§4.6Διὰ τί ἐκλύεται μάλιστα τῶν ζῴων ἀφροδισιάσας ἄνθρωπος;
为什么人在性交后,在所有动物中身体最虚弱?
ἢ διότι πλεῖστον προΐεται σπέρμα κατὰ λόγον τοῦ σώματος;
是因为按身体比例释放的精液最多吗?
διὰ τί δὲ πλεῖστον προΐεται;
那为什么释放得最多呢?
ἢ ὅτι ἥκιστα ἐκπονεῖ τὴν τροφὴν καὶ φύσει ὑγρὸν καὶ θερμόν ἐστι τῶν ζῴων μάλιστα;
是因为他最不消耗食物,且在天性上是动物中最湿润和最温暖的吗?
ὧν τὸ μὲν ποιεῖ σπέρμα πολύ, τὸ δὲ τὴν φύσιν σπερματικὴν ποιεῖ· καὶ γὰρ τὸ σπέρμα τοιοῦτόν ἐστιν, ἕως ἂν σῴζηται.
在这两点中,前者产生大量的精液,而后者使他的天性富有精液;因为精液本身只要保存着,也是这种性质。
§4.7Διὰ τί τοῦ ἀφροδισιάζειν γινομένου διὰ θερμότητα, τοῦ δὲ φόβου ὄντος ψυκτικοῦ καὶ τοῦ ἀποθνήσκειν, ἐνίοις, ὅταν γένωνται ἐν τούτοις τοῖς πάθεσι, σπέρμα προέρχεται;
为什么性交是因为热量而发生的,而恐惧和死亡是寒冷的,但有些人在处于这些状态时,精液却会流出来?
ἢ ὅτι ψυχομένων ἐνίων τόπων ἕτεροι ὑποθερμαίνονται, τήν τε οἰκείαν ἔχοντες θερμότητα καὶ δεχόμενοι τὴν τῶν καταψυχομένων τόπων;
是因为当某些部位变冷时,其他部位从内部变热,既保留了自己固有的热量,又接收了变冷部位的热量吗?
ὥστε καταψυχομένων μὲν συμβαίνει, οὐ διὰ τὸ ψύχεσθαι μέντοι, ἀλλὰ καὶ διὰ τὸ θερμαίνεσθαι.
因此,这虽然发生在变冷时,但并不是因为变冷,而是因为变热。
δῆλον δὲ καὶ τῇ ὄψει· τῶν γὰρ φοβουμένων τὰ ἄνω λειφαιμεῖ, τὰ δὲ κάτω ὑγραίνεται, καὶ κοιλία καὶ κύστις λύεται.
这从外观中也很明显;因为恐惧的人上部失血,下部变湿,腹部和膀胱松弛。
ὑπιὸν οὖν τὸ θερμὸν ἐν μὲν τῷ φόβῳ κάτω, ἐν δὲ τῷ θανάτῳ κάτωθεν ἄνω, ἐξυγραῖνον τῇ θερμότητι ποιεῖ τὴν τοῦ σπέρματος ἔξοδον.
因此,热量在恐惧中向下退,在死亡中从下向上退,通过其热量使之湿润,从而促使精液排出。
§4.8Διὰ τί οὐ δεῖ μὴ ὀργῶντα οὔτε ἀφροδισιάζειν οὔτε ἐμεῖν οὔτε πτάρνυσθαι οὔτε φῦσαν ἀφιέναι;
为什么在身体没有冲动时,既不应该性交,也不应该呕吐、打喷嚏或放屁?
ἢ ὅτι μὴ ὀργῶντες ὁμοίως ἔχομεν τοῖς ἐκ τῆς γῆς ἀνασπωμένοις, οἷς προσεκσπᾶταί τι ἀλλότριον ἢ ἐγκαταλείπεται ἀποσπασθέν;
是因为当我们没有冲动时,我们就像被从土里连根拔起的植物,有些异物会一起被拔出来,或者在被折断后留下来吗?
ἅπαν δὲ ὃ δεῖ μὲν ἐξαρθῆναι, κολοβὸν δὲ ὑπολείπεται, πλείω χρόνον παρέξει πόνον.
而凡是应当被完全清除却被残缺地留下来的东西,都会引起更长久的痛苦。
ἐάν τέ τις κινήσῃ τι ἀλλότριον, τοῦτο πόνον παρέξει, οὐκ ἐν τῇ αὑτοῦ χώρᾳ ὄν· ἃ συμβήσεται τοῖς μὴ ὀργῶσιν ποιοῦσί τι τῶν εἰρημένων.
如果有人移动了某种异物,它因为不在自己本来的位置上,就会引起痛苦;这些情况都会发生在那些没有冲动却做了上述任何一件事的人身上。
§4.9Διὰ τί νήστεις θᾶττον ἀφροδισιάζουσιν;
为什么空腹的人性交更快?
ἢ διότι οἱ πόροι κενώτεροι οἱ τοῦ σώματος νήστεσιν, πλήρεσι δὲ πλήρεις· κωλύουσιν οὖν τὴν εἰς τὸ σπέρμα ὑγρότητα διεξιέναι.
是因为空腹者体内的通道较空,而饱腹者体内的通道充盈,从而阻碍了湿气通往精液吗?
δῆλον δὲ ἐπὶ τῆς κύστεως· οὐ γὰρ δύνανται πλήρους οὔσης ταχὺ ἀφροδισιάζειν.
