§4.16Διὰ τί ἡ λαγνεία πρὸς νοσήματ’ ἔνια τῶν ἀπὸ φλέγματος συμφέρει;
なぜ性行為は、粘液に由来するいくつかの病気に対して有益なのか。
ἢ ὅτι περιττώματός ἐστιν ἔξοδος, ὥστε συνεκκρίνεται πολλὴ περίττωσις;
それとも、それが残余物の排出であり、その結果、多くの残余物が同時に排出されるからか。
τὸ δὲ φλέγμα περίττωμα.
そして粘液は残余物である。
§4.17Διὰ τί τὰ ἀφροδίσια τὴν κοιλίαν ψύχει καὶ ξηραίνει;
なぜ性交は腹部を冷やし、かつ乾燥させるのか。
ἢ ψύχει μέν, ὅτι ἐκκρίνεται τὸ θερμὸν ἐν τῇ μίξει;
冷やすのは、交わりの際に熱が排出されるからか。
ξηραινει δὲ καὶ ἡ μῖξις·
また、交わりは乾燥もさせる。
ἐξατμίζεται γὰρ τοῦ θερμοῦ ἐξιόντος, ἐξέρχεται δὲ ψυχομένου.
なぜなら、熱が出て行くことで蒸発が起こり、冷やされながら出て行くからである。
ἔτι καὶ ἡ θερμότης ἐν τῇ ὁμιλίᾳ ξηραίνει.
さらに、交わりの最中の熱も乾燥させる。
§4.18Διὰ τί, ὅσοις αἱ βλεφαρίδες ῥέουσι, λάγνοι;
なぜ、まつ毛が抜け落ちる人々は好色なのか。
ἢ διὰ τὸ αὐτὸ καὶ διότι οἱ φαλακροί;
それとも、禿げている人々と同じ理由によるものか。
ἔστι γὰρ μόρια ἄμφω ταῦτα τοῦ αὐτοῦ.
これら両方は同じものの部位だからである。
ἔστι δὲ τὸ αἴτιον·
そしてその原因は次の通りである。
ὁπόσαι πρεσβυτέρου γινομένου μὴ αὐξάνονται τῶν συγγενικῶν τριχῶν, ἅπασαι τοῦτο πάσχουσιν ἐν ταῖς λαγνείαις.
年をとるにつれて成長しなくなる生まれつきの毛はすべて、過度な性行為においてこの影響を受ける。
κεφαλὴ γὰρ καὶ ὀφρὺς καὶ βλεφαρὶς συγγενικαὶ τρίχες.
頭髪、眉毛、まつ毛は生まれつき関連した毛だからである。
τούτων δὲ μόνον ἐνίοις αἱ ὀφρύες δασύνονται πρεσβυτέροις γινομένοις (δι’ ἣν δὲ αἰτίαν, εἴρηται ἐν ἄλλοις), αἱ ἕτεραι δὲ διὰ τὸ αὐτὸ ἄμφω λείπουσιν.
これらのうち、年をとるにつれて眉毛だけが濃くなる人もいるが(その理由は他の箇所で述べられている)、他の二つは同じ理由で両方とも抜け落ちる。
αἴτιον δὲ ὅτι καταψύχει τὰ ἄνω ἡ λαγνεία ὀλίγαιμα ὄντα, ὥστε οὐ πέττει τὴν τροφὴν ὁ τόπος·
その原因は、性行為が、血液の少ない上部を冷やすため、その部位が栄養を消化させられないことにある。
οὐ λαμβάνουσαι δὲ τροφὴν ἐκρέουσιν αἱ τρίχες.
したがって、栄養を受け取れないために毛が抜け落ちるのである。
§4.19Διὰ τί οὐρητιῶντες οὐ δύνανται ἀφροδισιάζειν;
なぜ尿意を催している人々は性交することができないのか。
ἢ ὅτι πλήρεις γίνονται οἱ πόροι;
それとも、管が満たされるからか。
τὸ δὲ πλῆρες ὑγροῦ οὐ δέχεται ἄλλο ὑγρόν.
水分で満たされたものは他の水分を受け入れないからである。
§4.20Διὰ τί αἱ ἰξίαι τοὺς ἔχοντας κωλύουσι γεννᾶν, καὶ ἀνθρώπους καὶ τῶν ἄλλων ζῴων ὅ τι ἂν ἔχῃ;
なぜ、坐骨神経痛を患う者は、人間であれ他の動物であれ、生殖することを妨げられるのか。
ἢ ὅτι ἡ ἰξία γίνεται μεταστάντος πνεύματος·
それとも、坐骨神経痛は気(プネウマ)が移動することによって生じるからか。
διὸ καὶ ὠφελεῖ πρὸς τὰ μελαγχολικά.
それゆえ、それは憂鬱質の症状に対して有益でもある。
ἔστι δὲ καὶ ὁ ἀφροδισιασμὸς μετὰ πνεύματος ἐξόδου.
