Humanitext Reader

亚里士多德 · 问题集 §5.8-5.13

投掷奔跑与骑乘引起的疲劳及生理影响

第 30 段,共 148 段 · 希腊语

内容简介

本章节探讨了空手挥臂与投石的疲劳差异、快速奔跑对头部疾病的影响、平地与起伏地面步速与疲劳的区别、不同形状表面对躺卧疲劳的影响、短距离散步容易疲劳的原因,以及骑马速度与流泪的关系。

§5.8Διὰ τί κοπιαρώτερόν ἐστι τῷ βραχίονι τὸ διὰ κενῆς ῥίπτειν ἢ λιθάζοντα;
为什么在空中空手挥臂比投掷石块更让手臂感到疲劳?
ἢ ὅτι σπασματωδέστερον τὸ διὰ κενῆς ἐστίν;
是因为空手挥臂更为急剧吗?
οὐ γὰρ ἀπερείδεται πρὸς οὐδέν, ὥσπερ ὁ βάλλων πρὸς τὸ ἐν τῇ χειρὶ βέλος.
因为手臂没有依靠任何东西,不像投掷者依靠手中的投射物。
ὁμοίως δὲ τούτῳ καὶ ὁ πένταθλος πρὸς τοὺς ἁλτῆρας καὶ ὁ θέων παρασείων πρὸς τὰς χεῖρας.
与此相似的,还有五项全能运动员对待哑铃,以及跑步者摆动双臂对待双手。
διὸ ὁ μὲν μεῖζον ἅλλεται ἔχων ἢ μὴ ἔχων ἁλλῆρας, ὁ δὲ θᾶττον θεῖ παρασείων ἢ μὴ παρασείων.
因此,前者使用哑铃比不使用时跳得更远,后者摆动双臂比不摆动时跑得更快。
§5.9Διὰ τί ἡ ταχυδρομία καὶ ἔπ’ ἀνθρώπου καὶ ἐπὶ τῶν ἄλλων ζῴων νοσηματικοὺς ποιεῖ τὰ περὶ τὴν κεφαλήν;
为什么快速奔跑,无论是在人还是在其他动物身上,都会使头部周围容易患病?
καίτοι ὅλως ὁ δρόμος κατασπᾶν δοκεῖ κάτω τὰ περιττώματα, ὥσπερ ὁ περίπατος· διὸ καὶ παχύνονται τὰ σκέλη οἱ πολλὰ περιπατοῦντες, ὅτι εἰς τὰ κάτω ὑπονοστεῖ ἄνωθεν καὶ ἡ τροφὴ καὶ τὰ περιττώματα.
然而,普遍来说奔跑似乎和散步一样,会把残余物向下拉;因此经常散步的人双腿会变粗,因为食物和残余物都从上面下沉到下面。
ἢ ἡ μὲν κίνησις ταὐτὸ ποιεῖ, ἀλλ’ ἡ ταχεῖα διὰ τὴν συντονίαν καὶ τὴν ἀπνευστίαν ἐκθερμαίνει τὴν κεφαλήν, καὶ τὰς φλέβας ἐμφυσᾷ τὰς ἐν αὐτῇ, καὶ σπαστικὰς τῶν θύραθεν ποιεῖ δυνάμεων, οἷον ψύχους καὶ ἀλέας καὶ τῶν ἐκ τοῦ θώρακος, ὧν εἰσιόντων νοσεῖν ἀναγκαῖον τὸν τόπον ἐστίν.
或者,运动本身确实起到了同样的作用,但快速运动由于紧张和无呼吸,加热了头部,并使其中的血管膨胀,使它们容易受到外部力量(例如寒冷、炎热以及来自胸部的事物)的影响,一旦这些侵入,该部位就不可避免地会生病。
§5.10Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις τόποις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ὁδὸν ἢ τὴν ἀνώμαλον;
为什么人们在平坦的地方比在起伏的地方更容易疲劳,但在平坦的路上比在起伏的路上走得更快?
ἢ ὅτι ἀκοπώτερον μέν ἐστι τὸ μὴ ἀεὶ ἐν τῷ αὐτῷ σχήματι ποιεῖσθαι τὴν κίνησιν, ὃ συμβαίνει ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον;
是因为不总是以相同的姿势进行运动更不易疲劳吗,而这种情况在起伏的行走中发生得更多?
θᾶττον γὰρ πορεύονται, ὅτι ἧττον παρὰ φύσιν κινοῦνται.
他们走得更快,是因为他们较少违反自然地运动。
ἐν μὲν οὖν τῷ ὁμαλῷ μικρὰ ἡ ἄρσις καὶ θέσις καὶ πυκνή ἐστιν, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον.
在平坦的地面上,抬脚和落脚是微小且频繁的,而在起伏的地面上则相反。
ἔστι δὲ τὸ αἴρειν παρὰ φύσιν· βίᾳ γάρ ἐστι πᾶσα ἄρσις.
然而,抬起是违反自然的;因为所有的抬起都是被迫的。
τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον μικρὸν πολὺ γίνεται παρὰ πολλάς.
在每一步中发生的微小抬起,经过许多步后就会变得很多。
§5.11Διὰ τί τὰ ἐπίπεδα κοπιαρώτερα ἐγκατακεῖσθαι τῶν κοίλων ἐστίν;
为什么平坦的表面比凹陷的表面躺着更累?
ἢ διὰ τὸ αὐτὸ καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων;
是否因为同样的原因,凸出的表面比平坦的表面更累?
ἐφ’ ἕνα γὰρ τόπον συναθροιζόμενον τὸ βάρος ἐν τῇ καθέδρᾳ ἢ κατακλίσει τῇ θλίψει ποιεῖ πόνον.
因为在坐下或躺下时,聚集在一个地方的重量因挤压而产生疼痛。
τὸ μὲν οὖν κυρτὸν τοῦ εὐθέος, τοῦτο δὲ τοῦ κοίλου μᾶλλον τοιοῦτόν ἐστι· τὸ γὰρ σῶμα ἡμῶν ἐστὶ περιφερέστερον ἢ εὐθύτερον, τῶν δὲ τοιούτων κατὰ πλέον ἅπτεται τὰ κοῖλα ἢ τὰ ἐπίπεδα.
因此,凸出的表面比平坦的更具这种特性,而平坦的又比凹陷的更具这种特性;因为我们的身体与其说是直的,不如说是圆的,而凹陷的表面比平坦的表面更能接触到这样的身体。
διὰ ταῦτα δὲ καὶ τὰ ἐνδιδόντα τῶν μὴ ἐνδιδόντων ἀκοπώτερά ἐστι καὶ ἐγκατακλιθῆναι καὶ ἐνέζεσθαι.
由于这些原因,易凹陷(柔软)的表面也比不易凹陷的表面在躺下和坐下时更不累。
§5.12Διὰ τί οἱ βραχεῖς περίπατοι κοπώδεις εἰσίν;
为什么短距离的散步容易疲劳?
ἢ ὅτι ἀνώμαλοί εἰσι;
是因为它们是不规则的吗?
πολλάκις γὰρ ἵστασθαι ποιοῦσιν.
因为它们经常让人停下来。
τὸ δ’ ἐκ τοῦ ἐναντίου εἰς τοὐναντίον πυκνὰ μεταβάλλειν κοπῶδές ἐστιν· συνήθειαν γὰρ οὐδετέρῳ ποιεῖ, ὅ ἐστιν ἄκοπον. ἀμφοῖν δ’ ἅμα οὐκ ἐνδέχεται συνήθειαν γίνεσθαι.
频繁地从一个相反的状态转变到另一个相反的状态是令人疲劳的,因为它无法让人对任何一者产生习惯,而习惯正是消除疲劳的因素;并且不可能同时对两者产生习惯。
§5.13Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν μᾶλλον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα;
为什么骑马的人,马跑得越快,他们的眼睛流泪就越多?
πότερον διὰ τὸ ψυχρότερον εἶναι τὸν ἀεὶ προσπίπτοντα ἀέρα, ὅσῳ ἂν ἐλάττω χρόνον ἅπτηται τοῦ σώματος, ὅπερ ἐπὶ τῶν γυμνῶν θεόντων συμβαίνει;
是因为不断吹来的空气,接触身体的时间越短,就越寒冷(这同样发生在裸奔的人身上)吗?
τὸ δὲ ψῦχος δάκρυον ποιεῖ.
而寒冷会产生眼泪。
ἢ διὰ τοὐναντίον;
或者是因为相反的原因?
καὶ γὰρ τὸ θερμὸν ποιεῖ δακρύειν, οἷον ὁ ἥλιος· ἡ δὲ κίνησις θερμότητα ποιεῖ.
因为热的东西也会让人流泪,例如太阳;而运动会产生热量。
ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν;
或者是因为空气的撞击?
ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτως ὁ ἀὴρ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν.
因为正如逆风会刺激眼睛一样,吹来的空气,骑得越快,就越会产生柔和的撞击。

