§5.38Διὰ τί δεῖ τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι, τοὺς δὲ χειμερινοὺς ἀλείμματι;
なぜ夏の疲労は入浴で、冬の疲労は油を塗ることで癒さなければならないのか。
ἢ τούτους μὲν διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολὰς θερμῷ δεῖ λύειν, ὃ ποιήσει ἀλεάζειν (τὸ δὲ ἔλαιον θερμὸν)·
あるいは、冬の疲労は、悪寒と生じる変化のために温かいもので解消すべきであり、それが身体を温めるからか(そして油は温かいものである)。
ἐν δὲ τῷ θέρει καθυγραίνειν.
これに対し、夏には身体を十分に湿らせるべきだからか。
ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ γίνονται φρῖκαι διὰ τὴν ἀλέαν.
なぜなら、季節が乾燥しており、暑さのために悪寒は生じないからである。
ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους·
そして、小食と大酒を飲むことは夏のものであり、一方は全体として、他方はより多く夏にふさわしい。 大酒を飲むことは乾燥のために全体として夏のものであり、小食は共通のものであるが、より夏にふさわしい。
ἐκθερμαίνεται γὰρ μᾶλλον διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων.
なぜなら、季節のゆえに、食べ物によって身体がより多く熱せられるからである。
§5.39Διὰ τί οἱ θέοντες εὐτόνως μάλιστα λαμβάνουσι σπάσματα, ὅταν τις θέουσιν αὐτοῖς ὑποστῇ;
なぜ、勢いよく走っている者たちは、走っている彼らの前に誰かが立ちふさがる時に、最も激しく痙攣を起こすのか。
ἢ ὅτι ταῦτα μάλιστα διασπᾶται, ἃ εἰς τοὐναντίον τε καὶ ἰσχυρῶς ἕλκεται καὶ κινεῖται;
あるいは、反対の方向へと強く引かれ、また動かされるものが、最も激しく裂けやすいからか。
ὅταν οὖν θέοντος καὶ σφοδρῶς ὠθουμένων τῶν μορίων εἰς τὸ πρόσθεν ὑποστῇ τις, συμβαίνει ἄμα ἀντισπᾶν εἰς τοὐναντίον, ἔτι φερομένων εἰς τοὔμπροσθεν, ὥστε ἡ σπάσις τοσούτῳ ἰσχυροτέρα γίνεται, ὅσῳ ἂν θέωσι σφοδρότερον.
それゆえ、走っている者、そして身体の諸部分が前方へと激しく押し進められている時に、誰かが立ちふさがると、それらがなお前方へと運ばれている間に、同時に反対方向へと引き戻されることが起こり、その結果、彼らがより激しく走れば走るほど、それだけ痙攣はより激しくなるからか。
§5.40Διὰ τί τῶν περιπάτων οἱ κατὰ τὰς ὁδοὺς ἀκοπώτεροί εἰσιν οἱ ἀνώμαλοι τῶν εὐθέων;
なぜ、道路に沿った散歩のうち、起伏のある散歩の方が、平坦な散歩よりも疲れが少ないのか。
ἢ διὰ τὸ τὴν φορὰν ὀρθὴν εἶναι κατὰ φύσιν παντὶ τῷ σώματι;
あるいは、身体全体にとって、動きが自然に従ってまっすぐであるからか。
οἱ δ’ ἐν τοῖς ὁμαλοῖς τῶν ἀνωμάλων κοπιωδέστεροι·
しかし、起伏のある散歩に比べて、平坦な道路での散歩はより疲れる。
τοῖς γὰρ αὐτοῖς μέρεσι τοὺς πόνους παρέχουσιν, οἱ δ’ ἐν τοῖς ἀνωμάλοις διαμερίζουσι μᾶλλον εἰς ἅπαν τὸ σῶμα.
なぜなら、平坦な道路では同じ部分に負担を与えるが、起伏のある道路での散歩では、負担を身体全体により多く分散させるからである。
αἱ δὲ ἀλέαι μᾶλλον ἰσχνοῦσι τῶν ἐν τοῖς ψύχεσιν·
他方、暑さの中での散歩は、寒さの中でのものよりも、より多く身体を引き締める。
τοῖς γὰρ ἔξω μέρεσι πλείονα τὸν πόνον παρέχονται· διὸ καὶ τοὺς ἱδρῶτας ἐμποιοῦντες ἰσχναίνουσιν.
なぜなら、外側の部分により多くの負担をもたらし、それゆえ汗を生じさせることで引き締めるからである。
οἱ δ’ ἐν τοῖς ψύχεσι στριφνοτέραν τὴν σάρκα ποιοῦσιν καὶ τῶν σιτίων ἐπιθυμητικωτέρους·
これに対して、寒さの中での散歩は、肉を引き締め、食物をよりいっそう欲するようにさせる。
τοῖς γὰρ ἔσω μέρεσιν τὴν αὔξησιν τοῦ θερμοῦ ποιοῦνται, καὶ δυσκινήτων γινομένων ὑπὸ τοῦ ψύχους τὸν μὲν ἔσω τόπον καθαίρουσι, τὴν θερμασίαν αὐξάνοντες ἐν αὐτῷ, τὴν δὲ σάρκα στερεὰν ποιοῦσιν, οὐ δυνάμενοι κρατεῖν διὰ πάσης αὐτῆς.
