§9.1Διὰ τί τοὺς μώλωπας κωλύει τὰ νέοδαρτα δέρματα προστιθέμενα, καὶ μάλιστα κριῶν, καὶ ᾠὰ ἐπικαταγνύμενα;
なぜ、新しく剥いだ皮、特に牡羊の皮をあてること、また、卵をその上から割ってかけることは、青あざ[ができるの]を防ぐのか。
ἢ ὅτι ἄμφω κωλύει τὴν ἄθροισιν τοῦ ὑγροῦ καὶ τὴν ἔπαρσιν;
あるいは、両方が水分の蓄積と腫れを防ぐからか。
τὸ γὰρ ἀφηλκωμένον ἕλκει ἐπαίρεται διὰ τὴν θερμασίαν·
というのも、傷ついた部分は熱のために[水分を]引き寄せて腫れるからである。
τά τε δὴ ᾠὰ διὰ τὴν γλισχρότητα κατακολλῶντα κωλύει ἐπαίρεσθαι, καθάπερ καὶ τὰ καύματα, ὥσπερ καὶ ἡ κόλλα, καὶ τὰ δέρματα τῇ τε γλισχρότητι προσκολλᾶται, καὶ ἅμα τῇ θερμότητι συμπέττει καὶ παύει τὴν φλεγμασίαν·
そして実際、卵はその粘着性によって貼り付き、ちょうど火傷におけるのと同様に、糊のように、腫れるのを防ぐ。 また皮も、その粘着性によって貼り付き、同時にその温かさによって[患部を]熟させ、炎症を止める。
οὐδὲ γὰρ ἀφαιροῦσιν ἡμερῶν τινῶν.
実際、[人々は]数日の間はそれらを取り除かない。
ἐξάγειν δὲ βούλονται τὴν φλεγμασίαν καὶ οἱ τῷ ἁλὶ καὶ τῷ ὄξει τρίβοντες.
また、塩と酢で擦る人々も炎症を取り除くことを望んでいるのである。
§9.2Διὰ τί ἐν μὲν τῷ ἄλλῳ σώματι αἱ οὐλαὶ μέλαιναι, ἐν δὲ τῷ ὀφθαλμῷ λευκαί;
なぜ、体の他の部分では傷跡は黒いのに、目においては白いのか。
ἢ ὅτι ἐναντίαν χρόαν ἡ οὐλὴ λαμβάνει τῇ πρότερον, ὥσπερ πᾶν τὸ νενοσηκός;
あるいは、病気になったあらゆるものがそうであるように、傷跡は以前とは反対の色を帯びるからか。
ἐν τῷ μέλανι δὲ τοῦ ὀφθαλμοῦ τὰ ἕλκη.
そして目の傷は[目の]黒い部分にできるから[白くなるのか]。
οὐ μὴν οὐδὲ ἐν τῷ σώματι μέλαιναι εὐθύς, ἀλλ’ ἐξ ἀρχῆς λευκαί, οὐδὲ ἐν τῷ ὀφθαλμῷ ἀεὶ μέλαιναι, ἀλλ’ ἀποκαθίστανται τῷ χρόνῳ, ἢ ἁπλῶς ἢ εἰς τὸ μᾶλλον.
しかしながら、体においても[傷跡は]すぐに黒くなるわけではなく、最初は白い。 また目においても常に黒いわけではなく、時間とともに、完全に、あるいは大幅に[元の状態に]回復する。
§9.3Διὰ τί ὁ νάρθηξ τὰ κύκλῳ τῆς πληγῆς ποιεῖ ἐρυθρά, τὸ δὲ μέσον λευκόν;
なぜ、オオウイキョウの茎[で叩かれたとき]は、傷の周囲を赤くし、中央を白くするのか。
πότερον ὅτι ἀποπιέζει τὸ αἷμα ἐκ τοῦ μέσου, καθὸ μάλιστα προσπίπτει περιφερὴς ὤν;
それは、それが丸みを帯びていて最も強く当たる箇所であるため、中央から血を押し出すからか。
ἢ ἔδει ἐπανιέναι διά γε τοῦτο πάλιν· ἀλλ’ αἵματος συνδρομὴ τὸ ἐρύθημά ἐστιν, συνδρομὴ δ’ εἰς τὸν πληγέντα τόπον.
あるいは、これ(押し出されたこと)によって[血は]再び戻るはずであったが、赤みとは血液の集中であり、集中は叩かれた[周囲の]場所へと起こる[からか]。
§9.4Διὰ τί τῷ μὲν νάρθηκι σφόδρα τυπτόμενον τὸ μέσον τῆς σαρκὸς λευκὸν γίνεται, τὸ κύκλῳ δὲ ἐρυθρόν, ξύλῳ δὲ ἐρυθρότερον τὸ μέσον;
なぜ、オオウイキョウの茎で激しく叩かれたときには肉の中央は白くなり、周囲は赤くなるのに、木の棒で叩かれたときには中央がより赤くなるのか。
ἢ ὅτι ὁ μὲν νάρθηξ διὰ κουφότητα, ἐὰν σφόδρα πατάξῃ, τὸ ἐπιπολῆς διεσκέδασεν αἷμα, ὥστε ὅθεν μὲν ἐξέλιπεν, λευκὸν φαίνεται, οὗ δὲ πλέον ἦλθεν, ἐρυθρότερον.
