Humanitext Reader

亚里士多德 · 问题集 §5.38-5.42

依季节恢复疲劳与地面起伏对行走的影响

第 35 段,共 148 段 · 希腊语

内容简介

本节探讨了根据季节恢复疲劳的差异、急停时肌肉抽搐的原因、散步地面的起伏与软硬对身体的影响、上坡行走的困难以及为何从马上摔下来的人较少。

§5.38Διὰ τί δεῖ τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι, τοὺς δὲ χειμερινοὺς ἀλείμματι;
为什么夏天的疲劳必须通过沐浴来治疗,而冬天的疲劳必须通过涂油来治疗?
ἢ τούτους μὲν διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολὰς θερμῷ δεῖ λύειν, ὃ ποιήσει ἀλεάζειν (τὸ δὲ ἔλαιον θερμὸν)· ἐν δὲ τῷ θέρει καθυγραίνειν.
或者是因为后者由于寒颤和身体发生的变化,必须用温热的东西来消除,这会使人变暖(而油是温热的);而在夏天则必须充分润湿?
ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ γίνονται φρῖκαι διὰ τὴν ἀλέαν.
因为这个季节是干燥的,并且由于炎热不会发生寒颤。
ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνεται γὰρ μᾶλλον διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων.
少食和饮酒是夏天的事情,前者是完全如此,后者是更其如此;饮酒完全是因为夏天的干燥,而少食虽然是通用的,但在夏天更显重要;因为由于季节的原因,食物会使人更发热。
§5.39Διὰ τί οἱ θέοντες εὐτόνως μάλιστα λαμβάνουσι σπάσματα, ὅταν τις θέουσιν αὐτοῖς ὑποστῇ;
为什么用力奔跑的人,在奔跑时若有人挡在他们面前,最容易发生抽搐?
ἢ ὅτι ταῦτα μάλιστα διασπᾶται, ἃ εἰς τοὐναντίον τε καὶ ἰσχυρῶς ἕλκεται καὶ κινεῖται;
或者是因为,向相反方向被强力拉扯和移动的部分最容易断裂?
ὅταν οὖν θέοντος καὶ σφοδρῶς ὠθουμένων τῶν μορίων εἰς τὸ πρόσθεν ὑποστῇ τις, συμβαίνει ἄμα ἀντισπᾶν εἰς τοὐναντίον, ἔτι φερομένων εἰς τοὔμπροσθεν, ὥστε ἡ σπάσις τοσούτῳ ἰσχυροτέρα γίνεται, ὅσῳ ἂν θέωσι σφοδρότερον.
因此,当奔跑者且其身体各部分正猛烈向前推进时,若有人阻挡,就会发生在外力仍向前推进的同时,又被向相反方向拉扯的情况,结果奔跑得越猛烈,抽搐就越剧烈。
§5.40Διὰ τί τῶν περιπάτων οἱ κατὰ τὰς ὁδοὺς ἀκοπώτεροί εἰσιν οἱ ἀνώμαλοι τῶν εὐθέων;
为什么在沿路散步时,起伏不平的散步比平坦笔直的散步更不易疲劳?
ἢ διὰ τὸ τὴν φορὰν ὀρθὴν εἶναι κατὰ φύσιν παντὶ τῷ σώματι;
是因为对整个身体而言,其运动在自然上是挺直的吗?
οἱ δ’ ἐν τοῖς ὁμαλοῖς τῶν ἀνωμάλων κοπιωδέστεροι· τοῖς γὰρ αὐτοῖς μέρεσι τοὺς πόνους παρέχουσιν, οἱ δ’ ἐν τοῖς ἀνωμάλοις διαμερίζουσι μᾶλλον εἰς ἅπαν τὸ σῶμα.
然而,在平坦地面上的散步比在起伏地面上的散步更容易疲劳;因为前者把劳作加在相同的部位上,而后者则将负担更多地分散到整个身体。
αἱ δὲ ἀλέαι μᾶλλον ἰσχνοῦσι τῶν ἐν τοῖς ψύχεσιν· τοῖς γὰρ ἔξω μέρεσι πλείονα τὸν πόνον παρέχονται· διὸ καὶ τοὺς ἱδρῶτας ἐμποιοῦντες ἰσχναίνουσιν.
在炎热中散步比在寒冷中散步更能使人消瘦;因为前者给外部部位带来更多的劳作,从而通过产生汗水使人消瘦。
οἱ δ’ ἐν τοῖς ψύχεσι στριφνοτέραν τὴν σάρκα ποιοῦσιν καὶ τῶν σιτίων ἐπιθυμητικωτέρους· τοῖς γὰρ ἔσω μέρεσιν τὴν αὔξησιν τοῦ θερμοῦ ποιοῦνται, καὶ δυσκινήτων γινομένων ὑπὸ τοῦ ψύχους τὸν μὲν ἔσω τόπον καθαίρουσι, τὴν θερμασίαν αὐξάνοντες ἐν αὐτῷ, τὴν δὲ σάρκα στερεὰν ποιοῦσιν, οὐ δυνάμενοι κρατεῖν διὰ πάσης αὐτῆς.
