§18Γένεσις μὲν οὖν ἐστὶν ἡ πρώτη μέθεξις ἐν τῷ θερμῷ τῆς θρεπτικῆς ψυχῆς, ζωὴ δ’ ἡ μονὴ ταύτης.
产生就是营养灵魂在热量中的首次分享,而生命则是这一状态的持续。
Νεότης δ’ ἐστὶν ἡ τοῦ πρώτου καταψυκτικοῦ μορίου αὔξησις, γῆρας δ’ ἡ τούτου φθίσις, ἀκμὴ δὲ τὸ τούτων μέσον.
青年期是最初冷却器官的成长,老年期是这一器官的衰退,而全盛期则是两者之间的中间状态。
Τελευτὴ δὲ καὶ φθορὰ βίαιος μὲν ἡ τοῦ θερμοῦ σβέσις καὶ μάρανσις· φθαρείη γὰρ ἂν δι’ ἀμφοτέρας ταύτας τὰς αἰτίας, ἡ δὲ κατὰ φύσιν τοῦ αὐτοῦ τούτου μάρανσις διὰ χρόνου μῆκος γινομένη καὶ τελειότητα.
在死亡和消灭中,暴力的死亡是热量的熄灭和衰竭;因为由于这两个原因,消灭都可以发生。 而自然的死亡则是这同一热量的衰竭,它由于时间的久远和生命的完成而发生。
Τοῖς μὲν οὖν φυτοῖς αὔανσις, ἐν δὲ τοῖς ζῴοις καλεῖται θάνατος.
在植物中这被称为枯萎,但在动物中这被称为死亡。
Τούτου δ’ ὁ μὲν ἐν γήρᾳ θάνατος μάρανσις τοῦ μορίου δι’ ἀδυναμίαν τοῦ καταψύχειν ὑπὸ γήρως.
其中,老年时的死亡是由于衰老而无法冷却,从而导致该部位发生衰竭。
Τί μὲν οὖν ἐστὶ γένεσις καὶ ζωὴ καὶ θάνατος, καὶ διὰ τίνας αἰτίας ὑπάρχουσι τοῖς ζῴοις, εἴρηται.
产生、生命和死亡是什么,以及它们出于什么原因属于动物,现在已经阐明。
§19Δῆλον δ’ ἐκ τούτων καὶ διὰ τίν’ αἰτίαν τοῖς μὲν ἀναπνέουσι τῶν ζῴων ἀποπνίγεσθαι συμβαίνει ἐν τῷ ὑγρῷ, τοῖς δ’ ἰχθύσιν ἐν τῷ ἀέρι· τοῖς μὲν γὰρ διὰ τοῦ ὕδατος ἡ κατάψυξις γίνεται, τοῖς δὲ διὰ τοῦ ἀέρος, ὧν ἑκάτερα στερίσκεται μεταβάλλοντα τοὺς τόπους.
由此,也清楚地说明了为什么呼吸的动物会在液体中窒息,而鱼类会在空气中窒息;因为对前者来说,冷却是通过水进行的,而对后者来说,则是通过空气进行的,当它们改变场所时,各自都会被剥夺这些介质。
Ἡ δ’ αἰτία τῆς κινήσεως τοῖς μὲν τῶν βραγχίων τοῖς δὲ τοῦ πνεύμονος, ὧν αἰρομένων καὶ συνιζόντων τὰ μὲν ἐκπνέουσι καὶ εἰσπνέουσι τὰ δὲ δέχονται τὸ ὑγρὸν καὶ ἐξιᾶσιν, ἔτι δ’ ἡ σύστασις τοῦ ὀργάνου, τόνδ’ ἔχει τὸν τρόπον.
至于一方面由于鳃、另一方面由于肺的运动——通过这些部位的扩张和收缩,一些动物呼气和吸气,另一些动物吸入和排出液体——其运动的原因,以及该器官的结构,其方式如下。
§20Τρία ἐστὶ τὰ συμβαίνοντα περὶ τὴν καρδίαν, ἃ δοκεῖ τὴν αὐτὴν φύσιν ἔχειν, ἔχει δ’ οὐ τὴν αὐτήν, πήδησις καὶ σφυγμὸς καὶ ἀναπνοή.
与心脏相关的现象有三种,它们看似具有相同的性质,但实际上并不相同,即:动悸、脉搏和呼吸。
Πήδησις μὲν οὖν ἐστὶ σύνωσις τοῦ θερμοῦ τοῦ ἐν αὐτῇ διὰ κατάψυξιν περιττωματικὴν ἢ συντηκτικήν, οἷον ἐν τῇ νόσῳ τῇ καλουμένῃ παλμῷ, καὶ ἐν ἄλλαις δὲ νόσοις, καὶ ἐν τοῖς φόβοις δέ· καὶ γὰρ οἱ φοβούμενοι καταψύχονται τὰ ἄνω, τὸ δὲ θερμὸν ὑποφεῦγον καὶ συστελλόμενον ποιεῖ τὴν πήδησιν, εἰς μικρὸν συνωθούμενον οὕτως ὥστ’ ἐνίοτ’ ἀποσβέννυσθαι τὰ ζῷα καὶ ἀποθνήσκειν διὰ φόβον καὶ διὰ πάθος νοσηματικόν.
