§5.14Διὰ τί τὰ μὲν ἄλλα τριβόμενα σαρκοῦνται μέρη, ἡ δὲ γαστὴρ λεπτοτέρα γίνεται;
なぜ、他の部分は摩擦されると肉づきがよくなるのに、腹はより薄くなるのか。
ἢ οὐδὲ αὐτὴ ἐκ προσαγωγῆς, ἀλλὰ στιφροτέρα;
あるいは、腹自体も(肉が)付加されることによるのではなく、むしろ引き締まるのか。
οὐ μὴν ἀλλ’ οὐχ ὁμοίως γε καὶ ἡ σάρξ, διὸ καὶ τὸ πρόβλημά ἐστιν.
とはいえ、決して肉と同じようには(肉づくことは)なく、それゆえに問題となるのである。
ὅλως γὰρ ἐν τοῖς γυμνασίοις καὶ πόνοις μάλιστα λεπτύνεται ἡ γαστήρ.
およそ運動や骨折りにおいて、最も細くなるのは腹である。
αἴτιον δ’ ὅτι τὰ πίονα θερμαινόμενα τήκεται, καὶ τὰ φύσει τάσιν ἔχοντα μᾶλλον.
その原因は、脂肪分が温められると溶けるからであり、とりわけ自然に張りを持つものがそうなるからである。
τὸ δὲ δέρμα ἐστὶ φύσει ἔχον τάσιν· ἀλλὰ διὰ τὸ πιαίνεσθαι τάχιστα ἀεί τινα ἔχει πιότητα, ἐὰν μὴ κάμνῃ τινὰ νόσον.
そして、皮は自然に張りを持っているが、最も早く脂肪がつくため、何らかの病気にかかっていない限り、常にいくらかの脂肪を蓄えている。
αἴτιον δὲ τούτου ὅτι ἐγγύς ἐστιν τῆς τροφῆς.
この原因は、それが食物の近くにあることである。
ἐπεὶ οὖν ὅλως ἡ πιμελὴ οὐκ ἔστιν φύσει, ἀλλ’ ἐπίκτητον, καὶ οὐ τῶν ἀναγκαίων μερῶν ὥσπερ ἡ σάρξ, καὶ ἡ τῶν γυμνασίων κίνησις καὶ ἡ τῆς τρίψεως θερμαίνουσαι τήκουσιν αὐτὴν καὶ τὴν τροφὴν ἐκπλεονάζουσαν νέμουσιν τοῖς ἄλλοις μορίοις.
したがって、そもそも脂肪は自然な(本質的な)ものではなく獲得されたものであり、肉のように不可欠な部分でもないため、運動の動きや摩擦はそれ(脂肪)を温めて溶かし、過剰な食物(栄養)を他の部位に分配するのである。
διὸ αἱ μὲν καθέδραι τὴν κοιλίαν πιαίνουσι, τὸ δ’ ἄλλο σῶμα λεπτύνουσιν, αἱ δὲ κινήσεις καὶ αἱ τρίψεις τὴν μὲν κοιλίαν λεπτύνουσι, τὸ δ’ ἄλλο σῶμα παχύνουσιν.
それゆえ、座っていることは腹に脂肪をつけ、他の身体を細くするが、運動や摩擦は腹を細くし、他の身体を太くする。
§5.15Διὰ τί ἐκ τῶν μακρῶν καὶ σφοδρῶν ὁδῶν καὶ δρόμων, ὅταν στῇ τις ἐπ’ ἄκρων τῶν δακτύλων, σείονται τῶν ποδῶν αἱ πτέρναι καὶ σπᾶται κάτω προπετῶς;
なぜ、長くて激しい歩行や走行の後に、つま先立ちをすると、足の踵が震え、前傾しながら下へと引きつるのか。
ἢ διὰ τὴν συνέχειαν καὶ σφοδρότητα τῆς κινήσεως οὐκ ἀναπαύεται ὁ σεισμὸς τῷ ἀνθρώπῳ τῶν νεύρων;
それは、運動の継続性と激しさのゆえに、腱の震えが人において静まらないからか。
τοῦ μὲν γὰρ ὅλου σώματος κρατεῖ ἡ ψυχὴ πολλάκις, μορίων δ’ οὔ, ὁπόταν πως κινηθῇ, οἷον καὶ καρδίας καὶ αἰδοίου.
というのも、魂はしばしば全身を制御するが、ある部分(例えば心臓や生殖器など)が何らかの形で動くとき、その部分を制御することはないからである。
αἴτιον δ’ ὅτι πνεῦμα πολὺ περὶ τὰ νεῦρα ἐκκαίεται, ὃ οὐχ ἅμα ἐκψύχεται στάντι.
