§9.6Πότερον ὅσα τοῦ αὐτοῦ αἴτια τὴν αὐτὴν ἔχει δύναμιν εἰς τὸ ποιεῖν, ἢ οὔ;
Πότερον 同じ結果の原因となるすべてのものが、[それを]引き起こすために同じ作用を及ぼす能力を持っているのだろうか、それともそうではないのだろうか。
λέγω δὲ οἷον ἐπεὶ τὰ ὑπώπια καὶ ὁ χαλκὸς ἐξαίρει καὶ ἡ ῥαφανὶς καὶ ὁ κύαμος διαμασώμενος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος καὶ ἕτερ’ ἄττα, τῇ αὐτῇ δυνάμει, ἢ ὁ μὲν χαλκὸς τῷ ἰὸν εἶναι, τὸν δὲ ἰὸν φαρμακώδη, ὁ δὲ κύαμος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος τῷ ἐπισπᾶν ἐφ’ αὑτὰ διὰ μανότητα, ἄλλα δὲ δι’ ἑτέρας αἰτίας;
私が言っているのは、例えば、青あざを青銅も大根も、噛み砕いたソラマメも肺も粘土も、その他いくつかのものも取り除くとき、それらは同じ能力によってそうするのか、それとも、青銅は緑青を有することによってであり、緑青には薬効があるからであり、ソラマメと肺と粘土は多孔質であるためにそれ自体へ引き寄せることによってであり、他のものは別の原因によるのか。
ἢ τὸ μὲν ἔσχατον ἐπὶ πάντων τῶν τοιούτων ταὐτό (πολλὰ γὰρ καὶ ἐναντία τούτοις, καθάπερ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν), τὰ δὲ πρὸ τούτων οὐδὲν κωλύει ἕτερα.
あるいは、これらすべての事例において最終的な結果は同一であるが(というのも、熱いものと冷たいもののように、これらに対しては多くの、しかも反対のものがあるから)、しかしそれより前の段階の原因が異なっていても少しも差し支えないのか。
§9.7Διὰ τί αἱ μὲν ἄλλαι οὐλαὶ μέλαιναι γίνονται, αἱ δὲ ἐν τῷ ὀφθαλμῷ λευκαί;
Διὰ τί なぜ、他の傷跡は黒くなるのに、目における傷跡は白くなるのか。
ἢ διότι μεταβάλλουσιν ἐν ᾧ ἂν ὦσι πρός τὰς χροιάς, ἐν δὲ τῷ ὀφθαλμῷ μέλανι ὄντι γίνονται, ὥστε ἀνάγκη λευκὰς γίνεσθαι.
あるいは、傷跡はそれらが存在する場所の色とは反対の色に変化するが、目においては黒い部分にできるため、必然的に白くなるからか。
§9.8Διὰ τί ἀλγεινοτέρα ἡ πληγὴ τοῦ νάρθηκος ἢ ἐνίων σκληροτέρων, ἐάν τις κατὰ λόγον σκοπῇ τύπτων;
Διὰ τί なぜ、叩くときに理にかなって考えるなら、オオウイキョウの茎による打撃の方が、いくつかのより固いものによる打撃よりも痛いのか。
εὐλογώτερον γὰρ τὴν τοῦ σκληροτέρου εἶναι ἀλγεινοτέραν μᾶλλον γὰρ τύπτει.
というのも、より固いものによる打撃の方が痛いとする方が筋が通っているからである、そちらの方がより強く叩くから。
ἢ ὅτι ἡ σὰρξ ἀλγεῖ οὐ μόνον τυπτομένη, ἀλλὰ καὶ τύπτουσα;
あるいは、肉はただ叩かれるときだけでなく、叩くときにも痛むからか。
ὑπὸ μὲν οὖν τῶν σκληρῶν τύπτεται μόνον (ὑπείκει γὰρ διὰ τὴν σκληρότητα αὐτῶν), ὑπὸ δὲ τοῦ νάρθηκος ἄμφω αὐτῇ συμβαίνει, τύπτεσθαί τε καὶ διὰ κουφότητα τοῦ βάρους τύπτειν μὴ εἴκουσαν, ὥστε διπλασία γίνεται ἡ πληγή.
