§5.8Διὰ τί κοπιαρώτερόν ἐστι τῷ βραχίονι τὸ διὰ κενῆς ῥίπτειν ἢ λιθάζοντα;
なぜ、石を投げる(動作をする)ときよりも、空中で手に何も持たずに腕を振る方が、腕にとってより疲れるのか。
ἢ ὅτι σπασματωδέστερον τὸ διὰ κενῆς ἐστίν;
それは、空中で腕を振る方がより急激であるからか。
οὐ γὰρ ἀπερείδεται πρὸς οὐδέν, ὥσπερ ὁ βάλλων πρὸς τὸ ἐν τῇ χειρὶ βέλος.
なぜなら、石を投げる者が手の中にある投射物に対して踏ん張るようには、何に対しても踏ん張ることがないからである。
ὁμοίως δὲ τούτῳ καὶ ὁ πένταθλος πρὸς τοὺς ἁλτῆρας καὶ ὁ θέων παρασείων πρὸς τὰς χεῖρας.
これと同様に、五種競技者におけるハルテレスに対しても、走る者が手を振ることにおける手に対してもそうである。
διὸ ὁ μὲν μεῖζον ἅλλεται ἔχων ἢ μὴ ἔχων ἁλλῆρας, ὁ δὲ θᾶττον θεῖ παρασείων ἢ μὴ παρασείων.
それゆえ、一方はハルテレスを持っているときの方が持っていないときよりも大きく跳び、他方は手を振っているときの方が振っていないときよりも速く走るのである。
§5.9Διὰ τί ἡ ταχυδρομία καὶ ἔπ’ ἀνθρώπου καὶ ἐπὶ τῶν ἄλλων ζῴων νοσηματικοὺς ποιεῖ τὰ περὶ τὴν κεφαλήν;
なぜ、人間においても他の動物においても、速く走ることは頭部の周辺を病気がちにするのか。
καίτοι ὅλως ὁ δρόμος κατασπᾶν δοκεῖ κάτω τὰ περιττώματα, ὥσπερ ὁ περίπατος·
もっとも、歩行がそうであるように、およそ走ることは余剰物を下へと引き下ろすように思われるのだが。
διὸ καὶ παχύνονται τὰ σκέλη οἱ πολλὰ περιπατοῦντες, ὅτι εἰς τὰ κάτω ὑπονοστεῖ ἄνωθεν καὶ ἡ τροφὴ καὶ τὰ περιττώματα.
それゆえ、多く歩く人々は脚が太くなる。 なぜなら、栄養も余剰物も上から下へと沈殿するからである。
ἢ ἡ μὲν κίνησις ταὐτὸ ποιεῖ, ἀλλ’ ἡ ταχεῖα διὰ τὴν συντονίαν καὶ τὴν ἀπνευστίαν ἐκθερμαίνει τὴν κεφαλήν, καὶ τὰς φλέβας ἐμφυσᾷ τὰς ἐν αὐτῇ, καὶ σπαστικὰς τῶν θύραθεν ποιεῖ δυνάμεων, οἷον ψύχους καὶ ἀλέας καὶ τῶν ἐκ τοῦ θώρακος, ὧν εἰσιόντων νοσεῖν ἀναγκαῖον τὸν τόπον ἐστίν.
あるいは、運動自体は同じことをするが、急速な運動はその緊張と無呼吸のゆえに頭部を加熱し、頭部のなかの血管を膨張させ、外部の力(例えば寒冷や暑熱など)や胸部からのものに対して引きつらせるようにするからか。 これらが入り込むと、その場所が病むのは不可避である。
§5.10Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις τόποις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ὁδὸν ἢ τὴν ἀνώμαλον;
なぜ平坦な場所では起伏のある場所よりも疲れるが、平坦な道は起伏のある道よりも速く歩くのか。
ἢ ὅτι ἀκοπώτερον μέν ἐστι τὸ μὴ ἀεὶ ἐν τῷ αὐτῷ σχήματι ποιεῖσθαι τὴν κίνησιν, ὃ συμβαίνει ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον;
それは、常に同じ姿勢で運動を行わないことの方がより疲れないからであり、それは起伏のある歩行においてより生じるからか。
θᾶττον γὰρ πορεύονται, ὅτι ἧττον παρὰ φύσιν κινοῦνται.
他方で、より速く進むのは、彼らが自然に反しない形で運動するからか。
ἐν μὲν οὖν τῷ ὁμαλῷ μικρὰ ἡ ἄρσις καὶ θέσις καὶ πυκνή ἐστιν, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον.
