Humanitext Reader

亚里士多德 · 论呼吸 §15-16

肺部呼吸与鱼类鳃部的冷却机制

第 11 段,共 14 段 · 希腊语

内容简介

阐明肺在呼吸机制中的作用,并解释鱼类通过鳃进行冷却的系统结构及其与呼吸的相似性。

§15Διὰ τί δὲ τὰ ἔχοντα δέχεται τὸν ἀέρα καὶ ἀναπνέουσι, καὶ μάλιστ’ αὐτῶν ὅσα ἔχουσιν ἔναιμον, αἴτιον τοῦ μὲν ἀναπνεῖν ὁ πνεύμων σομφὸς ὢν καὶ συρίγγων πλήρης.
至于为什么拥有肺的动物会接受空气并呼吸,尤其是其中那些拥有多血之肺的动物,呼吸的原因在于肺是海绵状的且充满管道。
Καὶ ἐναιμότατον δὴ μάλιστα τοῦτο τὸ μόριον τῶν καλουμένων σπλάγχνων.
而在所谓内脏中,这一部分确实是最富含血液的。
Ὅσα δὴ ἔχει ἔναιμον αὐτό, ταχείας μὲν δεῖται τῆς καταψύξεως διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός, εἴσω δ’ εἰσιέναι διὰ παντὸς διὰ τὸ πλῆθος τοῦ αἵματος καὶ τῆς θερμότητος.
凡是拥有多血之肺的动物,由于其灵魂之火的势头微弱,因而需要迅速的冷却,同时由于血液和热量的充足,也需要冷却能完全深入内部。
Ταῦτα δ’ ἀμφότερα ὁ μὲν ἀὴρ δύναται ῥᾳδίως ποιεῖν· διὰ γὰρ τὸ λεπτὴν ἔχειν τὴν φύσιν διὰ παντός τε καὶ ταχέως διαδυόμενος διαψύχει· τὸ δ’ ὕδωρ τοὐναντίον.
而这两点空气都能轻易做到;因为空气具有稀薄的本性,能够无微不至且迅速地渗透并进行冷却;而水则相反。
Καὶ διότι δὴ μάλιστ’ ἀναπνέουσι τὰ ἔχοντα τὸν πνεύμονα ἔναιμον, ἐκ τούτων δῆλον· τό τε γὰρ θερμότερον πλείονος δεῖται τῆς καταψύξεως, ἅμα δὲ καὶ πρὸς τὴν ἀρχὴν τῆς θερμότητος τῆς ἐν τῇ καρδίᾳ πορεύεται τὸ πνεῦμα ῥᾳδίως.
因此,为什么拥有多血之肺的动物最需要呼吸,从这些事实中就很明显了;因为更热的需要更多的冷却,同时呼吸的空气也容易走向心脏中热量的源泉。
§16Ὃν δὲ τρόπον ἡ καρδία τὴν σύντρησιν ἔχει πρὸς τὸν πλεύμονα, δεῖ θεωρεῖν ἔκ τε τῶν ἀνατεμνομένων καὶ τῶν ἱστοριῶν τῶν περὶ τὰ ζῷα γεγραμμένων.
心脏与肺连接的方式,必须通过解剖以及关于动物的著作(《动物志》)来观察。
Καταψύξεως μὲν οὖν ὅλως ἡ τῶν ζῴων δεῖται φύσις διὰ τὴν ἐν τῇ καρδίᾳ τῆς ψυχῆς ἐμπύρωσιν.
因此,总的来说,动物的本性由于灵魂在心脏中的燃烧而需要冷却。
Ταύτην δὲ ποιεῖται διὰ τῆς ἀναπνοῆς, ὅσα μὴ μόνον ἔχουσι καρδίαν ἀλλὰ καὶ πνεύμονα τῶν ζῴων.
而在动物中,不仅有心脏而且有肺的动物,通过呼吸来进行这种冷却。
Τὰ δὲ καρδίαν μὲν ἔχοντα, πνεύμονα δὲ μή, καθάπερ οἱ ἰχθύες διὰ τὸ ἔνυδρον αὐτῶν τὴν φύσιν εἶναι, τῷ ὕδατι ποιοῦνται τὴν κατάψυξιν διὰ τῶν βραγχίων.
另一方面,像鱼一样,虽有心脏但没有肺的动物,由于其本性是水生的,它们通过鳃利用水来进行冷却。
Ὡς δ’ ἡ θέσις ἔχει τῆς καρδίας πρὸς τὰ βράγχια, πρὸς μὲν τὴν ὄψιν ἐκ τῶν ἀνατομῶν δεῖ θεωρεῖν, πρὸς δ’ ἀκρίβειαν ἐκ τῶν ἱστοριῶν· ὡς δ’ ἐν κεφαλαίοις εἰπεῖν καὶ νῦν, ἔχει τόνδε τὸν τρόπον.
至于心脏对鳃的位置是如何的,从视觉上看必须通过解剖来观察,而为了精确,则要通过《动物志》;但现在仅作简要叙述,其方式如下。
