§5.14Διὰ τί τὰ μὲν ἄλλα τριβόμενα σαρκοῦνται μέρη, ἡ δὲ γαστὴρ λεπτοτέρα γίνεται;
为什么其他部位在按摩(摩擦)时会变得丰满,而腹部却变得更瘦?
ἢ οὐδὲ αὐτὴ ἐκ προσαγωγῆς, ἀλλὰ στιφροτέρα;
或者,腹部本身也不是通过积聚(肉)而是变得更紧实?
οὐ μὴν ἀλλ’ οὐχ ὁμοίως γε καὶ ἡ σάρξ, διὸ καὶ τὸ πρόβλημά ἐστιν.
然而,它确实不像肌肉那样(长肉),因此也产生了这个问题。
ὅλως γὰρ ἐν τοῖς γυμνασίοις καὶ πόνοις μάλιστα λεπτύνεται ἡ γαστήρ.
因为总的来说,在体育锻炼和劳累中,腹部最容易变瘦。
αἴτιον δ’ ὅτι τὰ πίονα θερμαινόμενα τήκεται, καὶ τὰ φύσει τάσιν ἔχοντα μᾶλλον.
其原因在于,脂肪物质受热就会融化,尤其是那些自然具有张力的物质。
τὸ δὲ δέρμα ἐστὶ φύσει ἔχον τάσιν· ἀλλὰ διὰ τὸ πιαίνεσθαι τάχιστα ἀεί τινα ἔχει πιότητα, ἐὰν μὴ κάμνῃ τινὰ νόσον.
而皮肤自然具有张力;但由于它极易变胖,除非生病,否则总是带有一定的脂肪。
αἴτιον δὲ τούτου ὅτι ἐγγύς ἐστιν τῆς τροφῆς.
其原因在于它接近食物。
ἐπεὶ οὖν ὅλως ἡ πιμελὴ οὐκ ἔστιν φύσει, ἀλλ’ ἐπίκτητον, καὶ οὐ τῶν ἀναγκαίων μερῶν ὥσπερ ἡ σάρξ, καὶ ἡ τῶν γυμνασίων κίνησις καὶ ἡ τῆς τρίψεως θερμαίνουσαι τήκουσιν αὐτὴν καὶ τὴν τροφὴν ἐκπλεονάζουσαν νέμουσιν τοῖς ἄλλοις μορίοις.
因此,既然脂肪一般来说不是天生的而是后天获得的,不像肌肉那样属于必需的部位,那么体育锻炼的运动和按摩的运动就会通过加热使其融化,并将多余的食物(营养)分配给其他部位。
διὸ αἱ μὲν καθέδραι τὴν κοιλίαν πιαίνουσι, τὸ δ’ ἄλλο σῶμα λεπτύνουσιν, αἱ δὲ κινήσεις καὶ αἱ τρίψεις τὴν μὲν κοιλίαν λεπτύνουσι, τὸ δ’ ἄλλο σῶμα παχύνουσιν.
所以,久坐会让腹部变胖而使身体其他部位变瘦,而运动和按摩则让腹部变瘦而使身体其他部位变丰满。
§5.15Διὰ τί ἐκ τῶν μακρῶν καὶ σφοδρῶν ὁδῶν καὶ δρόμων, ὅταν στῇ τις ἐπ’ ἄκρων τῶν δακτύλων, σείονται τῶν ποδῶν αἱ πτέρναι καὶ σπᾶται κάτω προπετῶς;
为什么在长距离且剧烈的行走或奔跑后,当人停下来并踮起脚尖时,脚后跟会发抖,并向前倾斜着向下抽搐?
ἢ διὰ τὴν συνέχειαν καὶ σφοδρότητα τῆς κινήσεως οὐκ ἀναπαύεται ὁ σεισμὸς τῷ ἀνθρώπῳ τῶν νεύρων;
是因为由于运动的连续性和剧烈性,人体内肌腱的颤抖无法平息吗?
τοῦ μὲν γὰρ ὅλου σώματος κρατεῖ ἡ ψυχὴ πολλάκις, μορίων δ’ οὔ, ὁπόταν πως κινηθῇ, οἷον καὶ καρδίας καὶ αἰδοίου.
因为灵魂虽然经常控制整个身体,但在某些部位以某种方式运动时却无法控制它们,例如心脏和生殖器。
αἴτιον δ’ ὅτι πνεῦμα πολὺ περὶ τὰ νεῦρα ἐκκαίεται, ὃ οὐχ ἅμα ἐκψύχεται στάντι.
其原因在于,大量精气(普纽马)在肌腱周围受热,当人停下来时,它并不会立刻冷却下来。
τοῦτο οὖν σεῖον ὥσπερ ὑποσπῶν τῇ κινήσει κατασπᾶται καὶ τοῦ πορρωτάτω ἥκιστα ποιεῖ κρατεῖν· τοιοῦτον δὲ αἱ πτέρναι, οἷον τοῖς ὀργιζομένοις τὸ κάτω χεῖλος.