平坦な場所においては、足を上げることと下ろすことは小さくかつ頻繁であるが、起伏のある場所ではその逆である。
ἔστι δὲ τὸ αἴρειν παρὰ φύσιν·
ところで、持ち上げることは自然に反している。
βίᾳ γάρ ἐστι πᾶσα ἄρσις.
なぜなら、すべての持ち上げることは強制的だからである。
τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον μικρὸν πολὺ γίνεται παρὰ πολλάς.
歩みごとに行われる小さな持ち上げも、多くの歩みを経ることで大きなものとなる。
§5.11Διὰ τί τὰ ἐπίπεδα κοπιαρώτερα ἐγκατακεῖσθαι τῶν κοίλων ἐστίν;
なぜ、平らな場所は凹んだ場所よりも横たわるのに疲れやすいのか。
ἢ διὰ τὸ αὐτὸ καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων;
それと同じ理由で、凸状の場所も平らな場所よりそう(疲れやすく)なるのか。
ἐφ’ ἕνα γὰρ τόπον συναθροιζόμενον τὸ βάρος ἐν τῇ καθέδρᾳ ἢ κατακλίσει τῇ θλίψει ποιεῖ πόνον.
というのも、座ることや横たわることにおいて、一つの場所に集まった重みが、圧迫によって痛みを生むからである。
τὸ μὲν οὖν κυρτὸν τοῦ εὐθέος, τοῦτο δὲ τοῦ κοίλου μᾶλλον τοιοῦτόν ἐστι·
それゆえ、凸状のものは平らなものよりも、そして平らなものは凹んだものよりも、よりそのような性質を持っている。
τὸ γὰρ σῶμα ἡμῶν ἐστὶ περιφερέστερον ἢ εὐθύτερον, τῶν δὲ τοιούτων κατὰ πλέον ἅπτεται τὰ κοῖλα ἢ τὰ ἐπίπεδα.
我々の身体は直線的というよりはむしろ丸みを帯びており、そのようなものに対しては、凹んだ場所の方が平らな場所よりも多く接触するからである。
διὰ ταῦτα δὲ καὶ τὰ ἐνδιδόντα τῶν μὴ ἐνδιδόντων ἀκοπώτερά ἐστι καὶ ἐγκατακλιθῆναι καὶ ἐνέζεσθαι.
このため、沈み込むものは沈み込まないものよりも、横たわるにも座るにも、疲れが少ないのである。
§5.12Διὰ τί οἱ βραχεῖς περίπατοι κοπώδεις εἰσίν;
なぜ短い散歩は疲れやすいのか。
ἢ ὅτι ἀνώμαλοί εἰσι;
それは、それらが不規則だからか。
πολλάκις γὰρ ἵστασθαι ποιοῦσιν.
というのも、しばしば立ち止まることを強いるからである。
τὸ δ’ ἐκ τοῦ ἐναντίου εἰς τοὐναντίον πυκνὰ μεταβάλλειν κοπῶδές ἐστιν·
反対のものから反対のものへと頻繁に変化することは、疲れをもたらすものである。
συνήθειαν γὰρ οὐδετέρῳ ποιεῖ, ὅ ἐστιν ἄκοπον.
なぜなら、どちらに対しても、疲れを取り除くものである慣れを生じさせないからである。
ἀμφοῖν δ’ ἅμα οὐκ ἐνδέχεται συνήθειαν γίνεσθαι.
そして、両方に対して同時に慣れることは不可能である。
§5.13Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν μᾶλλον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα;
なぜ、馬に乗っている人々は、馬が速く走れば走るほど、それだけ目から涙を流すのか。
πότερον διὰ τὸ ψυχρότερον εἶναι τὸν ἀεὶ προσπίπτοντα ἀέρα, ὅσῳ ἂν ἐλάττω χρόνον ἅπτηται τοῦ σώματος, ὅπερ ἐπὶ τῶν γυμνῶν θεόντων συμβαίνει; τὸ δὲ ψῦχος δάκρυον ποιεῖ.
それは、常にぶつかってくる空気が、身体に触れる時間が短ければ短いほど、それだけ冷たくなるからであり(これは裸で走る人々にも起こることである)、冷たさが涙を生むからなのか。
ἢ διὰ τοὐναντίον;
あるいは、その逆の理由によるのか。
καὶ γὰρ τὸ θερμὸν ποιεῖ δακρύειν, οἷον ὁ ἥλιος· ἡ δὲ κίνησις θερμότητα ποιεῖ.
なぜなら、太陽がそうであるように熱いものも涙を流させ、運動は熱を生むからである。
ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν;
あるいは、空気による打撃のためか。
ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτως ὁ ἀὴρ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν.
というのも、向かい風が目を刺激するように、ぶつかってくる空気は、馬が速く走れば走るほど、それだけ目に柔らかな打撃を与えるからである。