Humanitext Reader

亚里士多德 · 问题集 §4.16-4.24

性交的生理影响与勃起及体臭的原因

第 26 段,共 148 段 · 希腊语

内容简介

本段结合热量和气体(普纽玛)的动态,阐述了性交对身体产生的多种生理影响,探讨了排尿和坐骨神经痛对性功能的作用,并解释了勃起的物理与气体机制以及独特体臭产生的原因。

§4.16Διὰ τί ἡ λαγνεία πρὸς νοσήματ’ ἔνια τῶν ἀπὸ φλέγματος συμφέρει;
为什么性行为对某些由黏液引起的疾病有益?
ἢ ὅτι περιττώματός ἐστιν ἔξοδος, ὥστε συνεκκρίνεται πολλὴ περίττωσις;
是因为它是残余物的排出,从而使许多残余物随之一起排出吗?
τὸ δὲ φλέγμα περίττωμα.
而黏液也是一种残余物。
§4.17Διὰ τί τὰ ἀφροδίσια τὴν κοιλίαν ψύχει καὶ ξηραίνει;
为什么性交会使腹部变冷并干燥?
ἢ ψύχει μέν, ὅτι ἐκκρίνεται τὸ θερμὸν ἐν τῇ μίξει;
变冷是因为在交配时热量被排出了吗?
ξηραινει δὲ καὶ ἡ μῖξις· ἐξατμίζεται γὰρ τοῦ θερμοῦ ἐξιόντος, ἐξέρχεται δὲ ψυχομένου.
而交配也会使之干燥;因为随着热量排出,水分蒸发,并且在变冷的过程中排出。
ἔτι καὶ ἡ θερμότης ἐν τῇ ὁμιλίᾳ ξηραίνει.
此外,性交过程中的热量也会使其干燥。
§4.18Διὰ τί, ὅσοις αἱ βλεφαρίδες ῥέουσι, λάγνοι;
为什么那些睫毛脱落的人性欲旺盛?
ἢ διὰ τὸ αὐτὸ καὶ διότι οἱ φαλακροί;
是因为与秃顶的人相同的原因吗?
ἔστι γὰρ μόρια ἄμφω ταῦτα τοῦ αὐτοῦ.
因为这两者都是同一个部位的零件。
ἔστι δὲ τὸ αἴτιον· ὁπόσαι πρεσβυτέρου γινομένου μὴ αὐξάνονται τῶν συγγενικῶν τριχῶν, ἅπασαι τοῦτο πάσχουσιν ἐν ταῖς λαγνείαις.
其原因在于:所有随着年龄增长而不再生长的先天毛发,在过度性交中都会遭受这种影响。
κεφαλὴ γὰρ καὶ ὀφρὺς καὶ βλεφαρὶς συγγενικαὶ τρίχες.
因为头发、眉毛和睫毛是同类的先天毛发。
τούτων δὲ μόνον ἐνίοις αἱ ὀφρύες δασύνονται πρεσβυτέροις γινομένοις (δι’ ἣν δὲ αἰτίαν, εἴρηται ἐν ἄλλοις), αἱ ἕτεραι δὲ διὰ τὸ αὐτὸ ἄμφω λείπουσιν.
在这些毛发中,只有有些人的眉毛在变老时会变浓密(其原因已在别处说明),而另外两种则因同样的原因双双脱落。
αἴτιον δὲ ὅτι καταψύχει τὰ ἄνω ἡ λαγνεία ὀλίγαιμα ὄντα, ὥστε οὐ πέττει τὴν τροφὴν ὁ τόπος· οὐ λαμβάνουσαι δὲ τροφὴν ἐκρέουσιν αἱ τρίχες.
原因在于,过度性交会使血液较少的上部变冷,以至于该部位无法消化养分;由于得不到养分,毛发便脱落了。
§4.19Διὰ τί οὐρητιῶντες οὐ δύνανται ἀφροδισιάζειν;
为什么想排尿的人不能进行性交?
ἢ ὅτι πλήρεις γίνονται οἱ πόροι;
是因为通道变满了吗?
τὸ δὲ πλῆρες ὑγροῦ οὐ δέχεται ἄλλο ὑγρόν.
而充满水分的通道无法容纳其他水分。
§4.20Διὰ τί αἱ ἰξίαι τοὺς ἔχοντας κωλύουσι γεννᾶν, καὶ ἀνθρώπους καὶ τῶν ἄλλων ζῴων ὅ τι ἂν ἔχῃ;
为什么患有坐骨神经痛的人,无论是人还是其他患有此病的动物,都被阻止生育?
ἢ ὅτι ἡ ἰξία γίνεται μεταστάντος πνεύματος·
是因为坐骨神经痛是在气体(普纽玛)发生移动时产生的吗?
διὸ καὶ ὠφελεῖ πρὸς τὰ μελαγχολικά.
因此,它也有益于缓解忧忧质的症状。
ἔστι δὲ καὶ ὁ ἀφροδισιασμὸς μετὰ πνεύματος ἐξόδου.
而性交同样伴随着气体的排出。
εἰ οὖν ὁδοποιεῖται ἡ ὁρμὴ γινομένου αὐτοῦ, οὐ ποιεῖ ὁρμᾶν τὸ σπέρμα, ἀλλὰ καταψύχεται· μαραίνει οὖν τὴν συντονίαν τοῦ αἰδοίου.
因此,如果当坐骨神经痛发生时,气体的冲动另辟蹊径,它就不会促使精液涌出,而是会被冷却;由此,它减弱了阴茎的张力。
§4.21Διὰ τί οἱ ἀφροδισιάζοντες ἐκλύονται καὶ ἀσθενέστεροι γίνονται ὡς ἐπὶ τὸ πολύ;
为什么进行性交的人通常会感到精疲力竭、身体变弱?
πότερον διὰ τὸ ἀπὸ πάντων ἔκκρισιν εἶναι τὸ σπέρμα, ὥστε οἷον οἰκοδομήματος αἱ ἁρμονίαι, καὶ τοῦ σώματος οὕτω σειομένη ἡ σύνθεσίς ἐστι τῷ ἀπεληλυθέναι τι, οἷον εἰ τὸ αἷμα ἐξέλθοι ἢ πᾶν ἢ τι ἄλλο μέρος.
是因为精液是来自全身的排泄物,因而就像建筑物的接合部被动摇一样,身体的构造也会因为某些东西的流失而发生动摇吗? 这就像血液流尽或失去其他某些部位一样。
οὕτω σφόδρα ἐπίκαιρον τὸ ἐξιόν ἐστιν, καὶ ὃ ἐκ πολλῆς γίνεται τροφῆς ὀλίγον, οἷον τὸ ἀμύλιον ἐκ τοῦ σταιτός.
因此,流失的东西是极其关键的,并且是从大量食物中产生的极少部分,就像从面团中制成淀粉一样。
§4.22Διὰ τι οἱ ἀφροδισιάζοντες καὶ οὐρητιῶντες ἐντείνουσιν;
为什么想要进行性交或想要排尿的人会勃起?
ἢ ὅτι πληρουμένων τῶν πόρων ὑγρότητος, τὸ σπέρμα ὑπεξιὸν ἐν ἐλάττονι τόπῳ πλείονά τε ὄγκον ποιεῖ καὶ αἴρει;
是因为当通道充满湿气时,逐渐排出的精液在较小的空间中产生较大的体积并将其抬起吗?
ἐπίκειται γὰρ τὸ αἰδοῖον ἐπὶ τοῖς πόροις.
因为阴茎就位于这些通道之上。
§4.23Διὰ τί ἡ σύντασις γίνεται τοῦ αἰδοίου καὶ ἡ αὔξησις;
为什么阴茎会产生勃起和增大?
ἢ διὰ δύο, διά τε τὸ βάρος ἐπιγίνεσθαι ἐν τῷ ὄπισθεν τῶν ὄρχεων αἴρεται (ὑπομόχλιον γὰρ οἱ ὄρχεις γίνονται) καὶ διὰ τὸ πνεύματος πληροῦσθαι τοὺς πόρους.
是因为两个原因吗:一是由于睾丸后部增加了重量,它被抬起(因为睾丸起到了支点的作用),二是由于通道中充满了气体(普纽玛)?
ἢ τοῦ ὑγροῦ αὐξανομένου καὶ μεθισταμένου ἢ ἐξ ὑγροῦ γινομένου ὁ ὄγκος μείζων γίνεται;
或者是由于随着湿气增加和移动,或者由湿气产生,体积变得更大?
τὰ λίαν δὲ μεγάλα ἧττον αἴρεται διὰ τὸ πορρωτέρω τὸ βάρος τοῦ ὑπομοχλίου γίνεσθαι.
然而,极大的阴茎较难抬起,因为其重量距离支点更远。
§4.24Διὰ τί οἱ ἀφροδισιάζοντες ἢ οἱ τοιοῦτοι δυσώδεις, οἱ δὲ παῖδες οὔ;
为什么进行性交的人或此类人会散发恶臭,而儿童却不会?
καὶ τοῦ καλουμένου γράσου ὄζουσιν.
并且他们还散发出所谓的“山羊般狐臭”。
ἢ τῶν πνευμάτων, ὥσπερ εἴρηται, τὰ μὲν τῶν παιδίων πέττει τὸ ὑγρὸν καὶ τοὺς ἱδρῶτας, οἱ δὲ τῶν ἀνδρῶν ἄπεπτοι;
是因为正如所说过的,儿童的气体(普纽玛)能消化湿气和汗水,而成年人的气体则是未消化的吗?