なぜなら、内側の部分に熱の増加をもたらし、寒さによって動きにくくなっているときに、内側の場所の熱を高めることでそこを浄化するが、肉全体を支配することはできないために、肉を固くするからである。
ὁμοίως οἱ ἀνάντεις τῶν κατάντων ἐπιπονώτεροι καὶ ἰσχναντικώτεροι.
同様に、上り坂の散歩は、下り坂の散歩よりも、より骨が折れ、より引き締める。
οἱ μὲν γὰρ ἀνάντεις τὴν ὀσφὺν μάλιστα ποιοῦσι πονεῖν, οἱ δὲ κατάντεις τοὺς μηρούς·
なぜなら、上り坂は腰を最も疲れさせ、下り坂は太ももを疲れさせるからである。
τοῖς γὰρ μηροῖς τὸ βάρος πᾶν ἐμπῖπτον κόπους εἴωθεν παρέχειν.
実際、太ももにすべての重みが加わることが、疲労をもたらすのが常だからである。
ἄνω γὰρ παρὰ φύσιν ὑπὸ τοῦ θερμοῦ βίᾳ φερόμενος ἐκθερμαίνει.
というのも、上り坂では、熱によって上へと自然に反して無理に身体が運ばれることで、ひどく熱するからである。
διὸ τούς τε ἱδρῶτας ἐμποιοῦσι, καὶ τὸ πνεῦμα μετεωρίζοντες ἰσχναίνουσιν, καὶ τὴν ὀσφὺν ὀδυνῶσιν·
それゆえ、汗を生じさせ、また呼吸を荒くすることで引き締め、そして腰を痛めさせる。
τὰ γὰρ σκέλη χαλεπῶς ἀναγόμενα τὴν ὀσφὺν κάμπτουσίν τε καὶ ἀνασπῶσιν, ὑφ’ ὧν ἀναγκάζονται μάλιστα πονεῖν.
なぜなら、脚が苦労して引き上げられる際に、腰を曲げ、また引き上げるが、これらによって腰は最も酷使されることを強いられるからである。
οἱ δ’ ἐν ἀντιτύποις περίπατοι τοῖς τε μυσὶ καὶ τοῖς τεταμένοις τῶν σκελῶν παρέχουσι κόπους·
他方、硬い地面での散歩は、筋肉と、脚の張っている部分に疲労を与える。
συντάσεις γὰρ ἐμποιοῦσι τοῖς νεύροις καὶ τοῖς μυσί, βιαίας γενομένης τῆς ἀπερείσεως αὐτοῖς.
なぜなら、そこへの踏み込みが強引なものとなるため、腱や筋肉に緊張を生じさせるからである。
οἱ δ’ ἐν τοῖς μαλακοῖς τοῖς ἄρθροις κοπιώδεις εἰσίν·
一方、柔らかい地面での散歩は、関節に疲労を与える。
τῶν γὰρ ἄρθρων πυκνὰς τὰς κάμψεις ποιοῦσιν, ἅτε ἐνδιδούσης τῆς βάσεως.
なぜなら、足元が沈み込むので、関節を頻繁に曲げることになるからである。
τὸ δ’ αὐτό ἐστι πρόβλημα.
これもまた同じ問題である。
§5.41Διὰ τί πρὸς τὰ σιμὰ χαλεπῶς βαδίζομεν;
なぜ、上り坂に向かって我々は歩くのが困難なのか。
ἢ διότι πᾶσα πορεία ἐξ ἄρσεως καὶ θέσεως συντελεῖται;
あるいは、すべての歩行は足を上げることと下ろすことから成り立っているからか。
τὸ μὲν οὖν ἆραι παρὰ φύσιν, τὸ δὲ θεῖναι κατὰ φύσιν, τὸ δὲ προσθεῖναι μεσότης·
ところで、上げることは自然に反しており、下ろすことは自然に従っており、前に進めることはその中間である。
ἐν δὲ τῷ πρὸς τὰ σιμὰ βαδίζειν πολὺ τὸ παρὰ φύσιν.
しかし、上り坂を歩くときには、自然に反することが多いからか。
§5.42Διὰ τί οἱ ἀφ’ ἵππων ἧττον πίπτουσιν;
なぜ、馬から落ちる人々はより少ないのか。
ἢ διὰ τὸ φοβεῖσθαι φυλάττονται μᾶλλον;
あるいは、恐れているために、よりいっそう注意するからか。