§4.6Διὰ τί ἐκλύεται μάλιστα τῶν ζῴων ἀφροδισιάσας ἄνθρωπος;
なぜ人間は、性交した後に動物の中で最も消耗するのか。
ἢ διότι πλεῖστον προΐεται σπέρμα κατὰ λόγον τοῦ σώματος;
それとも、体の割合に対して最も多くの精液を放出するからか。
διὰ τί δὲ πλεῖστον προΐεται;
では、なぜ最も多く放出するのか。
ἢ ὅτι ἥκιστα ἐκπονεῖ τὴν τροφὴν καὶ φύσει ὑγρὸν καὶ θερμόν ἐστι τῶν ζῴων μάλιστα;
それとも、栄養を最も消費せず、かつ本性上、動物の中で最も湿っており温かいからか。
ὧν τὸ μὲν ποιεῖ σπέρμα πολύ, τὸ δὲ τὴν φύσιν σπερματικὴν ποιεῖ·
これらのうち、一方は精液を多く作り、他方は本性を精液を出しやすくするからか。
καὶ γὰρ τὸ σπέρμα τοιοῦτόν ἐστιν, ἕως ἂν σῴζηται.
実際、精液というものは、それが維持されている限り、そのようなものだからである。
§4.7Διὰ τί τοῦ ἀφροδισιάζειν γινομένου διὰ θερμότητα, τοῦ δὲ φόβου ὄντος ψυκτικοῦ καὶ τοῦ ἀποθνήσκειν, ἐνίοις, ὅταν γένωνται ἐν τούτοις τοῖς πάθεσι, σπέρμα προέρχεται;
なぜ、性交は熱によって起こり、恐怖や死は冷ますものであるのに、一部の人々はこれらの状態に陥ったときに、精液が流れ出るのか。
ἢ ὅτι ψυχομένων ἐνίων τόπων ἕτεροι ὑποθερμαίνονται, τήν τε οἰκείαν ἔχοντες θερμότητα καὶ δεχόμενοι τὴν τῶν καταψυχομένων τόπων;
それとも、いくつかの部位が冷やされるとき、他の部位が、それ自体の固有の熱を持ちつつ、冷やされる部位の熱をも受け取ることによって、内部から温められるからか。
ὥστε καταψυχομένων μὲν συμβαίνει, οὐ διὰ τὸ ψύχεσθαι μέντοι, ἀλλὰ καὶ διὰ τὸ θερμαίνεσθαι.
したがって、冷やされているときに起こるのだが、冷やされることによってではなく、むしろ温められることによっても起こるのである。
δῆλον δὲ καὶ τῇ ὄψει·
これは見た目からも明らかである。
τῶν γὰρ φοβουμένων τὰ ἄνω λειφαιμεῖ, τὰ δὲ κάτω ὑγραίνεται, καὶ κοιλία καὶ κύστις λύεται.
実際、恐怖を抱いている人々の上部は血の気が失せ、下部は湿り、腹と膀胱は緩む。
ὑπιὸν οὖν τὸ θερμὸν ἐν μὲν τῷ φόβῳ κάτω, ἐν δὲ τῷ θανάτῳ κάτωθεν ἄνω, ἐξυγραῖνον τῇ θερμότητι ποιεῖ τὴν τοῦ σπέρματος ἔξοδον.
それゆえ、熱が恐怖においては下へと退き、死においては下から上へと退き、その熱によって湿らせることで、精液の放出を引き起こすのである。
§4.8Διὰ τί οὐ δεῖ μὴ ὀργῶντα οὔτε ἀφροδισιάζειν οὔτε ἐμεῖν οὔτε πτάρνυσθαι οὔτε φῦσαν ἀφιέναι;
なぜ、体がその気になっていないときには、性交することも、嘔吐することも、くしゃみをすることも、おならをすることもしないほうがよいのか。
ἢ ὅτι μὴ ὀργῶντες ὁμοίως ἔχομεν τοῖς ἐκ τῆς γῆς ἀνασπωμένοις, οἷς προσεκσπᾶταί τι ἀλλότριον ἢ ἐγκαταλείπεται ἀποσπασθέν;
それとも、その気になっていないときには、私たちは土から引き抜かれる植物に似ており、それらにおいては、何か異質なものが一緒に引き抜かれるか、あるいは引き裂かれて後に残されるからか。
ἅπαν δὲ ὃ δεῖ μὲν ἐξαρθῆναι, κολοβὸν δὲ ὑπολείπεται, πλείω χρόνον παρέξει πόνον.
