§15Διὰ τί δὲ τὰ ἔχοντα δέχεται τὸν ἀέρα καὶ ἀναπνέουσι, καὶ μάλιστ’ αὐτῶν ὅσα ἔχουσιν ἔναιμον, αἴτιον τοῦ μὲν ἀναπνεῖν ὁ πνεύμων σομφὸς ὢν καὶ συρίγγων πλήρης.
なぜ肺を持つ動物が空気を受け入れて呼吸するのか、とりわけそれらのうち、有血の[肺]を持つものがそうするのか、その理由について言えば、呼吸することの原因は、肺が海綿状で多くの管に満ちていることである。
Καὶ ἐναιμότατον δὴ μάλιστα τοῦτο τὸ μόριον τῶν καλουμένων σπλάγχνων.
そして、この部位はいわゆる内臓の中で実に最も血液に富んでいる。
Ὅσα δὴ ἔχει ἔναιμον αὐτό, ταχείας μὲν δεῖται τῆς καταψύξεως διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός, εἴσω δ’ εἰσιέναι διὰ παντὸς διὰ τὸ πλῆθος τοῦ αἵματος καὶ τῆς θερμότητος.
さて、この[肺]に血液を豊かに持つすべての動物は、霊魂の火の勢いが小さいために、素早い冷却を必要とすると同時に、血液と熱が多量であるために、[冷却が]全体にわたって内部に入り込むことを必要とする。
Ταῦτα δ’ ἀμφότερα ὁ μὲν ἀὴρ δύναται ῥᾳδίως ποιεῖν·
空気は、これら両方を容易に行うことができる。
διὰ γὰρ τὸ λεπτὴν ἔχειν τὴν φύσιν διὰ παντός τε καὶ ταχέως διαδυόμενος διαψύχει·
なぜなら、空気は希薄な本性を持っているために、全体にわたって、かつ速やかに浸透して冷却するからである。
τὸ δ’ ὕδωρ τοὐναντίον.
他方、水は反対である。
Καὶ διότι δὴ μάλιστ’ ἀναπνέουσι τὰ ἔχοντα τὸν πνεύμονα ἔναιμον, ἐκ τούτων δῆλον·
そして、肺に血液を豊かに持つものがとりわけ呼吸する理由は、これらのことから明らかである。
τό τε γὰρ θερμότερον πλείονος δεῖται τῆς καταψύξεως, ἅμα δὲ καὶ πρὸς τὴν ἀρχὴν τῆς θερμότητος τῆς ἐν τῇ καρδίᾳ πορεύεται τὸ πνεῦμα ῥᾳδίως.
すなわち、より熱いものはより多くの冷却を必要とし、同時に、息が心臓にある熱の源泉へと容易に進むからである。
§16Ὃν δὲ τρόπον ἡ καρδία τὴν σύντρησιν ἔχει πρὸς τὸν πλεύμονα, δεῖ θεωρεῖν ἔκ τε τῶν ἀνατεμνομένων καὶ τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα γεγραμμένων.
心臓が肺に対してどのように連結しているかについては、解剖から、また動物について書かれた『動物誌』から観察されなければならない。
Καταψύξεως μὲν οὖν ὅλως ἡ τῶν ζῴων δεῖται φύσις διὰ τὴν ἐν τῇ καρδίᾳ τῆς ψυχῆς ἐμπύρωσιν.
それゆえ、概して動物の自然は、心臓における霊魂の発火のために冷却を必要とする。
Ταύτην δὲ ποιεῖται διὰ τῆς ἀναπνοῆς, ὅσα μὴ μόνον ἔχουσι καρδίαν ἀλλὰ καὶ πνεύμονα τῶν ζῴων.
そして動物のうち、心臓だけでなく肺をも持つものは、呼吸によってこの[冷却]を行う。
Τὰ δὲ καρδίαν μὲν ἔχοντα, πνεύμονα δὲ μή, καθάπερ οἱ ἰχθύες διὰ τὸ ἔνυδρον αὐτῶν τὴν φύσιν εἶναι, τῷ ὕδατι ποιοῦνται τὴν κατάψυξιν διὰ τῶν βραγχίων.