さて、固いものによって肉はただ叩かれるだけである(肉はそれらの固さのためにへこんで譲歩するからである)。 しかしオオウイキョウの茎によっては、その両方が肉に起こる。 すなわち、叩かれることと、重さが軽いために譲歩しない[茎を肉が]叩くことである。 その結果、打撃は二倍になるのである。
§9.9Διὰ τί ἡ θαψία καὶ ὁ κύαθος τὰ ὑπώπια παύει, ἡ μὲν ἀρχόμενα, ὁ δὲ ὕστερον, ἐναντία ὄντα;
Διὰ τί なぜ、タプシアと銅製カップは、性質が反対であるのに、前者は始まりかけたとき、後者は後になってから、青あざを消すのか。
ὁ μὲν γὰρ κύαθος ψυχρος, ὥσπερ καὶ ὁ ποιντής φησι
ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν
, ἡ δὲ θαψία θερμὸν καὶ καυστικόν.
というのも、カップの方は冷たく、詩人も「冷たい青銅を歯で噛んだ」と言うように冷たいが、他方タプシアは温かく、熱を伴うものだからである。
ἢ ὁ μὲν κύαθος ὥσπερ τοῖς μικροψυχοῦσι τὸ ὕδωρ;
あるいは、カップは、気絶した人々に対する水と同じような作用をするのか。
ἀπαντῶσα γὰρ ἡ ψύξις κωλύει ἐξιέναι τὸ θερμὸν ἐκ τοῦ αἵματος ἐξ ἐπιπολῆς διὰ τὴν πληγὴν συνδραμόντος, καὶ ὅταν ἐξέλθῃ τὸ θερμόν, πηγνυμένου.
すなわち、[もたらされる]冷却が、打撃によって表面に集まった血液から熱が逃げるのを防ぐが、熱が逃げてしまうと血液は凝固する。
ὥσπερ γὰρ ἂν εἰ ἔξω ὄν πήγνυται, καὶ ἐγγὺς τοῦ ἔξω τὸ αἷμα, ὅταν ᾖ ὑπὸ τὸ δέρμα, κωλυθέντος διεξιέναι τοῦ θερμοῦ, διὰ τὴν ψυχρότητα τοῦ χαλκοῦ 〈οὐ〉 πήγνυται, ἀλλὰ πάλιν διαχεῖται καὶ ἐπανέρχεται ὅθεν συνέδραμεν.
ちょうど血液が体の外にあれば凝固するように、血液が皮膚の下にあって外に近いときにも、熱が逃げ広がるのが防がれると、青銅の冷たさによって血液は凝固〈せず〉、かえって再び分散し、集まってきた場所へと戻る。
ἡ δὲ θαψία θερμὴ οὖσα τὸ αὐτὸ ποιεῖ·
他方、タプシアは温かいので同じことをする。
κωλύει γὰρ πήγνυσθαι θερμὴ οὖσα.
すなわち、温かいので凝固するのを防ぐのである。
§9.10Διὰ τί τὰ ὑπώπια διαλύεται προσέχουσιν τὰ χαλκᾶ, οἷον κυάθους καὶ τὰ τοιαῦτα;
Διὰ τί なぜ、銅製カップなどの銅製品をあてると、青あざは消えるのか。
ἢ διότι ψυχρὸν ὁ χαλκός ἐστιν;
あるいは、青銅が冷たいからか。
κωλύει οὖν τὸ θερμὸν ἐξιέναι ἐκ τοῦ συνιόντος αἵματος ὑπὸ τῆς πληγῆς, οὗ ἐξελθόντος ἐκ τοῦ ἐπιπολῆς γίνεται ὑπώπιον.
したがって、それは打撃によって集まりつつある血液から熱が逃げるのを防ぐ。 熱が表面から逃げると青あざになるのである。
διὸ καὶ ταχὺ δεῖ προστιθέναι πρὶν παγῆναι.
