§18Γένεσις μὲν οὖν ἐστὶν ἡ πρώτη μέθεξις ἐν τῷ θερμῷ τῆς θρεπτικῆς ψυχῆς, ζωὴ δ’ ἡ μονὴ ταύτης.
発生(生成)とは、熱における栄養摂取的霊魂の最初の分有であり、生命とは、これの持続である。
Νεότης δ’ ἐστὶν ἡ τοῦ πρώτου καταψυκτικοῦ μορίου αὔξησις, γῆρας δ’ ἡ τούτου φθίσις, ἀκμὴ δὲ τὸ τούτων μέσον.
青年期(若さ)とは、最初の冷却器官の成長であり、老年期(老い)とは、これの衰退であり、全盛期(成熟期)とは、これらの中間である。
Τελευτὴ δὲ καὶ φθορὰ βίαιος μὲν ἡ τοῦ θερμοῦ σβέσις καὶ μάρανσις·
死および消滅のうち、暴力的なものは熱の消火および萎縮である。
φθαρείη γὰρ ἂν δι’ ἀμφοτέρας ταύτας τὰς αἰτίας, ἡ δὲ κατὰ φύσιν τοῦ αὐτοῦ τούτου μάρανσις διὰ χρόνου μῆκος γινομένη καὶ τελειότητα.
というのも、これら両方の原因によって消滅しうるからである。 自然なものは、同じこの熱の萎縮であり、長い時間の経過と完成によって生じるものである。
Τοῖς μὲν οὖν φυτοῖς αὔανσις, ἐν δὲ τοῖς ζῴοις καλεῖται θάνατος.
植物においてはこれは「枯死」と呼ばれ、動物においては「死」と呼ばれる。
Τούτου δ’ ὁ μὲν ἐν γήρᾳ θάνατος μάρανσις τοῦ μορίου δι’ ἀδυναμίαν τοῦ καταψύχειν ὑπὸ γήρως.
そしてこの[死]のうち、老年期における死は、老年によって冷却することができなくなることによる、その部位の萎縮である。
Τί μὲν οὖν ἐστὶ γένεσις καὶ ζωὴ καὶ θάνατος, καὶ διὰ τίνας αἰτίας ὑπάρχουσι τοῖς ζῴοις, εἴρηται.
こうして、発生、生命、死とは何であるか、そしてそれらがどのような原因によって動物に存するのかは、述べられた。
§19Δῆλον δ’ ἐκ τούτων καὶ διὰ τίν’ αἰτίαν τοῖς μὲν ἀναπνέουσι τῶν ζῴων ἀποπνίγεσθαι συμβαίνει ἐν τῷ ὑγρῷ, τοῖς δ’ ἰχθύσιν ἐν τῷ ἀέρι·
これらから、呼吸する動物が水の中で窒息し、魚が空気の中で窒息する理由も明らかである。
τοῖς μὲν γὰρ διὰ τοῦ ὕδατος ἡ κατάψυξις γίνεται, τοῖς δὲ διὰ τοῦ ἀέρος, ὧν ἑκάτερα στερίσκεται μεταβάλλοντα τοὺς τόπους.
というのも、一方にとっては水を通じて冷却が行われ、他方にとっては空気を通じて行われるが、居場所を変えることで、それぞれがそれらを奪われるからである。
Ἡ δ’ αἰτία τῆς κινήσεως τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πνεύμονος, ὧν αἰρομένων καὶ συνιζόντων τὰ μὲν ἐκπνέουσι καὶ εἰσπνέουσι τὰ δὲ δέχονται τὸ ὑγρὸν καὶ ἐξιᾶσιν, ἔτι δ’ ἡ σύστασις τοῦ ὀργάνου, τόνδ’ ἔχει τὸν τρόπον.
一方におけるエラ、他方における肺の運動(これらが膨らんだり縮んだりすることで、一方は息を吐きまた吸い、他方は液体を受け入れまた排出する)の原因、さらにはその器官の構造は、次のようになっている。
§20Τρία ἐστὶ τὰ συμβαίνοντα περὶ τὴν καρδίαν, ἃ δοκεῖ τὴν αὐτὴν φύσιν ἔχειν, ἔχει δ’ οὐ τὴν αὐτήν, πήδησις καὶ σφυγμὸς καὶ ἀναπνοή.
心臓に関して生じる三つの事象があり、それらは同じ性質を持つように見えるが、同じ性質ではなく、それらは鼓動、脈拍、および呼吸である。
Πήδησις μὲν οὖν ἐστὶ σύνωσις τοῦ θερμοῦ τοῦ ἐν αὐτῇ διὰ κατάψυξιν περιττωματικὴν ἢ συντηκτικήν, οἷον ἐν τῇ νόσῳ τῇ καλουμένῃ παλμῷ, καὶ ἐν ἄλλαις δὲ νόσοις, καὶ ἐν τοῖς φόβοις δέ·
さて、鼓動(動悸)とは、排泄物(余剰物)的あるいは融解(消費)的な冷却によって、心臓の中の熱が凝縮することである。 例えば「戦慄」と呼ばれる病気、その他の病気、そして恐れにおいてそうである。
καὶ γὰρ οἱ φοβούμενοι καταψύχονται τὰ ἄνω, τὸ δὲ θερμὸν ὑποφεῦγον καὶ συστελλόμενον ποιεῖ τὴν πήδησιν, εἰς μικρὸν συνωθούμενον οὕτως ὥστ’ ἐνίοτ’ ἀποσβέννυσθαι τὰ ζῷα καὶ ἀποθνήσκειν διὰ φόβον καὶ διὰ πάθος νοσηματικόν.