あるいは、オオウイキョウの茎はその軽さのために、激しく叩いたとしても、表面の血を散らしてしまい、その結果、血が去った場所は白く見え、血が多く集まった場所はより赤く見えるからか。
οἰδησάσης δὲ τῆς πληγῆς, οὐ ταχέως ἀποκαθίσταται τὸ σκεδασθὲν αἷμα διὰ τὸ ὀλίγον τε εἶναι καὶ τὴν φορὰν εἰς τὸ πρόσαντες εἶναι·
そして、傷が腫れると、散らされた血は速やかには元に戻らない。 なぜなら、その[血の]量が少なく、また流れが上り坂に向かうからである。
πλήθει γὰρ βιασθὲν δεῖ τὴν παρὰ φύσιν φορὰν ἐνεχθῆναι.
というのも、[血が元に戻るには]多量によって押し流され、自然に反する流れに乗って運ばれなければならないからである。
διὰ δὲ τῶν σκληρῶν αἱ πληγαὶ διὰ τὸ βάρος καὶ τὴν ἰσχὺν θλῖψιν καὶ θλάσιν ποιοῦσιν.
他方、固いものによる打撃は、その重さと力のために、圧迫と挫傷を生じさせる。
θλιβόμενον μὲν οὖν κοῖλον γίνεται, θλώμενον δὲ ἀραιόν·
圧迫された部分は窪み、挫傷された部分は粗になる。
τομὴ γὰρ καὶ διαίρεσίς ἐστι μαλακὴ ἡ θλάσις.
挫傷とは、緩やかな切断と分離だからである。
κοίλου δὲ καὶ ἀραιοῦ γενομένου τοῦ μέσου, φέρεται εἰς αὐτὸ ἐκ τῶν πέριξ ἐπιπολῆς αἷμα·
そして中央が窪んで粗になると、周囲の表面からそこへと血が流れ込む。
κάτω τε γὰρ πέφυκε φέρεσθαι, καὶ εἰς τὰ ἀραιὰ τῷ εἴκειν αὐτά.
なぜなら、[血は]下に流れる性質があり、また粗な部分は隙間を与えるのでそこへと流れるからである。
ἀθροιζομένου δ’ ἐνταῦθα εἰκότως τοῦ αἵματος τοῦτο μὲν ἐρυθραίνει, ἃ δὲ ἀπολείπει, λευκαίνει.
そしてそこに血が集まると、当然ながらこの部分(中央)は赤くなり、血が去った部分(周囲)は白くなる。
§9.5Διὰ τί αἱ οὐλαὶ μέλαιναι τῶν σπληνιώντων;
なぜ、脾臓を患っている人の傷跡は黒いのか。
ἢ ὅτι αἷμα διεφθαρμένον ἔχουσιν διὰ τὴν ἐκ τοῦ σπληνὸς σύμμιξιν νοσώδους αἵματος καὶ ὑδαροῦς;
あるいは、脾臓からの病的な水っぽい血液の混入のために、彼らが腐敗した血液を持っているからか。
ἡ μὲν οὖν οὐλὴ τὸ δέρμα λεπτὸν καὶ ἐπιπόλαιον ἴσχει·
そもそも、傷跡は皮膚を薄く、表面的なものにする。
τὸ δὲ αἷμα, διὰ τὸ ὑδαρὲς καὶ θερμὸν εἶναι μέλαν ὄν, τοιαύτην ποιεῖ τὴν οὐλὴν διαφαινόμενον·
他方、血液は、水っぽくて温かく、黒いために、透けて見えることで傷跡をそのように[黒く]する。
καὶ δὴ πλεονάκις ἡ οὐλὴ ἐν τούτῳ γίνεται μελαντέρα.
そして実際、このような患者において傷跡はよりしばしば、より黒くなる。
γίνεται δὲ διὰ ταὐτό·
それは同じ理由による。
δι’ ἀσθένειαν γὰρ τοῦ δέρματος καταψύχεται τὸ αἷμα, καὶ ἐξατμίζοντος τοῦ θερμοῦ γίνεται μελάντερον.
皮膚の弱さのために血液が冷やされ、熱が蒸発するにつれて、より黒くなるのである。
ὁμοίως δὲ καὶ τοῖς πρεσβύταις οἵ τε χρῶτες μελάντεροι γίνονται, καὶ αἱ οὐλαὶ αἱ συγγενεῖς μελάντεραι ἢ νέοις·
同様に、老人においても、肌の色がより黒くなり、生まれつきの傷跡も、若い人におけるよりも黒くなる。
οἷον ὑπώπιον γὰρ αὐτοῖς ἅπαν τὸ σῶμα οὑ διὰ λεπτότητα τοῦ δέρματος, ἀλλ’ ὅτι τὸ θερμὸν ἐκλέλοιπεν.
彼らにとっては、皮膚の薄さのためではなく、熱が失われたために、全身が青あざのようになるからである。