Humanitext Reader

亚里士多德 · 问题集 §5.1-5.7

散步与运动致疲的生理机制及缓解方法

第 29 段,共 148 段 · 希腊语

内容简介

作者通过提出生理学假说,探讨了散步距离与地形对疲劳的影响、运动后身体容积与声音的变化、腹部脂肪堆积的原因、油水混合物缓解疲劳的原理,以及呕吐作为治疗疲劳手段的有效性。

§5.1Διὰ τί μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσιν κοπιαρώτεροί εἰσιν τῶν ἀνωμάλων, βραχεῖς δὲ ἀκοπώτεροι;
为什么在平坦地面上长距离散步比在崎岖地面上更容易疲劳,而短距离散步则较不易疲劳?
ἢ ὅτι ἥ τε πολλὴ κίνησις ποιεῖ κόπον καὶ ἡ ἰσχυρά.
是因为多而剧烈的运动都会产生疲劳吗?
τοιαύτη δὲ ἡ σπασματώδης, πολλὴ δὲ ἡ συνεχὴς καὶ μία.
痉挛性的运动是剧烈的,而连续且单一的运动则是多的。
ἐν μὲν οὖν τοῖς ἀνάντεσιν, ἐὰν ᾖ μακρά, ἀνάπαυσις γίνεται ἡ μεταβολή, καὶ οὐ μακρὰ ἡ κίνησις, οὐδὲ ἵππων αὐτῶν, διὰ τὴν μεταβολήν· ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει οὐδὲ ἀναπαύει τὰ μέρη, ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι.
在攀登中,如果距离很长,变化就成了休息,运动也不会显得漫长,由于变化的缘故,甚至对马匹本身也是如此;但在平坦地面上,地势的单调并不能切分或让身体部位休息,反而促使运动变得连续。
ὅταν δὲ ᾖ βραχεῖα, διὰ μὲν τὸ πλῆθος τῆς κινήσεως ἐν τοῖς ἐπιπέδοις οὐ γίνεται κόπος· ἐν δὲ τοῖς ἀνάντεσι διὰ τὸ τὴν μεταβολὴν ἰσχυρὰν γίνεσθαι καὶ ἐναντίαν, ὁτὲ μὲν ἄνω ὁτὲ δὲ κάτω, ποιεῖ κόπον.
但当距离很短时,由于在平地上运动量少,因而不会产生疲劳;但在起伏路面上,由于变化变得剧烈且相反,时而向上时而向下,因而产生疲劳。
τοιαύτη δέ, ὡς φαμέν, ἐν τοῖς ἀνάντεσιν, ἐν δὲ τοῖς πεδινοῖς τοὐναντίον.
正如我们所说,这种情况发生在起伏路面上,而在平原上则相反。
§5.2Δὶα τί τοῖς λειποψυχοῦσιν καὶ τοῖς ἐκ τῶν γυμνασίων διαλυομένοις ἐλάττους τε οἱ ὄγκοι καὶ ὀξύτεραι δοκοῦσιν εἶναι αἱ φωναί;
为什么对于昏厥的人和运动后身体放松的人,其身体容积显得较小,声音显得较尖锐?
ἢ ὅτι αἵ τε φωναὶ ἐλάττους φαινόμεναι ὀξύτεραι φαίνονται (σημεῖον δὲ ὅτι μιμούμενοι τοὺς πόρρωθεν ὀξὺ φθέγγονται) καὶ οἱ ὄγκοι ἐλάττους;
是因为声音显得较小时就会显得较尖锐(证据是,当人们模仿远处的人时,会用尖锐的声音说话),且其容积也变小了吗?
§5.3Διὰ τί ἡ γαστὴρ μόνον λεπτύνεται τῶν γυμναζομένων;
为什么在运动的人中,只有腹部会变瘦?
ἢ ὅτι πλείστη ἡ πιμελὴ περὶ τὴν γαστέρα;
是因为腹部周围的脂肪最多吗?
§5.4Διὰ τί τὸ πῖον τετριμμένον γίνεται τοῖς πονοῦσιν;
