Humanitext Reader

亚里士多德 · 问题集 §5.19-5.24

上下坡行走对下肢的负荷与不同路况的疲劳

第 32 段,共 148 段 · 希腊语

内容简介

本章节讨论了在上下坡及行走时膝盖、大腿和小腿所承受的物理负荷差异,多湿体质在劳累与受热时产生窒息的机制,均称身体易病却易愈的原理,以及在平坦路面与崎岖路面行走时疲劳感的不同。

§5.19Διὰ τί ποτε ἀναβαίνοντες μὲν τὰ γόνατα πονοῦμεν, καταβαίνοντες δὲ τοὺς μηρούς;
为什么我们在上坡时膝盖会痛,而在下坡时大腿会痛?
ἢ ὅτι ὅταν μὲν ἀναβαίνωμεν, ἀναρριπτοῦμεν ἄνω τὸ σῶμα, καὶ ἡ σπάσις πολλὴ τοῦ σώματος καὶ ἡ ἀπὸ τῶν γονάτων γίνεται, διὸ πονοῦμεν τὰ γόνατα· ἐν δὲ τοῖς κατάντεσι, διὰ τὸ ὑποφέρεσθαι τοῖς σκέλεσι, τοῖς μηροῖς ἀποστηριζόμενοι πονοῦμεν αὐτούς.
是因为当我们上坡时,我们将身体向上托起,身体的拉伸感很强,且这种拉伸来自膝盖,所以我们膝盖痛;而在下坡时,由于双腿被向下拖曳,我们用大腿支撑身体,从而导致大腿疼痛吗?
εἶθ’ ἅπαν τὸ παρὰ φύσιν γινόμενον πόνον καὶ λύπην παρασκευάζει.
此外,一切反自然发生的事情都会带来痛苦和不适。
ἔστι δὲ τὸ κατὰ φύσιν τοῖς μὲν γόνασιν ἡ εἰς τὸ πρόσθεν κλάσις, τοῖς δὲ μηροῖς ἡ εἰς τοὔπισθεν.
而对于膝盖来说,自然的是向前弯曲,而对于大腿来说,则是向后弯曲。
ἐν μὲν οὖν τοῖς ἀνάντεσι τὰ γόνατα κλᾶται εἰς τοὔπισθεν διὰ τὸ ἀποστηρίζεσθαι βούλεσθαι, ἐν τοῖς κατάντεσι δ’ οἱ μηροὶ εἰς τοὔμπροσθεν κλῶνται διὰ τὸ προπετὲς ἡμῶν εἶναι τὸ σῶμα.
因此,在上坡时,膝盖因为想要支撑身体而向后弯曲,而在下坡时,由于我们的身体前倾,大腿被向前弯曲吗?
§5.20Διὰ τί ποτε ἐν ταῖς ὁδοῖς τῶν μηρῶν τὸ μέσον μάλιστα πονοῦμεν;
为什么我们在走路时,大腿的中部最疼?
ἢ ὅτι παντὸς μακροῦ καὶ ἑνὸς ὄντος, ἐστηριγμένου δὲ τοῦ μέσου ὁ πόνος μάλιστα γίνεται;
是因为对于所有长而单一的东西,当中部承受支撑时,疼痛最容易发生吗?
διὸ καὶ κατάγνυται μάλιστα ἐντεῦθεν.
因此,它也最容易从该处折断。
ὁ δὲ μηρός ἐστι τοιοῦτον· διὸ καὶ τὸ μέσον αὐτοῦ μάλιστα πονοῦμεν.
而大腿就是这样的东西;因此我们也最痛其大腿中部。
§5.21Διὰ τί οἱ ὑγροὶ ταχὺ πνίγονται πονήσαντες καὶ ὑπὸ τοῦ καύματος;
为什么水分多的人在劳累时和在烈日下很快就会窒息?
ἢ ὅτι ἐκθερμαινόμενον τὸ ὑγρὸν ἀὴρ γίνεται, καὶ κάει μᾶλλον τὸ πλέον;
是因为水分受热后变成空气,且水分越多燃烧得越厉害吗?
ὅταν οὖν μὴ δύνηται ὑπεξάγειν διὰ τὸ πλῆθος, οὐ γίνεται κατάψυξις, ὥστε ταχὺ ἐκπυροῦται ὑπὸ τοῦ συμφύτου καὶ ἐπικτήτου θερμοῦ.
因此,当他们由于数量过多而无法排出时,冷却便无法进行,结果很快就会被天生和后天的热量所烧灼。
διὸ καὶ οἱ γινόμενοι ἱδρῶτες τοῖς γυμναζομένοις καὶ ὅλως τοῖς πονοῦσιν καὶ ἡ τοῦ πνεύματος ἔξοδος ὠφέλιμον· διακρινομένου γὰρ καὶ λεπτυνομένου τοῦ ὑγροῦ πνεῦμα γίνεται.
所以,在锻炼的人以及一般在劳作的人身上产生的汗水,以及气体的排出是有益的;因为当水分被分离和稀释时,它就变成了气体。
§5.22Διὰ τί τὰ σύμμετρα τῶν σωμάτων κάμνει τε πολλάκις καὶ ἀπαλλάττει ῥᾷον;
为什么均称的身体既容易经常生病,又更容易康复?
ἢ διὰ ταὐτὸ ἄμφω;
或者两者是出于同一个原因?
ὁμαλὸν γὰρ τὸ σύμμετρον, τὸ δὲ ὁμαλὸν ὁμοπαθέστερον· ἐὰν οὖν τι πονήσῃ μέρος, εὐθὺς συμπονεῖ τὸ ὅλον.