他方、魚のように、心臓は持っているが肺は持たないものは、その本性が水生であるため、エラを通じて水によって冷却を行う。
Ὡς δ’ ἡ θέσις ἔχει τῆς καρδίας πρὸς τὰ βράγχια, πρὸς μὲν τὴν ὄψιν ἐκ τῶν ἀνατομῶν δεῖ θεωρεῖν, πρὸς δ’ ἀκρίβειαν ἐκ τῶν ἱστοριῶν· ὡς δ’ ἐν κεφαλαίοις εἰπεῖν καὶ νῦν, ἔχει τόνδε τὸν τρόπον.
しかし、心臓のエラに対する位置がどのようになっているかについては、視覚的には解剖から、正確さのためには『動物誌』から観察されるべきであるが、今ここで要約して述べるならば、それは次のようになっている。
Δόξειε μὲν γὰρ ἂν οὐχ ὡσαύτως ἔχειν τὴν θέσιν ἡ καρδία τοῖς τε πεζοῖς τῶν ζῴων καὶ τοῖς ἰχθύσιν, ἔχει δ’ ὡσαύτως.
すなわち、心臓は陸生動物と魚とで同じようには位置していないと思われるかもしれないが、同じように位置しているのである。
Ἧι γὰρ νεύουσι τὰς κεφαλάς, ἐνταῦθ’ ἡ καρδία τὸ ὀξὺ ἔχει.
なぜなら、それらが頭を向ける方向に、心臓はその尖った端を向けているからである。
Ἐπεὶ δὲ οὐχ ὡσαύτως αἱ κεφαλαὶ νεύουσι τοῖς τε πεζοῖς τῶν ζῴων καὶ τοῖς ἰχθύσι, πρὸς τὸ στόμα ἡ καρδία τὸ ὀξὺ ἔχει.
そして、頭の向きは陸生動物と魚とで同じではないので、[共通して]心臓はその尖った端を口の方に向けている。
Τείνει δ’ ἐξ ἄκρου τῆς καρδίας αὐλὸς φλεβονευρώδης εἰς τὸ μέσον, ᾗ συνάπτουσιν ἀλλήλοις πάντα τὰ βράγχια.
そして、心臓の先端から、すべてのエラが互いに結合している中央へと、血管と腱のような管が伸びている。
Μέγιστος μὲν οὖν οὗτός ἐστιν, ἔνθεν δὲ καὶ ἔνθεν τῆς καρδίας καὶ ἕτεροι τείνουσιν εἰς ἄκρον ἑκάστου τῶν βραγχίων, δι’ ὧν ἡ κατάψυξις γίνεται πρὸς τὴν καρδίαν, διαυλωνίζοντος ἀεὶ τοῦ ὕδατος διὰ τῶν βραγχίων.
それゆえ、これが最も大きく、また心臓のあちらこちらから、他の管もそれぞれのエラの先端へと伸びており、水が常にエラを通って流れることによって、それらを通じて心臓に対する冷却が行われる。
Ὡσαύτως δὲ τοῖς ἀναπνέουσιν ὁ θώραξ ἄνω καὶ κάτω κινεῖται πολλάκις δεχομένων τὸ πνεῦμα καὶ ἐξιέντων, ὡς τὰ βράγχια τοῖς ἰχθύσιν.
同様に、呼吸する動物において、息を吸い込み吐き出すにつれて胸部が何度も上下に動くのと同様に、魚においてはエラが[動く]。
Καὶ τὰ μὲν ἀναπνέοντα ἐν ὀλίγῳ ἀέρι καὶ τῷ αὐτῷ ἀποπνίγονται· ταχέως γὰρ ἑκάτερον αὐτῶν γίνεται θερμόν· θερμαίνει γὰρ ἡ τοῦ αἵματος θίξις ἑκάτερον. θερμὸν δ’ ὂν τὸ αἷμα κωλύει τὴν κατάψυξιν· καὶ μὴ δυναμένων κινεῖν τῶν μὲν ἀναπνεόντων τὸν πνεύμονα τῶν δ’ ἐνύδρων τὰ βράγχια διὰ πάθος ἢ διὰ γῆρας, τότε συμβαίνειν τὴν τελευτήν.
そして、呼吸する動物は、少量の空気の中、あるいは同じ空気の中では窒息する。なぜなら、それらのそれぞれが速やかに熱くなるからである。というのも、血液との接触がそれらのそれぞれを温めるからである。そして、血液が熱くなると冷却が妨げられる。また、病気や老齢のために、呼吸する動物が肺を、水生動物がエラを動かすことができなくなるとき、そのとき死が起こるのである。