§5.19Διὰ τί ποτε ἀναβαίνοντες μὲν τὰ γόνατα πονοῦμεν, καταβαίνοντες δὲ τοὺς μηρούς;
なぜ上るときには膝が痛くなり、下るときには太腿が痛くなるのか。
ἢ ὅτι ὅταν μὲν ἀναβαίνωμεν, ἀναρριπτοῦμεν ἄνω τὸ σῶμα, καὶ ἡ σπάσις πολλὴ τοῦ σώματος καὶ ἡ ἀπὸ τῶν γονάτων γίνεται, διὸ πονοῦμεν τὰ γόνατα·
あるいは、上るときには身体を上へと押し上げるため、身体の引張も膝から生じる引張も大きくなり、それゆえに膝が痛くなるからか。
ἐν δὲ τοῖς κατάντεσι, διὰ τὸ ὑποφέρεσθαι τοῖς σκέλεσι, τοῖς μηροῖς ἀποστηριζόμενοι πονοῦμεν αὐτούς.
他方、下り坂では、脚が下へと流されてしまうため、太腿で支えることによって太腿を痛めるからか。
εἶθ’ ἅπαν τὸ παρὰ φύσιν γινόμενον πόνον καὶ λύπην παρασκευάζει.
さらに、自然に反して生じることはすべて、痛みと苦痛をもたらす。
ἔστι δὲ τὸ κατὰ φύσιν τοῖς μὲν γόνασιν ἡ εἰς τὸ πρόσθεν κλάσις, τοῖς δὲ μηροῖς ἡ εἰς τοὔπισθεν.
そして、膝にとって自然なことは前方への屈曲であり、太腿にとっては後方への屈曲である。
ἐν μὲν οὖν τοῖς ἀνάντεσι τὰ γόνατα κλᾶται εἰς τοὔπισθεν διὰ τὸ ἀποστηρίζεσθαι βούλεσθαι, ἐν τοῖς κατάντεσι δ’ οἱ μηροὶ εἰς τοὔμπροσθεν κλῶνται διὰ τὸ προπετὲς ἡμῶν εἶναι τὸ σῶμα.
したがって、上り坂では、膝は自らを支えようと欲するために後方へと曲げられ、下り坂では、我々の身体が前傾しているために、太腿が前方へと曲げられるからか。
§5.20Διὰ τί ποτε ἐν ταῖς ὁδοῖς τῶν μηρῶν τὸ μέσον μάλιστα πονοῦμεν;
なぜ歩行中に、太腿の中ほどが最も痛むのか。
ἢ ὅτι παντὸς μακροῦ καὶ ἑνὸς ὄντος, ἐστηριγμένου δὲ τοῦ μέσου ὁ πόνος μάλιστα γίνεται;
あるいは、長くかつ単一であるすべてのものにおいて、中ほどが支えられているときに、最も痛みが起こるからか。
διὸ καὶ κατάγνυται μάλιστα ἐντεῦθεν.
それゆえ、まさにそこから最も折れやすいのである。
ὁ δὲ μηρός ἐστι τοιοῦτον·
そして太腿はまさにそのようなものである。
διὸ καὶ τὸ μέσον αὐτοῦ μάλιστα πονοῦμεν.
それゆえ、その中ほどが最も痛むのである。
§5.21Διὰ τί οἱ ὑγροὶ ταχὺ πνίγονται πονήσαντες καὶ ὑπὸ τοῦ καύματος;
なぜ水分の多い体質の人々は、労働したときや暑さによって、すぐに息苦しくなるのか。
ἢ ὅτι ἐκθερμαινόμενον τὸ ὑγρὸν ἀὴρ γίνεται, καὶ κάει μᾶλλον τὸ πλέον;
あるいは、水分が温められると空気になり、その量が多いほどより強く燃えるからか。
ὅταν οὖν μὴ δύνηται ὑπεξάγειν διὰ τὸ πλῆθος, οὐ γίνεται κατάψυξις, ὥστε ταχὺ ἐκπυροῦται ὑπὸ τοῦ συμφύτου καὶ ἐπικτήτου θερμοῦ.
したがって、量が多いためにそれを排出できないとき、冷却が行われず、その結果、生まれつきの熱と後天的な熱によって、すぐに燃え上がってしまうからか。
διὸ καὶ οἱ γινόμενοι ἱδρῶτες τοῖς γυμναζομένοις καὶ ὅλως τοῖς πονοῦσιν καὶ ἡ τοῦ πνεύματος ἔξοδος ὠφέλιμον·
それゆえ、運動する人々や一般に労作する人々に生じる汗や、息の排出は有益なのである。
διακρινομένου γὰρ καὶ λεπτυνομένου τοῦ ὑγροῦ πνεῦμα γίνεται.
なぜなら、水分が分離され希薄化されると、息になるからである。
§5.22Διὰ τί τὰ σύμμετρα τῶν σωμάτων κάμνει τε πολλάκις καὶ ἀπαλλάττει ῥᾷον;
なぜ均整の取れた身体は、しばしば病気になるが、より容易に回復するのか。
ἢ διὰ ταὐτὸ ἄμφω;
あるいは、両者は同じ原因によるのか。
ὁμαλὸν γὰρ τὸ σύμμετρον, τὸ δὲ ὁμαλὸν ὁμοπαθέστερον·
なぜなら、均整の取れたものは一様であり、一様なものはより同調して影響を受けやすいからである。
ἐὰν οὖν τι πονήσῃ μέρος, εὐθὺς συμπονεῖ τὸ ὅλον.