というのも、恐れている人々は上部が冷却され、熱が逃げて収縮し、ごく小さな場所に凝縮されることで鼓動を引き起こし、その結果、時には恐怖や病気の症状によって、動物は消滅して死んでしまうからである。
Ἡ δὲ συμβαίνουσα σφύξις τῆς καρδίας, ἣν ἀεὶ φαίνεται ποιουμένη συνεχῶς, ὁμοία φύμασίν ἐστιν, ἣν ποιοῦνται κίνησιν μετ’ ἀλγηδόνος διὰ τὸ παρὰ φύσιν εἶναι τῷ αἵματι τὴν μεταβολήν.
これに対して、絶えず継続的に行われているように見える心臓の脈拍は、腫瘍に似ている。 それは、血液の変化が自然に反しているために、痛みを伴って生じる運動である。
Γίνεται δὲ μέχρι οὗ ἂν πυωθῇ πεφθέν.
そしてそれは、[腫瘍が]成熟して化膿するまで生じる。
Ἔστι δ’ ὅμοιον ζέσει τοῦτο τὸ πάθος·
この状態は沸騰に似ている。
ἡ γὰρ ζέσις γίνεται πνευματουμένου τοῦ ὑγροῦ ὑπὸ τοῦ θερμοῦ·
というのも、沸騰は熱によって液体が気化されることで生じるからである。
αἴρεται γὰρ διὰ τὸ πλείω γίνεσθαι τὸν ὄγκον.
体積が大きくなるために、[液体が]持ち上がるのである。
Παῦλα δ’ ἐν μὲν τοῖς φύμασιν, ἐὰν μὴ διαπνεύσῃ, παχυτέρου γινομένου τοῦ ὑγροῦ, σῆψις, τῇ δὲ ζέσει ἡ ἔκπτωσις διὰ τῶν ὁριζόντων.
そして、腫瘍においては、もし蒸散しなければ液体が濃くなって化膿することが終息であり、沸騰においては、限界を越えた流出が終息である。
Ἐν δὲ τῇ καρδίᾳ ἡ τοῦ ἀεὶ προσιόντος ἐκ τῆς τροφῆς ὑγροῦ διὰ τῆς θερμότητος ὄγκωσις ποιεῖ σφυγμόν, αἰρομένη πρὸς τὸν ἔσχατον χιτῶνα τῆς καρδίας.
しかし心臓においては、食物から絶えず供給される液体が熱によって膨張し、心臓の最も外側の膜に向かって押し上げられることで、脈拍が生じる。
Καὶ τοῦτ’ ἀεὶ γίνεται συνεχῶς·
そしてこれは絶えず継続的に起こる。
ἐπιρρεῖ γὰρ ἀεὶ τὸ ὑγρὸν συνεχῶς, ἐξ οὗ γίνεται ἡ τοῦ αἵματος φύσις·
なぜなら、そこから血液の性質が生じる(血液が形成される)ところの液体が、絶えず継続的に流れ込むからである。
πρῶτον γὰρ ἐν τῇ καρδίᾳ δημιουργεῖται.
血液はまず心臓の中で作り出されるのである。
Δῆλον δ’ ἐν τῇ γενέσει ἐξ ἀρχῆς·
このことは発生の初期段階において明らかである。
οὔπω γὰρ διωρισμένων τῶν φλεβῶν φαίνεται ἔχουσα αἷμα.
血管がまだ区画されていないうちから、心臓は血液を含んでいるように見えるからである。
Καὶ διὰ τοῦτο σφύζει μᾶλλον τοῖς νεωτέροις τῶν πρεσβυτέρων·
そしてこのために、若い者たちの脈拍は高齢者よりも激しい。
γίνεται γὰρ ἡ ἀναθυμίασις πλείων τοῖς νεωτέροις.
なぜなら、若い者たちにおいて蒸発(蒸気立ち上り)がより多く生じるからである。
Καὶ σφύζουσιν αἱ φλέβες πᾶσαι, καὶ ἅμα ἀλλήλαις, διὰ τὸ ἠρτῆσθαι ἐκ τῆς καρδίας.
また、すべての血管も心臓につながっているために脈打つ。 しかも互いに同時に脈打つ。
Κινεῖ δ’ ἀεί·
心臓は絶えず動いている。
ὥστε κἀκεῖναι αἰεί, καὶ ἅμα ἀλλήλαις, ὅτε κινεῖ.
したがってそれらも絶えず、かつそれが動くときに互いに同時に動くのである。
Ἀναπήδησις μὲν οὖν ἐστὶν ἡ γινομένη ἄντωσις πρὸς τὴν τοῦ ψυχροῦ σύνωσιν, σφύξις δ’ ἡ τοῦ ὑγροῦ θερμαινομένου πνευμάτωσις.
それゆえ、鼓動とは冷たいものの凝縮に対して生じる反発であり、脈拍とは温められた液体の気化である。