因为均称的东西是一致的,而一致的东西更容易同感;因此,如果某个部分受苦,整体便会立刻一同受苦。
τὸ δὲ ἀσύμμετρον, ἅτε μᾶλλον ἀπηρτημένον, οὐ συναπολαύει τῶν μερῶν.
而失衡的身体,由于更加分离,并不共享其部分的痛苦。
κάμνει μὲν οὖν πολλάκις διὰ τοῦτο, ῥᾷον δὲ ἀπαλλάττει, ὅτι πᾶν κοινωνεῖ τὸ σῶμα· εἰς πλείω γὰρ διανεμόμενον τὸ πάθος γίνεται ἀσθενέστερον, ὥστε εὐαπαλλακτότερον.
所以它因此经常生病,但康复得更容易,是因为整个身体都在共同分担;因为痛苦被分配到更多的部分,就变得更弱,从而更容易消除。
τὸ δὲ ἀσύμμετρον, ἅτε οὐ κοινωνοῦν τοῖς μέρεσιν, ἐλαττονάκις μὲν κάμνει, χαλεπώτερον δὲ ἀπαλλάττει· σφοδρὸν γὰρ τὸ πάθος.
而失衡的身体由于不与各个部分共享,虽然生病较少,但康复起来却更困难;因为其痛苦是剧烈的。
§5.23Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ἢ τὴν ἀνώμαλον;
为什么在平坦的道路上比在崎岖的道路上更容易疲劳,但在平坦的道路上却比在崎岖的道路上走得更快?
ἢ ὅτι ἀκοπώτατον μὲν τὸ μὴ ἀεὶ. . . ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον, θᾶττον δὲ πορεύονται, ὅπου ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττων ἡ ἀναφορά.
是因为最不容易疲劳的是不总是[以相同方式运动],而这在崎岖的步行中发生得更多,而在相同时间内身体抬起较少的地方,人们走得更快吗?
ἐν μὲν οὖν τῷ ὁμαλεῖ μικρὰ ἡ ἄρσις καὶ πυκνή, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον.
因此,在平坦的道路上,抬脚幅度小而频繁,在崎岖的道路上则相反。
τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον πολὺ γίνεται παρὰ πολλάς.
而每一步所产生的影响,在走了很多步之后就会变得很大。
§5.24Διὰ τί καταβαίνοντες μὲν τὰ κατάντη τοὺς μηροὺς μάλιστα πονοῦμεν, ἀναβαίνοντες δὲ τὰς κνήμας;
为什么我们在走下坡路时大腿最疼,而在爬坡时小腿最疼?
ἢ ὅτι ἀναβαίνοντες μὲν τῷ αἴρειν τὸ σῶμα;
是因为在爬坡时,这是由于抬起身体吗?
ἅπαν γὰρ γίνεται φορτίον τὸ σῶμα.
因为整个身体都变成了负担。
ᾧ οὖν ἅπαν ἐπίκειται καὶ ᾧ αἴρομεν, τοῦτο μάλιστα πονεῖ.
因此,整个身体所压在其上、且我们用以抬起身体的部分,疼痛最剧烈。
ἡ δὲ κνήμη τοῦτο.
而小腿就是这个部分。
ἔσχατον γάρ, μῆκος ἔχον, καὶ οὐχ ὥσπερ ὁ ποὺς πλάτος ἔχει· διὸ σαλεύεται.
因为它处于末端,具有长度,而不像脚那样具有宽度;因此它会摇晃。
ὥστε οἷον τῷ ὤμῳ τὰ βάρη κινοῦμεν, καὶ ἐπὶ τούτῳ ἔχομεν.
所以,这就像我们用肩膀移动重物,并把重物置于其上一样。
τοιγαροῦν καὶ πονοῦμεν τὸν ὦμον μάλιστα.
因此,我们肩膀也最疼。
καταβαίνοντες δὲ τῷ ἐμπίπτειν τὸ σῶμα κάτω καὶ προωθεῖν παρὰ φύσιν ὁ πόνος ἐστίν, ὥστεᾧ ᾧ μάλιστα ἐπιπίπτει καὶ σαλεύει, τοῦτο παρέχει τὸν πόνον.
但在下坡时,由于身体向下坠落并向前推移是违背自然的,所以产生疼痛,从而身体压得最厉害且摇晃的部分,带来了疼痛。
ἡ μὲν οὖν κνήμη μένει, τὸ δὲ βάρος ὁ θώραξ γίνεται· ὁ δὲ μηρὸς δέχεταί τε καὶ σαλεύεται διὰ τὸ μῆκός τε ἔχειν καὶ στρέφεσθαι ἄνωθεν, ᾗ ὁ θώραξ ἐπιπίπτει.
因此,小腿保持固定,而躯干变成了负担;而大腿既承受了负担,又因为具有长度并从上方旋转而发生摇晃。