そして、本来は完全に取り除かれるべきものが不完全に残されると、より長い時間、痛みを引き起こすことになる。
ἐάν τέ τις κινήσῃ τι ἀλλότριον, τοῦτο πόνον παρέξει, οὐκ ἐν τῇ αὑτοῦ χώρᾳ ὄν·
また、もし誰かが何か異質なものを動かすなら、それはそれ自体の本来の場所にないために痛みを引き起こすだろう。
ἃ συμβήσεται τοῖς μὴ ὀργῶσιν ποιοῦσί τι τῶν εἰρημένων.
これらのことが、その気になっていないのに上に挙げた行為のいずれかを行う人々に起こるのである。
§4.9Διὰ τί νήστεις θᾶττον ἀφροδισιάζουσιν;
なぜ、空腹の人々はより早く性交を終えるのか。
ἢ διότι οἱ πόροι κενώτεροι οἱ τοῦ σώματος νήστεσιν, πλήρεσι δὲ πλήρεις·
それとも、空腹の人々においては体の管がより空っぽであり、満腹の人々においては満ちているからか。
κωλύουσιν οὖν τὴν εἰς τὸ σπέρμα ὑγρότητα διεξιέναι.
したがって、精液へと至る湿気が通り抜けるのを妨げるのである。
δῆλον δὲ ἐπὶ τῆς κύστεως·
これは膀胱について見れば明らかである。
οὐ γὰρ δύνανται πλήρους οὔσης ταχὺ ἀφροδισιάζειν.
実際、膀胱が満ちているときには、早く性交を終えることができないからである。
§4.10Διὰ τί οἱ νέοι, ὅταν πρῶτον ἀφροδισιάζειν ἄρχωνται, αἷς ἂν ὁμιλήσωσι, μετὰ τὴν πρᾶξιν μισοῦσιν;
なぜ若い男たちは、初めて性交を始めるとき、交わった相手の女性をその行為の後に嫌うのか。
ἢ διὰ τὸ μεγάλην γίνεσθαι τὴν μεταβολήν;
それとも、大きな変化が起こるからか。
τῆς γὰρ συμβαινούσης ὕστερον ἀηδίας μεμνημένοι, ὡς αἰτίαν ιἧ ἐπλησίασαν φεύγουσιν.
すなわち、後に生じる不快感を覚えていて、自分たちが交わったその女性を、原因として避けるからか。
§4.11Διὰ τί οἱ ἱππεύοντες συνεχῶς ἀφροδισιαστικώτεροι γίνονται;
なぜ、絶えず馬に乗っている人々はより性欲が強くなるのか。
ἢ ὅτι διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν ταὐτὸ πάσχουσιν ὅπερ ἐν τῇ ὁμιλίᾳ;
それとも、熱と運動によって、性交の際と同じことを経験するからか。
διὸ καὶ τῇ τῆς ἐπεχούσης ἡλικίας ἐπιδόσει περὶ τὰ αἰδοῖα μείζω τὰ μόρια ταῦτα γίνεται.
それゆえまた、至る年齢の進展に伴って、生殖器の周りでこれらの部位がより大きくなるからか。
ἀεὶ οὖν τῇ κινήσει ταύτῃ χρωμένων εὔροα τὰ σώματα γίνεται καὶ προωδοπεποιημένα πρὸς τὸν ἀφροδισιασμόν.