词汇与语法注释

  1. 4.17ἐξέρχεται δὲ ψυχομένου — 分词 ψυχομένου 作为属格独立或类似的动词形容词结构,在语义上以热量(隐含的 τὸ θερμόν)为主语,表示“(热量)在变冷的过程中排出”。或者,也可以解释为中性非人称结构(“随着冷却发生”)。
  2. 4.18ὁπόσαι πρεσβυτέρου γινομένου μὴ αὐξάνονται τῶν συγγενικῶν τριχῶν — 短语 πρεσβυτέρου γινομένου 是以不特定的“人”为语义主语的属格独立结构(意为“随着人变老”)。关系代词 ὁπόσαι 为阴性复数主格,其先行词是置于关系从句之后的属格短语 τῶν συγγενικῶν τριχῶν(“同类的先天毛发”),呈现出格吸引或同化的结构。
  3. 4.20γινομένου αὐτοῦ — 属格独立结构。代词 αὐτοῦ 在语境上指代前文的阴性名词坐骨神经痛(ἡ ἰξία)(此处作中性处理),或指代该疾病发作的整体事态,表示由气体移动引起该病症发生本身。
  4. 4.21ὃ ἐκ πολλῆς γίνεται τροφῆς ὀλίγον — 关系代词 ὅ 以前文的 τὸ ἐξιόν(流失的东西)为先行词,而 ὀλίγον 在关系从句中作为表语性补足语,表示结果或状态,意为“从大量食物中作为极少部分产生的东西”。

引用这一段

亚里士多德, 问题集 §4.16-4.24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:4.16-4.24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。