それゆえ、[血液が]固まる前に素早くあてなければならない。
καὶ ἡ θαψία δὲ μετὰ μέλιτος βοηθεῖ διὰ τὸ αὐτό·
また、タプシアを蜂蜜とともに用いるのも同じ理由で効果がある。
θερμὴ γὰρ οὖσα κωλύει ψύχεσθαι τὸ αἷμα.
すなわち、温かいので血液が冷えるのを防ぐからである。
§9.11Διὰ τί ποτε, ὅταν ἐν τῷ αὐτῷ τόπῳ πλεονάκις ἕλκος γένηται, ἡ οὐλὴ μέλαινα γίνεται;
Διὰ τί なぜ一体、同じ場所に何度も傷ができると、傷跡は黒くなるのか。
ἢ ὁπόταν γένηται ἕλκος, πᾶν ἀσθενές ἐστιν τοῦτο, καὶ ὅσῳ ἂν πλεονάκις, τοσούτῳ μᾶλλον·
あるいは、傷ができるときはいつでも、その場所全体が弱くなっており、何度もなればなるほど、ますます弱くなるからか。
τὸ δὲ ἀσθενὲς κατεψυγμένον καὶ ὑγρότητος πλῆρες;
そして、弱い部分は冷やされており、水分で満ちているからか。
διὸ καὶ μέλαν φαίνεται, εἰ τὰ μεγάλα ἕλκη καὶ πολυχρόνια μελαίνας τὰς οὐλὰς ἴσχει.
それゆえにまた、大きく長期にわたる傷が黒い傷跡を持つのと同様に、[その部分は]黒く見えるのである。
τὸ δὲ πολλάκις λαβεῖν ἕλκος οὐδὲν ἀλλ’ ἢ πολὺν χρόνον ἔχειν ἐστὶν ἕλκος.
何度も傷を負うということは、長い間傷を負っていることと何ら変わらないからである。
§9.12Διὰ τί ποτε πρὸς τὰ ὑπώπια τοὺς κυάθους προστιθέμμεθα;
Διὰ τί なぜ一体、私たちは青あざに対して銅製カップをあてるのか。
ἢ διότι, ὅταν πληγῶμεν, ὁ τόπος καταψύχεται, τὸ δὲ θερμὸν ὑποχωρεῖ.
あるいは、私たちが打撃を受けるとき、その場所は冷やされ、熱は退くからか。
προστιθέμενος οὖν ὁ κύαθος, ψυχροῦ ὄντος τοῦ χαλκοῦ, διακωλύει τὸ θερμὸν ἐκπορεύεσθαι.
したがって、あてられたカップは、青銅が冷たいために、熱が外へ去るのを防ぐからか。
§9.13Διὰ τί ἐν ταῖς οὐλαῖς οὐ γίνονται τρίχες;
Διὰ τί なぜ傷跡には毛が生えないのか。
ἢ ὅτι οἱ πόροι ἐπιτυφλοῦνται ἐξ ὧν αἱ τρίχες, καὶ παραλλάττουσιν;
あるいは、毛が生える元の孔が塞がれてしまい、また位置がずれてしまうからか。
§9.14Διὰ τί οἴδημα καὶ πελιώματα λαμβάνουσιν αἱ πληγαί;
Διὰ τί なぜ打撃は腫れや青あざを伴うのか。
ἢ διότι κατὰ τοῦτον τὸν τόπον διασταλέντα τὰ ὑγρά, εἰς τοὺς πλησίον τόπους προσκόψαντα ἀποπάλλεται πάλιν καὶ τῇ κολλήσει τῶν ὑγρῶν συνήγαγεν;
あるいは、この場所において押し広げられた水分が、隣接する場所にぶつかって再び跳ね返り、水分の膠着によってそこに集まったからか。
ἐὰν δὲ καὶ φλέβιά τινα ῥαγῇ, ὕφαιμος ἡ συνδρομὴ γίνεται.
そしてもし細い血管がいくつか破れれば、血液の集中は皮下出血を伴うようになるからか。