したがって、もしどこか一部が痛むと、すぐに全体が共に痛む。
τὸ δὲ ἀσύμμετρον, ἅτε μᾶλλον ἀπηρτημένον, οὐ συναπολαύει τῶν μερῶν.
これに対して、不均整なものは、より互いに切り離されているために、諸部分の痛みに同調することがない。
κάμνει μὲν οὖν πολλάκις διὰ τοῦτο, ῥᾷον δὲ ἀπαλλάττει, ὅτι πᾶν κοινωνεῖ τὸ σῶμα·
それゆえ、均整の取れた身体はこのためにしばしば病気になるが、より容易に回復するのは、身体全体が共有しているからである。
εἰς πλείω γὰρ διανεμόμενον τὸ πάθος γίνεται ἀσθενέστερον, ὥστε εὐαπαλλακτότερον.
というのも、苦痛がより多くの部分に分散されることで、より弱くなり、その結果、より容易に脱しうるものになるからである。
τὸ δὲ ἀσύμμετρον, ἅτε οὐ κοινωνοῦν τοῖς μέρεσιν, ἐλαττονάκις μὲν κάμνει, χαλεπώτερον δὲ ἀπαλλάττει·
不均整な身体は、諸部分と共有しないために、病気になることはより少ないが、回復するのはより困難である。
σφοδρὸν γὰρ τὸ πάθος.
なぜなら、その苦痛は激しいからである。
§5.23Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ἢ τὴν ἀνώμαλον;
なぜ平坦な道では、起伏のある道よりも疲れるのに、平坦な道の方が起伏のある道よりも速く歩くのか。
ἢ ὅτι ἀκοπώτατον μὲν τὸ μὴ ἀεὶ. . . ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον, θᾶττον δὲ πορεύονται, ὅπου ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττων ἡ ἀναφορά.
あるいは、最も疲れないのは、常に[同じ動きをしない]ことであり、これが起伏のある歩行においてより多く起こるからであり、他方、同じ時間において身体の持ち上げがより少ない場所において、より速く進むからか。
ἐν μὲν οὖν τῷ ὁμαλεῖ μικρὰ ἡ ἄρσις καὶ πυκνή, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον.
それゆえ、平坦な道では持ち上げることが小さく、かつ頻繁であり、起伏のある道ではその反対である。
τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον πολὺ γίνεται παρὰ πολλάς.
そして、一歩ごとに行われる小さな動作も、多くの歩みを経ると、大きなものになるからである。
§5.24Διὰ τί καταβαίνοντες μὲν τὰ κατάντη τοὺς μηροὺς μάλιστα πονοῦμεν, ἀναβαίνοντες δὲ τὰς κνήμας;
なぜ下り坂を下るときには太腿が最も痛み、上り坂を上るときには下腿が最も痛むのか。
ἢ ὅτι ἀναβαίνοντες μὲν τῷ αἴρειν τὸ σῶμα;
あるいは、上るときには身体を持ち上げることによるのか。
ἅπαν γὰρ γίνεται φορτίον τὸ σῶμα.
身体全体が重荷になるからである。
ᾧ οὖν ἅπαν ἐπίκειται καὶ ᾧ αἴρομεν, τοῦτο μάλιστα πονεῖ.
したがって、全体がのしかかり、かつそれによって我々が持ち上げる部分が、最も痛む。
ἡ δὲ κνήμη τοῦτο.
そして、下腿がこれである。
ἔσχατον γάρ, μῆκος ἔχον, καὶ οὐχ ὥσπερ ὁ ποὺς πλάτος ἔχει·
なぜなら、それは末端にあり、長さを持ち、足のように幅を持っていないため、揺らぐからである。
διὸ σαλεύεται.
したがって、我々が肩で重荷を動かし、その上に重荷を載せるようなものである。
ὥστε οἷον τῷ ὤμῳ τὰ βάρη κινοῦμεν, καὶ ἐπὶ τούτῳ ἔχομεν. τοιγαροῦν καὶ πονοῦμεν τὸν ὦμον μάλιστα.
それゆえにこそ、まさに肩が最も痛むのである。
καταβαίνοντες δὲ τῷ ἐμπίπτειν τὸ σῶμα κάτω καὶ προωθεῖν παρὰ φύσιν ὁ πόνος ἐστίν, ὥστεᾧ ᾧ μάλιστα ἐπιπίπτει καὶ σαλεύει, τοῦτο παρέχει τὸν πόνον.
他方、下るときには、身体が下へと落ち込み、かつ前へと押し出されることが自然に反しているために痛むのであり、したがって、最も強くのしかかり、かつ揺らぐ部分が、その痛みをもたらすのである。
ἡ μὲν οὖν κνήμη μένει, τὸ δὲ βάρος ὁ θώραξ γίνεται·
それゆえ、下腿は留まり、胴体が重荷となる。
ὁ δὲ μηρὸς δέχεταί τε καὶ σαλεύεται διὰ τὸ μῆκός τε ἔχειν καὶ στρέφεσθαι ἄνωθεν, ᾗ ὁ θώραξ ἐπιπίπτει.
そして太腿は、長さがあること、および胴体がのしかかる上部から回転することによって、その重荷を受け止め、かつ揺らぐからである。