的和公正的事物)是不定式的逻辑主语(宾格),κρείττω 是比较级 κρείττονα(更强)的缩约形式。τῶν ἐναντίων(对立面)是修饰比较级 κρείττω 的比较属格。
  4. 1.1.14ὁ μὲν κατὰ τὴν ἐπιστήμην ὁ δὲ κατὰ τὴν προαίρεσιν ῥήτωρ — 名词 ῥήτωρ(修辞学家)同样适用于这两种人(一种是根据科学,另一种是根据选择)。相比之下,接下来的从句 ἐκεῖ δὲ(在彼处,即辩证法中)则展示了一种非对称性,即根据选择被称为“诡辩家”,根据能力被称为“辩证家”,两者在名称上是有所区分的。

引用这一段

亚里士多德, 修辞学 §1.1.11-1.1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.1.11-1.1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。