为什么对于劳作者来说,被摩擦的脂肪会消失?
ἢ διότι τὸ πῖον τήκεται θερμαινόμενον, ἡ δὲ κίνησις θερμαίνει, ἡ δὲ σὰρξ οὐ τήκεται.
是因为脂肪受热会融化,而运动能生热,肉却不会融化吗?
§5.5Διὰ τί δὲ τὰ περὶ τὴν κοιλίαν πιότατα;
为什么胃的周围最肥胖?
πότερον ὅτι ἐγγύς ἐστι τῆς τροφῆς;
是因为它靠近食物吗?
ἐν ὅσῳ οὖν τἆλλα παρ’ ἐκείνης λαμβάνει, αὐτὴ πολλάκις λαμβάνει.
在其他部分从它那里获取营养的同时,它自己也常常获取。
ἢ ὅτι ἥκιστα πονεῖ καμπὰς γὰρ οὐκ ἔχει.
或者是因为它最不劳作,因为没有关节弯曲吗?
§5.6Διὰ τί οἱ κόποι μᾶλλον παύονται, ὅταν τις τῷ ἐλαίῳ ὕδωρ συμμίξας ἀνατρίψηται;
为什么用油混水按摩身体时,疲劳更容易消除?
ἢ ὅτι μᾶλλον εἰσδύεται τὸ ἔλαιον μετὰ τοῦ ὕδατος;
是因为油和水在一起更容易渗透吗?
ἐὰν δὲ αὐτὸ καθ’ αὑτὸ ᾖ, οὐχ ὁμοίως παρεισδύνει διὰ τὸ ἐπιπολαστικὸν εἶναι.
如果单单用油,由于它倾向于浮在表面,就不能同样渗透。
μᾶλλον οὖν μαλάττεται τὸ σῶμα εἰσδυομένου, ἐπεὶ τὸ ἔλαιόν ἐστι φύσει θερμόν, τὰ δὲ θερμὰ καὶ ξηραίνει καὶ σκληρύνει, πρὸς δὲ τοὺς κόπους ἀξύμφορόν ἐστιν ἡ ξηρασία καὶ ἡ σκληρότης· μετὰ δὲ τοῦ ὕδατος ἀνατριφθὲν ἧττον ξηραίνει.
因此,随着渗透,身体变得更柔软,因为油本性是温热的,而热的东西既干燥又变硬,干燥和硬化对消除疲劳是不利的;但如果和水一起按摩,它的干燥作用就会减弱。
§5.7Διὰ τί τοῖς κοπιῶσι προστάττουσιν ἐμεῖν, εἴπερ ὁ ἔμετος κοπῶδές ἐστιν;
为什么他们建议疲劳的人呕吐,如果呕吐本身就会带来疲劳的话?
ἢ κόπος γίνεται ὀστῶν θλωμένων καὶ πιεζομένων καὶ κοπιωμένων, ταῦτα δὲ ὑπὸ τῶν ἐκτός τινος πάσχοι ἂν ἢ τῶν ἐν τῷ σώματι, καὶ τοῦτο διττῶς· ἢ γὰρ σαρκῶν ὑπερτεινουσῶν τὴν δύναμιν αὑτῶν, ἢ σώματος μιχθέντος συχνοῦ τῷ ἄλλῳ σώματι, χώραν οἰκείαν οὐκ ἔχοντος, οἷα τὰ περιττώματά ἐστιν.
是因为疲劳在于骨骼被挫伤、受压和疲累,而这些要么是受外部某种事物的影响,要么是受体内某种事物的影响,并且这有两种方式:要么是肌肉拉伸超过了自身的力量,要么是大量混入其他身体的物质没有其固有的位置,就像残余物那样。
πάντα γὰρ τὰ ἐκτὸς ἡμῖν περιαπτόμενα βάρη κοπωδέστερα τῶν τοῦ σώματος μερῶν, κἂν τύχῃ σταθμῷ ὄντα αὐτῶν ἐλαφρότερα.
因为所有附着在我们身上的外部重量,即使它们的重量恰好比我们身体的各个部分还要轻,也会带来更多的疲劳。
σημεῖον δὲ τῶν εἰρημένων· οἱ γὰρ πλεῖον βεβρωκότες καὶ πεπωκότες, ἔλαττον πονήσαντες ἢ νήστεις ὄντες, μᾶλλον κοπιῶσι διὰ τὸ μὴ τὴν οἰκείαν χώραν ἔχειν τὰ σιτία ὄντα ἄπεπτα.