そして性行為もまた、気(プネウマ)の排出を伴うものである。
εἰ οὖν ὁδοποιεῖται ἡ ὁρμὴ γινομένου αὐτοῦ, οὐ ποιεῖ ὁρμᾶν τὸ σπέρμα, ἀλλὰ καταψύχεται·
したがって、坐骨神経痛が生じることで気の衝動が別の道をたどるようになると、それは精液を駆り立てず、むしろ冷却されてしまう。
μαραίνει οὖν τὴν συντονίαν τοῦ αἰδοίου.
それゆえ、性器の緊張を衰えさせるのである。
§4.21Διὰ τί οἱ ἀφροδισιάζοντες ἐκλύονται καὶ ἀσθενέστεροι γίνονται ὡς ἐπὶ τὸ πολύ;
なぜ、性交を行う人々はたいてい、ぐったりとして、より弱くなるのか。
πότερον διὰ τὸ ἀπὸ πάντων ἔκκρισιν εἶναι τὸ σπέρμα, ὥστε οἷον οἰκοδομήματος αἱ ἁρμονίαι, καὶ τοῦ σώματος οὕτω σειομένη ἡ σύνθεσίς ἐστι τῷ ἀπεληλυθέναι τι, οἷον εἰ τὸ αἷμα ἐξέλθοι ἢ πᾶν ἢ τι ἄλλο μέρος.
精液は全身からの分泌物であるため、あたかも建物の接合部が揺らぐように、何かが去ることによって体の構造がそのように揺り動かされるからか。 それは、例えば血液がすべて流れ出るか、あるいは他の何かの部位が失われるかのようである。
οὕτω σφόδρα ἐπίκαιρον τὸ ἐξιόν ἐστιν, καὶ ὃ ἐκ πολλῆς γίνεται τροφῆς ὀλίγον, οἷον τὸ ἀμύλιον ἐκ τοῦ σταιτός.
そのように、出て行くものは極めて重要なものであり、大量の食物からごく少量が作られるものである。 例えば、小麦粉の生地からデンプンが作られるように。
§4.22Διὰ τι οἱ ἀφροδισιάζοντες καὶ οὐρητιῶντες ἐντείνουσιν;
なぜ、性交をしようとする者や尿意を催している者は勃起するのか。
ἢ ὅτι πληρουμένων τῶν πόρων ὑγρότητος, τὸ σπέρμα ὑπεξιὸν ἐν ἐλάττονι τόπῳ πλείονά τε ὄγκον ποιεῖ καὶ αἴρει;
それとも、管が湿気で満たされると、徐々に排出される精液がより狭い場所でより大きな体積を作り出し、持ち上げるからか。
ἐπίκειται γὰρ τὸ αἰδοῖον ἐπὶ τοῖς πόροις.
性器はそれらの管の上に位置しているからである。
§4.23Διὰ τί ἡ σύντασις γίνεται τοῦ αἰδοίου καὶ ἡ αὔξησις;
なぜ、性器の勃起と増大が生じるのか。
ἢ διὰ δύο, διά τε τὸ βάρος ἐπιγίνεσθαι ἐν τῷ ὄπισθεν τῶν ὄρχεων αἴρεται (ὑπομόχλιον γὰρ οἱ ὄρχεις γίνονται) καὶ διὰ τὸ πνεύματος πληροῦσθαι τοὺς πόρους.
それとも二つの理由によるのか。 すなわち、精巣の後ろに重さが加わることで(性器が)持ち上げられ(精巣が支点となるからである)、また管が気(プネウマ)で満たされるからか。
ἢ τοῦ ὑγροῦ αὐξανομένου καὶ μεθισταμένου ἢ ἐξ ὑγροῦ γινομένου ὁ ὄγκος μείζων γίνεται;
あるいは、水分が増加して移動するか、あるいは水分から(気体が)生じることによって、容積がより大きくなるからか。
τὰ λίαν δὲ μεγάλα ἧττον αἴρεται διὰ τὸ πορρωτέρω τὸ βάρος τοῦ ὑπομοχλίου γίνεσθαι.
しかし、極端に大きなものは、重みが支点からより遠くになるため、持ち上がりにくい。
§4.24Διὰ τί οἱ ἀφροδισιάζοντες ἢ οἱ τοιοῦτοι δυσώδεις, οἱ δὲ παῖδες οὔ;
なぜ、性交を行う者やそうした人々は悪臭を放ち、子供は放たないのか。
καὶ τοῦ καλουμένου γράσου ὄζουσιν.
そして、彼らはいわゆる山羊のような悪臭を放つ。
ἢ τῶν πνευμάτων, ὥσπερ εἴρηται, τὰ μὲν τῶν παιδίων πέττει τὸ ὑγρὸν καὶ τοὺς ἱδρῶτας, οἱ δὲ τῶν ἀνδρῶν ἄπεπτοι;
それとも、すでに述べられたように、子供の気(プネウマ)は水分や汗を消化させるが、大人の気は未消化のままだからか。