词汇与语法注释

  1. 881bτὸ διὰ κενῆς ῥίπτειν — 带有介词短语 διὰ κενῆς(通过虚空、在空中)的动词不定式短语的名词化,指手中不握任何物体(如石头)而进行投掷动作。
  2. 881bλιθάζοντα — 宾格单数阳性现在分词,与不定式 ῥίπτειν 的隐含主语(宾格)一致,表示“当人投掷石头时”。
  3. 881bὁμοίως δὲ τούτῳ καὶ ὁ πένταθλος πρὸς τοὺς ἁλτῆρας — 省略了谓语动词和介词补足语。对应前句的 οὐ γὰρ ἀπερείδεται πρὸς οὐδέν,需要补充理解为“五项全能运动员对待哑铃也是如此(有所依靠或反作用)”。
  4. 881bνοσηματικοὺς ποιεῖ τὰ περὶ τὴν κεφαλήν — 类似于双宾格的结构。ποιεῖ 的直接宾语是 τὰ περὶ τὴν κεφαλήν(头部周围的部位),而 νοσηματικούς 是宾语补足语(谓语性形容词),意为“使之易于生病”。
  5. 882aδακρύουσι τὰ ὄμματα — 不及物动词 δακρύουσι(流泪)伴随有作为关系宾格(或限定宾格)的 τὰ ὄμματα(关于眼睛)。或者也可以理解为 ὄμματα 是主语,与复数动词一致。

引用这一段

亚里士多德, 问题集 §5.8-5.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:5.8-5.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。