Humanitext Reader

アリストテレス · 問題集 §5.1-5.7

歩行と運動による疲労の生理的影響とその対処

29 / 148 箇所 · ギリシア語

要旨

散歩の長さや地形の違いが疲労に与える影響、運動後の身体の容積や声の変化、腹部の脂肪蓄積の理由、油と水の混合液による疲労回復効果、そして疲労時の治療法としての嘔吐の有効性について、生理学的な仮説を提示して論じている。

§5.1Διὰ τί μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσιν κοπιαρώτεροί εἰσιν τῶν ἀνωμάλων, βραχεῖς δὲ ἀκοπώτεροι;
なぜ平坦な場所での長い散歩は、起伏のある場所での散歩よりも疲れやすいが、短い散歩はより疲れにくいのか。
ἢ ὅτι ἥ τε πολλὴ κίνησις ποιεῖ κόπον καὶ ἡ ἰσχυρά.
それは、多くの運動や激しい運動が疲労をもたらすからか。
τοιαύτη δὲ ἡ σπασματώδης, πολλὴ δὲ ἡ συνεχὴς καὶ μία.
痙攣的な運動は激しく、連続的で単調な運動は多い。
ἐν μὲν οὖν τοῖς ἀνάντεσιν, ἐὰν ᾖ μακρά, ἀνάπαυσις γίνεται ἡ μεταβολή, καὶ οὐ μακρὰ ἡ κίνησις, οὐδὲ ἵππων αὐτῶν, διὰ τὴν μεταβολήν·
登り坂においては、もしそれが長ければ、変化が休息をもたらし、運動は長くならず、変化のゆえに馬自身にとってもそうである。
ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει οὐδὲ ἀναπαύει τὰ μέρη, ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι.
これに対して、平坦な場所では形の単調さが身体の諸部分を切り替えず休息させもしないが、運動が連続的になるように協力し合う。
ὅταν δὲ ᾖ βραχεῖα, διὰ μὲν τὸ πλῆθος τῆς κινήσεως ἐν τοῖς ἐπιπέδοις οὐ γίνεται κόπος·
しかし、短い場合は、平地における運動の量の少なさのゆえに疲労は生じない。
ἐν δὲ τοῖς ἀνάντεσι διὰ τὸ τὴν μεταβολὴν ἰσχυρὰν γίνεσθαι καὶ ἐναντίαν, ὁτὲ μὲν ἄνω ὁτὲ δὲ κάτω, ποιεῖ κόπον.
しかし、起伏のある場所においては、変化が激しくかつ反対(あるときは上へ、あるときは下へ)になるために、疲労が生じる。
τοιαύτη δέ, ὡς φαμέν, ἐν τοῖς ἀνάντεσιν, ἐν δὲ τοῖς πεδινοῖς τοὐναντίον.
このようなことは、我々が言うように、起伏のある場所においてであり、平地においてはその逆である。
§5.2Δὶα τί τοῖς λειποψυχοῦσιν καὶ τοῖς ἐκ τῶν γυμνασίων διαλυομένοις ἐλάττους τε οἱ ὄγκοι καὶ ὀξύτεραι δοκοῦσιν εἶναι αἱ φωναί;
なぜ気絶した人々や、運動を終えて体が緩んだ人々においては、身体の容積がより小さく、声がより鋭く思われるのか。
ἢ ὅτι αἵ τε φωναὶ ἐλάττους φαινόμεναι ὀξύτεραι φαίνονται (σημεῖον δὲ ὅτι μιμούμενοι τοὺς πόρρωθεν ὀξὺ φθέγγονται) καὶ οἱ ὄγκοι ἐλάττους;
それは、声がより小さく聞こえるときにより鋭く聞こえるからであり(その証拠に、遠くの人を模倣するときに鋭い声で発声する)、また容積もより小さくなるからか。
§5.3Διὰ τί ἡ γαστὴρ μόνον λεπτύνεται τῶν γυμναζομένων;
なぜ運動する人々のうち、腹部だけが痩せるのか。
ἢ ὅτι πλείστη ἡ πιμελὴ περὶ τὴν γαστέρα;
それは、腹部のまわりに最も多くの脂肪があるからか。
§5.4Διὰ τί τὸ πῖον τετριμμένον γίνεται τοῖς πονοῦσιν;
なぜ労作する人々においては、こすられた脂肪が消え去るのか。