这在膀胱的例子中很明显;因为当膀胱充盈时,他们无法快速完成性交。
§4.10Διὰ τί οἱ νέοι, ὅταν πρῶτον ἀφροδισιάζειν ἄρχωνται, αἷς ἂν ὁμιλήσωσι, μετὰ τὴν πρᾶξιν μισοῦσιν;
为什么年轻人在刚开始进行性交时,在行为之后会讨厌与他们交往的女性?
ἢ διὰ τὸ μεγάλην γίνεσθαι τὴν μεταβολήν;
是因为发生了巨大的转变吗?
τῆς γὰρ συμβαινούσης ὕστερον ἀηδίας μεμνημένοι, ὡς αἰτίαν ιἧ ἐπλησίασαν φεύγουσιν.
因为他们记住了随后产生的不快,从而避开了与他们交往的女性,将其视为原因。
§4.11Διὰ τί οἱ ἱππεύοντες συνεχῶς ἀφροδισιαστικώτεροι γίνονται;
为什么经常骑马的人性欲更强?
ἢ ὅτι διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν ταὐτὸ πάσχουσιν ὅπερ ἐν τῇ ὁμιλίᾳ;
是因为由于热量和运动,他们经历了与性交相同的事情吗?
διὸ καὶ τῇ τῆς ἐπεχούσης ἡλικίας ἐπιδόσει περὶ τὰ αἰδοῖα μείζω τὰ μόρια ταῦτα γίνεται.
因此,随着所达到的年龄的增长,这些部位在生殖器周围变得更大。
ἀεὶ οὖν τῇ κινήσει ταύτῃ χρωμένων εὔροα τὰ σώματα γίνεται καὶ προωδοπεποιημένα πρὸς τὸν ἀφροδισιασμόν.
所以,由于他们总是进行这种运动,他们的身体变得易于流动,并为性交预先做好了准备。
§4.12Διὰ τί, ὅταν ἄρξωνται ἀφροδισιάζειν δύνασθαι, οἱ χρῶτες ὄζουσιν, πρότερον δ’ οὐκ ὄζουσι πρὸ ἥβης οὔτε οἱ ἄνδρες οὔτε αἱ γυναῖκες;
为什么当人开始能够进行性交时,皮肤会发出气味,而在那之前,即青春期之前,无论男女都没有气味?
ἢ ὅτι τὰ ἄπεπτα τούς τε χυμοὺς ἀεὶ χείρους ἔχει (ἢ γὰρ ὀξυτέρους ἢ ἁλμυρωτέρους ἢ πικροτέρους) καὶ τὰς ὀσμὰς δυσωδεστέρας, τὰ δὲ πεπεμμένα ἢ γλυκεῖς ἢ ἧττον ἀγλευκεῖς, καὶ τὰς ὀσμὰς εὐωδεστέρας ἢ ἧττον δυσώδεις;
是因为未消化的物质其体液总是更差(或更酸,或更咸,或更苦),气味也更难闻,而消化了的物质要么甜美,要么不那么涩,气味也更芬芳或不那么难闻吗?
τοῦτο δ’ ἐστὶ δῆλον ἐπὶ πάντων θεωμένοις καὶ φυτῶν καὶ ζῴων.
这对于观察所有植物和动物的人来说是很明显的。
ἀφαιρεθέντων δὴ τῶν εὐπέπτων, τὰ ὑπολειπόμενα ἄπεπτα, οἷον δὴ καὶ ἐπὶ τῆς τέφρας ἀναλωθέντος τοῦ γλυκέος πικρὰ ἡ κονία, καὶ ὁ ἱδρὼς ἁλμυρός.
当易于消化的部分被移除时,剩下的部分就是未消化的,就像在灰烬中,甜的部分被消耗后,灰水变苦,汗水变咸一样。
πέττει δὲ ἡ φυσικὴ θερμότης τὸ σπέρμα, ὃ μικρὸν ὂν πολλὴν ἔχει δύναμιν· ἐκ πολλοῦ γὰρ ὀλίγον συγκεκεφαλαίωται.
而天然的热量消化了精液,精液虽少却具有巨大的力量;因为它是从大量的中浓缩而成的极少部分。
διὸ ὅταν ἀπέλθῃ, ἐκλύονται ὡς ἐπὶ τὸ πολὺ μᾶλλον καὶ καταψύχονται· ὥστε ἀπεπτότεροι οἱ χυμοὶ γίνονται μᾶλλον, ἀναστομουμένων τῶν πόρων διὰ τὴν ἔκκρισιν αὐτοῦ.
因此,当精液排出时,他们通常会感到更虚弱和寒冷;从而体液变得更加未消化,同时由于它的排泄,通道被敞开。
ἁλμυρώτεροι οὖν ἢ οἱ τῶν παίδων ἱδρῶτες καὶ δυσωδέστεροι διὰ τὴν ἀπεψίαν· καὶ ἐὰν τύχῃ τοιαύτη ἡ φύσις οὖσα ὥστε δυσώδη ἔχειν τὴν ὑπόστασιν τοῦ ἱδρῶτος, τούτοις μᾶλλον ἐπισημαίνει καὶ ἐν τοῖς τόποις τούτοις μάλισται οἷον μασχάλη, ἐν ᾧ μάλιστα καὶ τοῖς ἄλλοις.
因此,由于未消化,他们的汗水比儿童的汗水更咸、更难闻;如果某个人的天性恰好使汗水的沉淀物具有难闻的气味,那么在这些人身上就更为显著,尤其是在腋窝等部位,在其他人身上这些部位也是气味最浓的。