原因は、多くのプネウマが腱の周囲で熱せられ、立ち止まったとしても、すぐには冷めないからである。
τοῦτο οὖν σεῖον ὥσπερ ὑποσπῶν τῇ κινήσει κατασπᾶται καὶ τοῦ πορρωτάτω ἥκιστα ποιεῖ κρατεῖν·
それゆえ、このプネウマが(腱を)揺り動かし、動きによって足元をすくうようにして下へと引きずり、最も遠い部分の制御を最も困難にするのである。
τοιοῦτον δὲ αἱ πτέρναι, οἷον τοῖς ὀργιζομένοις τὸ κάτω χεῖλος.
踵はそのような部分であり、怒っている人々の下唇のようなものである。
§5.16Διὰ τί οἱ μὴ σφόδρα συντόνως τρέχοντες ἐν τῷ ῥυθμῷ ἀναπνέουσιν;
なぜ、それほど激しく走っているのではない人々は、リズムに合わせて呼吸するのか。
πότερον ὅτι πᾶς ῥυθμὸς ὡρισμένῃ μετρεῖται κινήσει, τοιαύτη δ’ ἐστὶν ἡ δι’ ἴσου οὖσα, ὅπερ οἱ τροχάζοντες ποιοῦσιν.
それは、すべてのリズムは限定された運動によって測定されるものであり、そのような運動とは一定の間隔で行われるものであって、小走りする人々がまさに行っていることだからか。
ἅμα οὖν ἀρχόμενοι τροχάζειν ἀναπνέουσιν, ὥστε τὴν ἀναπνοὴν δι’ ἴσου γινομένην, διὰ τὸ τῇ ἴσῃ κινήσει μετρεῖσθαι, ῥυθμὸν ποιεῖν.
したがって、彼らは小走りを始めると同時に呼吸し、その結果、一定の間隔で行われる呼吸が、一定の運動によって測定されることで、リズムを生み出すからか。
ἢ ὅτι πᾶσα μὲν ἁπλῶς ἀναπνοὴ δι’ ἴσου γίνεται τοῖς κατὰ φύσιν αὐτῇ χρωμένοις καὶ μὴ κατέχουσιν;
あるいは、端的に言って、呼吸を自然に行い、息を止めていない人々においては、すべての呼吸が一定の間隔で行われるからか。
καθημένοις μὲν οὖν καὶ βαδίζουσι μετρίας οὔσης τῆς τοῦ σώματος κινήσεως, οὐκ εὔδηλος ὁ ῥυθμὸς γίνεται·
座っている人々や歩いている人々においては、身体の動きが穏やかであるため、そのリズムは明確にはならない。
συντόνως δὲ τρέχουσιν, οὐ παρακολουθούσης τῇ κινήσει τῆς αἰσθήσεως, οὐ δυνάμεθα συνορᾶν τὸν τῆς ἀναπνοῆς ῥυθμόν.
他方で、激しく走っている人々においては、感覚がその動きについていけないため、我々は呼吸のリズムを見極めることができない。
ἐν δὲ τῷ μετρίως τροχάζειν μέτρον ἡ κίνησις αἰσθητὸν τῆς ἀναπνοῆς ποιοῦσα τὸν ῥυθμὸν δηλοῖ.
これに対して、適度に小走りするときには、その動きが呼吸の知覚可能な尺度となり、そのリズムを明らかにするからである。
§5.17Διὰ τί ἐν τῷ τροχάζειν ἐκπνευματοῦσθαι δοκεῖ ἡμῖν ὁ ἀήρ;
なぜ小走りするときに、空気が風に変わるように思われるのか。
πότερον ὅτι κινούμενοι διὰ τοῦ τροχάζειν τὸν συνεχῆ τοῖς σώμασιν ἡμῶν ἀέρα κινοῦμεν, ὅ ἐστι πνεῦμα;
それは、小走りすることによって運動することで、我々の身体に接している空気を動かし、それが風(プネウマ)となるからか。
διόπερ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ἐκπνευματοῦται ὁ ἀήρ;
それゆえ、そう思われるだけでなく、実際に空気は風に変化しているからなのか。
ἢ διότι τροχάζοντες προσκόπτομεν τῷ ἀέρι, τούτου δὲ συμβαίνοντος μᾶλλον αἴσθησιν λαμβάνομεν τοῦ ἀέρος διὰ τῆς κινήσεως;
あるいは、小走りすることで我々が空気にぶつかり、そのために運動を通じて空気の感覚をより強く得るからか。
εἰκότως οὖν ἡμῖν ἐκπνευματοῦσθαι δοκεῖ·
それゆえ、もっともなことに、空気が風に変わるように思われるのである。
τοῦτο γὰρ συμβαίνει διὰ τὴν φοράν.
なぜなら、これは移動によって起こることだからである。
§5.18Διὰ τί μᾶλλον θέοντες ἢ βαδίζοντες πίπτουσιν;
なぜ、歩いているときよりも走っているときの方が、人々はより転びやすいのか。
〈ἢ〉 ὅτι μᾶλλον πρὶν κινεῖσθαι αἴρουσιν;
〈あるいは〉動き出す前に、より大きく足を持ち上げるからか。
τὸ γὰρ θέειν τοῦ βαδίζειν τούτῳ διαφέρει.
走ることと歩くことの違いは、この点にあるからである。