Δόξειε μὲν γὰρ ἂν οὐχ ὡσαύτως ἔχειν τὴν θέσιν ἡ καρδία τοῖς τε πεζοῖς τῶν ζῴων καὶ τοῖς ἰχθύσιν, ἔχει δ’ ὡσαύτως.
因为,心脏在陆行动物和鱼类中的位置似乎并不相同,但实际上是相同的。
Ἧι γὰρ νεύουσι τὰς κεφαλάς, ἐνταῦθ’ ἡ καρδία τὸ ὀξὺ ἔχει.
因为,在它们头部所朝向的方向,心脏的尖端也朝向那里。
Ἐπεὶ δὲ οὐχ ὡσαύτως αἱ κεφαλαὶ νεύουσι τοῖς τε πεζοῖς τῶν ζῴων καὶ τοῖς ἰχθύσι, πρὸς τὸ στόμα ἡ καρδία τὸ ὀξὺ ἔχει.
而由于陆行动物和鱼类的头部朝向不尽相同,心脏的尖端都是朝向口部。
Τείνει δ’ ἐξ ἄκρου τῆς καρδίας αὐλὸς φλεβονευρώδης εἰς τὸ μέσον, ᾗ συνάπτουσιν ἀλλήλοις πάντα τὰ βράγχια.
从心脏的尖端延伸出一条像静脉和腱一样的管道,通往所有鳃相互结合的中部。
Μέγιστος μὲν οὖν οὗτός ἐστιν, ἔνθεν δὲ καὶ ἔνθεν τῆς καρδίας καὶ ἕτεροι τείνουσιν εἰς ἄκρον ἑκάστου τῶν βραγχίων, δι’ ὧν ἡ κατάψυξις γίνεται πρὸς τὴν καρδίαν, διαυλωνίζοντος ἀεὶ τοῦ ὕδατος διὰ τῶν βραγχίων.
因此,这是最大的一条管子,而且在心脏的这一侧和那一侧,还有其他的管子延伸到每个鳃的末端,通过这些管子,当水不断流过鳃时,便对心脏进行冷却。
Ὡσαύτως δὲ τοῖς ἀναπνέουσιν ὁ θώραξ ἄνω καὶ κάτω κινεῖται πολλάκις δεχομένων τὸ πνεῦμα καὶ ἐξιέντων, ὡς τὰ βράγχια τοῖς ἰχθύσιν.
同样,在呼吸的动物中,随着它们不断地吸入和呼出气体,胸部多次上下运动,正如鳃对鱼类所起的作用一样。
Καὶ τὰ μὲν ἀναπνέοντα ἐν ὀλίγῳ ἀέρι καὶ τῷ αὐτῷ ἀποπνίγονται· ταχέως γὰρ ἑκάτερον αὐτῶν γίνεται θερμόν· θερμαίνει γὰρ ἡ τοῦ αἵματος θίξις ἑκάτερον.
而呼吸的动物在少量的空气或相同的空气中会窒息;因为这两者都会迅速变热;实际上,与血液的接触使这两者都变热。
θερμὸν δ’ ὂν τὸ αἷμα κωλύει τὴν κατάψυξιν· καὶ μὴ δυναμένων κινεῖν τῶν μὲν ἀναπνεόντων τὸν πνεύμονα τῶν δ’ ἐνύδρων τὰ βράγχια διὰ πάθος ἢ διὰ γῆρας, τότε συμβαίνειν τὴν τελευτήν.
而血液变热时会阻碍冷却;当呼吸的动物由于疾病或衰老而无法活动肺部,或者水生动物无法活动鳃时,死亡便随之发生。

词汇与语法注释

  1. p.348τὰ ἔχοντα — 承接前文§14末尾(τὰ μὲν οὐκ ἔχει πνεύμονα τὰ δὲ ἔχει),此处省略了宾语“肺”(τὸν πνεύμονα)。
  2. p.348διὰ τὸ μικρὰν εἶναι τὴν ῥοπὴν τοῦ ψυχικοῦ πυρός — 这是一个带有“对格+不定式”的结构,其中 τὴν ῥοπήν 是不定式 εἶναι 的主语。ῥοπή 意为“天平的倾斜”或“决定性力量”,在此处指维持生命所需的灵魂之火的“易波动性”或“边际余力”。
  3. p.349ὡς τὰ βράγχια τοῖς ἰχθύσιν — 在以 ὡς 引导的比较从句中,主句的动词 κινεῖται(运动)被省略了,简练地表示“正如鳃之于鱼类(也是这样运动的)”的平行关系。
  4. p.349ἑκάτερον αὐτῶν — 意为“它们两者的每一个”的 ἑκάτερον,在文理上指与血液接触的两个对象,即“吸入的空气”与“接纳空气的器官(肺或鳃)”。

引用这一段

亚里士多德, 论呼吸 §15-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg037.humanitext-grc1:15-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。