词汇与语法注释

  1. §5.19διὰ τὸ ὑποφέρεσθαι τοῖς σκέλεσι — 在由介词 `διά` 引导的带冠词不定式结构 `τὸ ὑποφέρεσθαι` 中,与格 `τοῖς σκέλεσι` 作被动或中动不定式 `ὑποφέρεσθαι` 的逻辑主语(“因为双腿被向下拖曳”)。在此处,鉴于其描述的是下坡时双腿因重力不由自主地向下流动的状态,将其视为逻辑主语更为自然。
  2. §5.20παντὸς μακροῦ καὶ ἑνὸς ὄντος — 独立于主句主语 `ὁ πόνος` 的属格绝对结构(独立属格)。此处并列了两个绝对属格结构:`παντὸς μακροῦ καὶ ἑνὸς ὄντος`(“当所有东西既长且单一时”)以及紧随其后的 `ἐστηριγμένου δὲ τοῦ μέσου`(“而中部受到支撑时”),用以解释大腿所处的物理力学条件。
  3. §5.23τὸ μὴ ἀεὶ ... — 此处文本存在残缺(脱文)。根据紧随其后的短语 `ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον`(“在崎岖的步行中发生得更多”)的上下文关系,可以推测残缺部分漏掉了否定重复动作的内容(例如 `τὸ αὐτὸ κινεῖσθαι`,“以相同方式运动”等不定式短语)。补全后,方能确立“不总是重复相同动作最不易疲劳”这一论点。

引用这一段

亚里士多德, 问题集 §5.19-5.24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:5.19-5.24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。