动悸是由于残留物或消融所引起的冷却,使心脏中的热量发生凝结,正如在被称为“震颤”的疾病中、在其他疾病中以及在恐惧中那样;因为恐惧的人上部会冷却,而热量逃逸并收缩,从而产生动悸,它被压缩到如此微小的空间,以至于有时动物会因为恐惧和病理性疾病而熄灭并死亡。
Ἡ δὲ συμβαίνουσα σφύξις τῆς καρδίας, ἣν ἀεὶ φαίνεται ποιουμένη συνεχῶς, ὁμοία φύμασίν ἐστιν, ἣν ποιοῦνται κίνησιν μετ’ ἀλγηδόνος διὰ τὸ παρὰ φύσιν εἶναι τῷ αἵματι τὴν μεταβολήν.
另一方面,心脏所产生的脉搏——我们看到它一直在持续进行——类似于肿瘤,肿瘤由于血液发生了违反自然的改变而产生带有疼痛的运动。
Γίνεται δὲ μέχρι οὗ ἂν πυωθῇ πεφθέν.
这种运动一直持续到它成熟化脓为止。
Ἔστι δ’ ὅμοιον ζέσει τοῦτο τὸ πάθος· ἡ γὰρ ζέσις γίνεται πνευματουμένου τοῦ ὑγροῦ ὑπὸ τοῦ θερμοῦ· αἴρεται γὰρ διὰ τὸ πλείω γίνεσθαι τὸν ὄγκον.
这种病症类似于沸腾;因为沸腾是由于液体受热而气化,因为体积变大而升腾。
Παῦλα δ’ ἐν μὲν τοῖς φύμασιν, ἐὰν μὴ διαπνεύσῃ, παχυτέρου γινομένου τοῦ ὑγροῦ, σῆψις, τῇ δὲ ζέσει ἡ ἔκπτωσις διὰ τῶν ὁριζόντων.
而肿瘤的终结是腐烂(如果它不蒸散,由于液体变稠),而沸腾的终结则是越过边界的溢出。
Ἐν δὲ τῇ καρδίᾳ ἡ τοῦ ἀεὶ προσιόντος ἐκ τῆς τροφῆς ὑγροῦ διὰ τῆς θερμότητος ὄγκωσις ποιεῖ σφυγμόν, αἰρομένη πρὸς τὸν ἔσχατον χιτῶνα τῆς καρδίας.
但是在心脏中,由食物中不断流入的液体因热量而产生的膨胀制造了脉搏,它向心脏的最外层膜升腾。
Καὶ τοῦτ’ ἀεὶ γίνεται συνεχῶς· ἐπιρρεῖ γὰρ ἀεὶ τὸ ὑγρὸν συνεχῶς, ἐξ οὗ γίνεται ἡ τοῦ αἵματος φύσις· πρῶτον γὰρ ἐν τῇ καρδίᾳ δημιουργεῖται.
这一直在持续发生;因为形成血液性质的液体一直在持续流入,血液最先是在心脏中制造出来的。
Δῆλον δ’ ἐν τῇ γενέσει ἐξ ἀρχῆς· οὔπω γὰρ διωρισμένων τῶν φλεβῶν φαίνεται ἔχουσα αἷμα.
这在最初的产生阶段就很明显;因为在血管还没有被区隔出来之前,就已经看到心脏含有血液了。
Καὶ διὰ τοῦτο σφύζει μᾶλλον τοῖς νεωτέροις τῶν πρεσβυτέρων· γίνεται γὰρ ἡ ἀναθυμίασις πλείων τοῖς νεωτέροις.
由于这个原因,年轻人的脉搏比老年人更为剧烈;因为年轻人的蒸发更为旺盛。
Καὶ σφύζουσιν αἱ φλέβες πᾶσαι, καὶ ἅμα ἀλλήλαις, διὰ τὸ ἠρτῆσθαι ἐκ τῆς καρδίας.
所有的血管也都跳动,而且是彼此同时跳动,因为它们都悬系于心脏。
Κινεῖ δ’ ἀεί· ὥστε κἀκεῖναι αἰεί, καὶ ἅμα ἀλλήλαις, ὅτε κινεῖ.
心脏一直在运动;因此当它运动时,血管也一直在运动,并且彼此同时运动。
Ἀναπήδησις μὲν οὖν ἐστὶν ἡ γινομένη ἄντωσις πρὸς τὴν τοῦ ψυχροῦ σύνωσιν, σφύξις δ’ ἡ τοῦ ὑγροῦ θερμαινομένου πνευμάτωσις.
因此,动悸是对冷气凝结产生的反弹,而脉搏则是受热液体的气化。