因此,这种震动并仿佛通过其运动削弱(足底)的精气,将它们向下牵拉,使得(灵魂)最难控制最遥远的部位;脚后跟就是这样的部位,就像发怒者抖动的下唇一样。
§5.16Διὰ τί οἱ μὴ σφόδρα συντόνως τρέχοντες ἐν τῷ ῥυθμῷ ἀναπνέουσιν;
为什么那些跑得不是很剧烈的人会合着节奏呼吸?
πότερον ὅτι πᾶς ῥυθμὸς ὡρισμένῃ μετρεῖται κινήσει, τοιαύτη δ’ ἐστὶν ἡ δι’ ἴσου οὖσα, ὅπερ οἱ τροχάζοντες ποιοῦσιν.
是因为所有的节奏都是由特定的运动来衡量的,而这种运动是等间隔的,这正是慢跑者所做的吗?
ἅμα οὖν ἀρχόμενοι τροχάζειν ἀναπνέουσιν, ὥστε τὴν ἀναπνοὴν δι’ ἴσου γινομένην, διὰ τὸ τῇ ἴσῃ κινήσει μετρεῖσθαι, ῥυθμὸν ποιεῖν.
因此,他们一开始慢跑就进行呼吸,从而使等间隔进行的呼吸由于被相等的运动所衡量而产生节奏。
ἢ ὅτι πᾶσα μὲν ἁπλῶς ἀναπνοὴ δι’ ἴσου γίνεται τοῖς κατὰ φύσιν αὐτῇ χρωμένοις καὶ μὴ κατέχουσιν;
或者是因为,对于自然呼吸且不屏气的人来说,简直所有的呼吸都是等间隔进行的?
καθημένοις μὲν οὖν καὶ βαδίζουσι μετρίας οὔσης τῆς τοῦ σώματος κινήσεως, οὐκ εὔδηλος ὁ ῥυθμὸς γίνεται· συντόνως δὲ τρέχουσιν, οὐ παρακολουθούσης τῇ κινήσει τῆς αἰσθήσεως, οὐ δυνάμεθα συνορᾶν τὸν τῆς ἀναπνοῆς ῥυθμόν.
当人们坐着和散步时,由于身体的运动温和,这种节奏并不明显;而当人们剧烈奔跑时,由于感觉跟不上运动,我们无法看清呼吸的节奏。
ἐν δὲ τῷ μετρίως τροχάζειν μέτρον ἡ κίνησις αἰσθητὸν τῆς ἀναπνοῆς ποιοῦσα τὸν ῥυθμὸν δηλοῖ.
但在适度慢跑中,运动为呼吸提供了一个可感觉到的衡量标准,从而显明了其节奏。
§5.17Διὰ τί ἐν τῷ τροχάζειν ἐκπνευματοῦσθαι δοκεῖ ἡμῖν ὁ ἀήρ;
为什么在慢跑时,空气在我们看来似乎变成了风?
πότερον ὅτι κινούμενοι διὰ τοῦ τροχάζειν τὸν συνεχῆ τοῖς σώμασιν ἡμῶν ἀέρα κινοῦμεν, ὅ ἐστι πνεῦμα;
是因为通过慢跑运动,我们使与身体接触的空气运动起来,而这就是风(精气)吗?
διόπερ οὐ δοκεῖ μόνον, ἀλλὰ καὶ κατ’ ἀλήθειαν ἐκπνευματοῦται ὁ ἀήρ;
因此,不仅看起来如此,而且实际上空气确实变成了风。
ἢ διότι τροχάζοντες προσκόπτομεν τῷ ἀέρι, τούτου δὲ συμβαίνοντος μᾶλλον αἴσθησιν λαμβάνομεν τοῦ ἀέρος διὰ τῆς κινήσεως;
或者是因为,通过慢跑我们撞击空气,而当这种情况发生时,我们通过运动对空气产生了更强的感知?
εἰκότως οὖν ἡμῖν ἐκπνευματοῦσθαι δοκεῖ· τοῦτο γὰρ συμβαίνει διὰ τὴν φοράν.
所以,空气在我们看来似乎变成了风是理所当然的;因为这是由于我们的移动而发生的。
§5.18Διὰ τί μᾶλλον θέοντες ἢ βαδίζοντες πίπτουσιν;
为什么人们在奔跑时比行走时更容易摔倒?
〈ἢ〉 ὅτι μᾶλλον πρὶν κινεῖσθαι αἴρουσιν;
〈是不是〉因为他们在向前运动之前更早地抬脚?
τὸ γὰρ θέειν τοῦ βαδίζειν τούτῳ διαφέρει.
因为奔跑与行走的不同就在于这一点。