相反,在寒冷中散步会使肌肉更加紧实,并使人更想吃东西;因为它们使内部部位的内部热量增加,并且在因寒冷而变得难以移动时,通过增加内部的热量来清洁内部,但由于无法控制全部肌肉,从而使肌肉变得坚实。
ὁμοίως οἱ ἀνάντεις τῶν κατάντων ἐπιπονώτεροι καὶ ἰσχναντικώτεροι.
同样,上坡散步比下坡散步更吃力,也更能使人消瘦。
οἱ μὲν γὰρ ἀνάντεις τὴν ὀσφὺν μάλιστα ποιοῦσι πονεῖν, οἱ δὲ κατάντεις τοὺς μηρούς· τοῖς γὰρ μηροῖς τὸ βάρος πᾶν ἐμπῖπτον κόπους εἴωθεν παρέχειν.
因为上坡最使腰部疲劳,而下坡最使大腿疲劳;因为所有的重量都落在双腿上,通常会带来疲劳。
ἄνω γὰρ παρὰ φύσιν ὑπὸ τοῦ θερμοῦ βίᾳ φερόμενος ἐκθερμαίνει.
因为在上坡时,身体在热量的作用下被迫违反自然地向上移动,从而被彻底加热。
διὸ τούς τε ἱδρῶτας ἐμποιοῦσι, καὶ τὸ πνεῦμα μετεωρίζοντες ἰσχναίνουσιν, καὶ τὴν ὀσφὺν ὀδυνῶσιν· τὰ γὰρ σκέλη χαλεπῶς ἀναγόμενα τὴν ὀσφὺν κάμπτουσίν τε καὶ ἀνασπῶσιν, ὑφ’ ὧν ἀναγκάζονται μάλιστα πονεῖν.
因此,它们会产生汗水,并通过使呼吸急促来使人消瘦,并使腰部疼痛;因为双腿艰难地抬起时,会弯曲并拉起腰部,腰部因此被迫承受最大的劳作。
οἱ δ’ ἐν ἀντιτύποις περίπατοι τοῖς τε μυσὶ καὶ τοῖς τεταμένοις τῶν σκελῶν παρέχουσι κόπους· συντάσεις γὰρ ἐμποιοῦσι τοῖς νεύροις καὶ τοῖς μυσί, βιαίας γενομένης τῆς ἀπερείσεως αὐτοῖς.
另一方面,在坚硬地面上的散步给肌肉和腿部拉紧的部位带来疲劳;因为由于对它们的踩踏是剧烈的,它们在腱和肌肉中产生了紧张。
οἱ δ’ ἐν τοῖς μαλακοῖς τοῖς ἄρθροις κοπιώδεις εἰσίν· τῶν γὰρ ἄρθρων πυκνὰς τὰς κάμψεις ποιοῦσιν, ἅτε ἐνδιδούσης τῆς βάσεως.
而在柔软地面上的散步则对关节造成疲劳;因为由于落脚点会陷下去,它们使关节频繁弯曲。
τὸ δ’ αὐτό ἐστι πρόβλημα.
这也是同一个问题。
§5.41Διὰ τί πρὸς τὰ σιμὰ χαλεπῶς βαδίζομεν;
为什么我们向陡坡行走时会感到困难?
ἢ διότι πᾶσα πορεία ἐξ ἄρσεως καὶ θέσεως συντελεῖται;
是因为所有的步行都是通过抬起和放下脚来完成的吗?
τὸ μὲν οὖν ἆραι παρὰ φύσιν, τὸ δὲ θεῖναι κατὰ φύσιν, τὸ δὲ προσθεῖναι μεσότης·
抬起脚是违反自然的,而放下脚是符合自然的,至于向前迈步则是介于两者之间。
ἐν δὲ τῷ πρὸς τὰ σιμὰ βαδίζειν πολὺ τὸ παρὰ φύσιν.
但在上坡步行时,违反自然的部分很多。
§5.42Διὰ τί οἱ ἀφ’ ἵππων ἧττον πίπτουσιν;
为什么从马上摔下来的人比较少?
ἢ διὰ τὸ φοβεῖσθαι φυλάττονται μᾶλλον;
是因为害怕,所以更加小心吗?

词汇与语法注释

  1. 885aκαθυγραίνειν — 该不定式依赖于前句的无人称动词 δεῖ,表示在夏天有必要(或应当)对身体进行“充分润湿”。
  2. §5.39ὑποστῇ τις — 由不定过去时虚拟语气 ὑποστῇ(ὑφίστημι 的单数第三人称)和不定代名词 τις 组成,表示“有人阻挡或挡在路中”这一假设的时间条件。
  3. §5.40οἱ δ’ ἐν τοῖς ὁμαλοῖς — 冠词 οἱ 指代前文的 οἱ περίπατοι(散步),在 τοῖς ὁμαλοῖς 之后省略了表示道路或地方的名词(如 ὁδοῖς 或 τόποις)。
  4. §5.41τὸ δὲ προσθεῖναι — 带有冠词的不定式(名词性用法),意为“向前迈步”或“把脚并拢”,被定位为步行中抬脚与落脚之间的中间阶段。

引用这一段

亚里士多德, 问题集 §5.38-5.42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:5.38-5.42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。