所言之事的证据是:那些吃得多、喝得多的人,即使比空腹的人劳作得少,也会更疲劳,因为未消化的食物没有其固有的位置。
ἐπεὶ δὲ ὁ κόπος σύντηξιν ποιεῖ, ἡ δὲ σύντηξις περίττωμά ἐστιν, τοῦτό ἐστιν ὃ τὸν κόπον ἐν ἡμῖν ποιεῖ, πλανώμενον ἀτάκτως καὶ προσπῖπτον ὀστοῖς τε καὶ νεύροις καὶ τοῖς ἐντὸς τῆς σαρκὸς ἀραιοῖς οὖσι καὶ ἀνεῳγμένοις.
既然疲劳会产生融解物,而融解物是一种残余物,这就是在我们体内产生疲劳的原因,它不规则地游荡,并落入骨骼、腱以及肌肉内部稀疏开敞的部位。
ὁ οὖν ἔμετος ἐξάγων αὐτὸ ὂν αἴτιον τοῦ κόπου, εἰκότως ἀκόπους ποιεῖ· λείπει γὰρ οἷον ἦν ἐν ἀρχῇ τοῦ πόνου τὸ σῶμα.
因此,呕吐通过排泄出作为疲劳原因的这种物质,理当然地使人消除疲劳;因为它使身体恢复到劳作开始时的状态。
κοπῶδες δ’ ἐστὶν ὁ ἔμετος οὐ τῇ τῆς γινομένης ἐν αὐτῷ κινήσεως ὑπερβολῇ, ἀλλ’ ὅταν συμβῇ μὴ καλῶς ἐξεμέσαι· λειφθέντων γὰρ πολλῶν σιτίων, καὶ περιττωμάτων τούτοις ἐνόντων, τὸν τοῦ ἐμέτου κόπον γίνεσθαι συμβαίνει, καθάπερ ἐπὶ τῶν πεπληρωμένων εἴρηται.
而呕吐令人疲劳,并不是因为其中产生的运动过量,而是当发生呕吐不彻底时;因为当残留了许多食物,且其中含有残余物时,就会发生因呕吐而产生的疲劳,正如对那些吃饱了的人所说的那样。
εἰ οὖν μηδ’ ἐκείνοις ὁ πόνος ἐστὶ τοῦ κόπου αἴτιος, ἀλλὰ τὸ οὕτως ἔχοντας πονῆσαι, οὐδ’ ἂν τοῖς μὴ ἐξαιροῦσι τὰ σιτία ὁ ἔμετος εἴη τοῦ κόπου αἴτιος· χρῆν γὰρ πᾶσι τοῖς ἐμοῦσι γίνεσθαι κόπον, γίνονται δὲ ἀκοπώτεροι πολλοὶ ἐμέσαντες.
因此,如果对他们来说,劳作本身不是疲劳的原因,而是在这种状态下劳作才是原因,那么对于不排出食物的人来说,呕吐也不会是疲劳的原因;因为如果这样,所有呕吐的人都应该感到疲劳,但许多人在呕吐后反而变得不那么疲劳了。

词汇与语法注释

  1. 5.1βραχεῖς δὲ ἀκοπώτεροι — 前句的 ἐν τοῖς ὁμαλέσιν(在平坦地面上)在语境中被省略,意为“平坦地面上的短距离散步(比在崎岖地面上)更不易疲劳”。为了与后半句的对比项 ἐν δὲ τοῖς ἀνάντεσι(但是在起伏路面上)保持一致,必须补出这一省略。
  2. 5.7ὀστῶν θλωμένων καὶ πιεζομένων καὶ κοπιωμένων — 这些属格用作说明性(或同格)属格,具体阐释名词 κόπος(疲劳)的状态。应理解为“骨骼被挫伤、受压和疲累这一(状态的)疲劳”。
  3. 5.7τοῦτο διττῶς — 省略了动词的简略表达。应补出对应前句 πάσχοι ἄν(会遭受/会产生)的动词如 γίνοιτο ἄν(会发生),理解为“这有两种发生方式”。

引用这一段

亚里士多德, 问题集 §5.1-5.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:5.1-5.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。