したがって、常にこの運動を行っている人々においては、体が流れやすい状態になり、性交に向けてあらかじめ道が整えられるからか。
§4.12Διὰ τί, ὅταν ἄρξωνται ἀφροδισιάζειν δύνασθαι, οἱ χρῶτες ὄζουσιν, πρότερον δ’ οὐκ ὄζουσι πρὸ ἥβης οὔτε οἱ ἄνδρες οὔτε αἱ γυναῖκες;
なぜ、性交ができるようになり始めると、肌がにおうようになり、それ以前の思春期前には、男も女もにおわないのか。
ἢ ὅτι τὰ ἄπεπτα τούς τε χυμοὺς ἀεὶ χείρους ἔχει (ἢ γὰρ ὀξυτέρους ἢ ἁλμυρωτέρους ἢ πικροτέρους) καὶ τὰς ὀσμὰς δυσωδεστέρας, τὰ δὲ πεπεμμένα ἢ γλυκεῖς ἢ ἧττον ἀγλευκεῖς, καὶ τὰς ὀσμὰς εὐωδεστέρας ἢ ἧττον δυσώδεις;
それとも、未消化のものは、常に体液も悪く(酸っぱかったり、塩辛かったり、苦かったりする)、においもより悪臭を放つのに対し、消化されたものは、甘かったりあるいは甘くない度合いが少なかったりし、においも芳しかったりあるいは悪臭が少なかったりするからか。
τοῦτο δ’ ἐστὶ δῆλον ἐπὶ πάντων θεωμένοις καὶ φυτῶν καὶ ζῴων.
これは、植物であれ動物であれ、すべてのものに注目すれば明らかである。
ἀφαιρεθέντων δὴ τῶν εὐπέπτων, τὰ ὑπολειπόμενα ἄπεπτα, οἷον δὴ καὶ ἐπὶ τῆς τέφρας ἀναλωθέντος τοῦ γλυκέος πικρὰ ἡ κονία, καὶ ὁ ἱδρὼς ἁλμυρός.
実際、消化されやすいものが取り去られると、残されたものは未消化のものである。
πέττει δὲ ἡ φυσικὴ θερμότης τὸ σπέρμα, ὃ μικρὸν ὂν πολλὴν ἔχει δύναμιν·
それはちょうど、灰において、甘い成分が消費された後に、灰汁が苦くなり、汗が塩辛くなるのと同じである。
ἐκ πολλοῦ γὰρ ὀλίγον συγκεκεφαλαίωται.
そして、自然な熱が精液を消化するが、これは微量でありながら大きな力を持っている。
διὸ ὅταν ἀπέλθῃ, ἐκλύονται ὡς ἐπὶ τὸ πολὺ μᾶλλον καὶ καταψύχονται·
なぜなら、多量から少量が集約されているからである。
ὥστε ἀπεπτότεροι οἱ χυμοὶ γίνονται μᾶλλον, ἀναστομουμένων τῶν πόρων διὰ τὴν ἔκκρισιν αὐτοῦ.
それゆえ、それが排出されると、彼らは一般により大きく消耗し、冷やされる。
ἁλμυρώτεροι οὖν ἢ οἱ τῶν παίδων ἱδρῶτες καὶ δυσωδέστεροι διὰ τὴν ἀπεψίαν·
その結果、体液はより未消化なものとなり、その排出によって管が開かれる。
καὶ ἐὰν τύχῃ τοιαύτη ἡ φύσις οὖσα ὥστε δυσώδη ἔχειν τὴν ὑπόστασιν τοῦ ἱδρῶτος, τούτοις μᾶλλον ἐπισημαίνει καὶ ἐν τοῖς τόποις τούτοις μάλισται οἷον μασχάλη, ἐν ᾧ μάλιστα καὶ τοῖς ἄλλοις.
したがって、未消化であるために、子供たちの汗よりも塩辛く、より悪臭を放つようになる。 そして、もし汗の沈殿物が悪臭を放つような本性をたまたま持っているならば、これらの人々においてより顕著になり、また他の人々においても最もにおう脇の下のような部位において、特に最もにおうのである。