ἢ διότι τὸ πῖον τήκεται θερμαινόμενον, ἡ δὲ κίνησις θερμαίνει, ἡ δὲ σὰρξ οὐ τήκεται.
それは、脂肪は温められると融解するが、運動は温め、肉は融解しないからか。
§5.5Διὰ τί δὲ τὰ περὶ τὴν κοιλίαν πιότατα;
なぜ胃の周辺が最も肥満しているのか。
πότερον ὅτι ἐγγύς ἐστι τῆς τροφῆς;
それは、それが食物の近くにあるからか。
ἐν ὅσῳ οὖν τἆλλα παρ’ ἐκείνης λαμβάνει, αὐτὴ πολλάκις λαμβάνει.
他の部分がそこから受け取る間に、それ自体がしばしば受け取るからか。
ἢ ὅτι ἥκιστα πονεῖ καμπὰς γὰρ οὐκ ἔχει.
あるいは、そこが最も動かないから、すなわち関節の屈曲がないからか。
§5.6Διὰ τί οἱ κόποι μᾶλλον παύονται, ὅταν τις τῷ ἐλαίῳ ὕδωρ συμμίξας ἀνατρίψηται;
なぜ油に水を混ぜてこすり合わせた方が、疲労がより解消されるのか。
ἢ ὅτι μᾶλλον εἰσδύεται τὸ ἔλαιον μετὰ τοῦ ὕδατος;
それは、油が水と一緒に、より深く浸透するからか。
ἐὰν δὲ αὐτὸ καθ’ αὑτὸ ᾖ, οὐχ ὁμοίως παρεισδύνει διὰ τὸ ἐπιπολαστικὸν εἶναι.
油それ自体だけであると、表面に浮く性質があるために、同様には浸透しない。
μᾶλλον οὖν μαλάττεται τὸ σῶμα εἰσδυομένου, ἐπεὶ τὸ ἔλαιόν ἐστι φύσει θερμόν, τὰ δὲ θερμὰ καὶ ξηραίνει καὶ σκληρύνει, πρὸς δὲ τοὺς κόπους ἀξύμφορόν ἐστιν ἡ ξηρασία καὶ ἡ σκληρότης·
それゆえ、浸透することによって身体はより柔らかくなる。 油は本性上熱いものであり、熱いものは乾燥させ硬くするが、疲労に対しては乾燥と硬さは不都合だからである。
μετὰ δὲ τοῦ ὕδατος ἀνατριφθὲν ἧττον ξηραίνει.
水と一緒にこすられると、乾燥させる度合いが低くなる。
§5.7Διὰ τί τοῖς κοπιῶσι προστάττουσιν ἐμεῖν, εἴπερ ὁ ἔμετος κοπῶδές ἐστιν;
なぜ疲労している人々に対して、嘔吐することが疲労をもたらすものであるのに、嘔吐することを命じるのか。
ἢ κόπος γίνεται ὀστῶν θλωμένων καὶ πιεζομένων καὶ κοπιωμένων, ταῦτα δὲ ὑπὸ τῶν ἐκτός τινος πάσχοι ἂν ἢ τῶν ἐν τῷ σώματι, καὶ τοῦτο διττῶς·
それは、疲労とは、骨が砕かれ、圧迫され、疲れさせられることであり、これらは外部の何か、あるいは体内の何かのいずれかによって被るだろう。 そしてこれは二通りに生じる。
ἢ γὰρ σαρκῶν ὑπερτεινουσῶν τὴν δύναμιν αὑτῶν, ἢ σώματος μιχθέντος συχνοῦ τῷ ἄλλῳ σώματι, χώραν οἰκείαν οὐκ ἔχοντος, οἷα τὰ περιττώματά ἐστιν.
すなわち、肉が自身の能力を超えて引き伸ばされるか、あるいは、他の身体に混ざり込んだ、固有の場所を持たない多量の身体、例えば残余物のようなものによるかである。
πάντα γὰρ τὰ ἐκτὸς ἡμῖν περιαπτόμενα βάρη κοπωδέστερα τῶν τοῦ σώματος μερῶν, κἂν τύχῃ σταθμῷ ὄντα αὐτῶν ἐλαφρότερα.
なぜなら、外部から我々に付着するすべての重みは、たとえそれらの重量が身体の諸部分よりも軽いとしても、より疲労をもたらすからである。
σημεῖον δὲ τῶν εἰρημένων· οἱ γὰρ πλεῖον βεβρωκότες καὶ πεπωκότες, ἔλαττον πονήσαντες ἢ νήστεις ὄντες, μᾶλλον κοπιῶσι διὰ τὸ μὴ τὴν οἰκείαν χώραν ἔχειν τὰ σιτία ὄντα ἄπεπτα.
言われたことの証拠として、より多く食べ、より多く飲んだ人々は、空腹である人々よりも、より少ない労働であっても、消化されていない食物が固有の場所を持たないことによって、より疲労するのである。
ἐπεὶ δὲ ὁ κόπος σύντηξιν ποιεῖ, ἡ δὲ σύντηξις περίττωμά ἐστιν, τοῦτό ἐστιν ὃ τὸν κόπον ἐν ἡμῖν ποιεῖ, πλανώμενον ἀτάκτως καὶ προσπῖπτον ὀστοῖς τε καὶ νεύροις καὶ τοῖς ἐντὸς τῆς σαρκὸς ἀραιοῖς οὖσι καὶ ἀνεῳγμένοις.
ところで、疲労は融解物を生み出し、融解物は残余物であり、これが我々の中に疲労を生み出すものであって、不規則に彷徨い、骨や腱、そして肉の内部の希薄で開いた部分に落ち込む。
ὁ οὖν ἔμετος ἐξάγων αὐτὸ ὂν αἴτιον τοῦ κόπου, εἰκότως ἀκόπους ποιεῖ·
それゆえ、嘔吐が疲労の原因であるそれを運び出すことによって、当然ながら疲労をなくす。
λείπει γὰρ οἷον ἦν ἐν ἀρχῇ τοῦ πόνου τὸ σῶμα.
なぜなら、身体は労作の開始時の状態のようになるからである。
κοπῶδες δ’ ἐστὶν ὁ ἔμετος οὐ τῇ τῆς γινομένης ἐν αὐτῷ κινήσεως ὑπερβολῇ, ἀλλ’ ὅταν συμβῇ μὴ καλῶς ἐξεμέσαι·
しかし、嘔吐が疲労をもたらすのは、そこでの運動の過度によるのではなく、うまく吐き出せなかった場合である。
λειφθέντων γὰρ πολλῶν σιτίων, καὶ περιττωμάτων τούτοις ἐνόντων, τὸν τοῦ ἐμέτου κόπον γίνεσθαι συμβαίνει, καθάπερ ἐπὶ τῶν πεπληρωμένων εἴρηται.
多くの食物が残され、これらに残余物が含まれていると、嘔吐による疲労が生じることになる。 満腹した人々について言われたのと同じことである。
εἰ οὖν μηδ’ ἐκείνοις ὁ πόνος ἐστὶ τοῦ κόπου αἴτιος, ἀλλὰ τὸ οὕτως ἔχοντας πονῆσαι, οὐδ’ ἂν τοῖς μὴ ἐξαιροῦσι τὰ σιτία ὁ ἔμετος εἴη τοῦ κόπου αἴτιος·
それゆえ、もし彼らにとっても労作が疲労の原因ではなく、そのような状態で労作したことが原因であるなら、食物を取り除かない人々にとっても嘔吐が疲労の原因ではないだろう。
χρῆν γὰρ πᾶσι τοῖς ἐμοῦσι γίνεσθαι κόπον, γίνονται δὲ ἀκοπώτεροι πολλοὶ ἐμέσαντες.
なぜなら、もしそうなら嘔吐するすべての人に疲労が生じるはずであるが、多くの人は吐いた後により疲労がなくなるからである。

語釈・文法注

  1. 5.1βραχεῖς δὲ ἀκοπώτεροι — 前節の ἐν τοῖς ὁμαλέσιν(平坦な場所において)が文脈上省略されており、「平坦な場所での短い散歩は(起伏のある場所よりも)疲れにくい」という意味になる。後半の対比である ἐν δὲ τοῖς ἀνάντεσι「起伏のある場所においては(短い散歩でも疲れる)」との整合性から、この省略を補って読む必要がある。
  2. 5.7ὀστῶν θλωμένων καὶ πιεζομένων καὶ κοπιωμένων — 名詞 κόπος(疲労)の具体的な状態を説明する説明的属格(あるいは同格的属格)として機能している。「骨が砕かれ、圧迫され、疲れさせられるという(状態の)疲労」と解釈される。
  3. 5.7τοῦτο διττῶς — 動詞が省略された非人称的あるいは簡略的な表現。前文の πάσχοι ἄν(被るだろう、生じるだろう)に対応する γίνοιτο ἄν などの動詞を補って「これは二通りに生じる」と理解する。

この箇所を引用する

アリストテレス, 問題集 §5.1-5.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:5.1-5.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。