§37.1Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος, καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων, οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἰδίῃ;
なぜ体は常に流動しており、老廃物から流出が生じているのに、汗をかかない限り、体は軽くならないのか。
ἢ διότι ἐλάττων ἡ ἔκκρισις γίνεται;
あるいは、排出される量がより少なくなっているからか。
ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλῃ εἰς ἀέρα, πλέον γίνεται ἐξ ἐλάττονος·
というのも、水分から空気へと変化するとき、より少ないものからより多くのものが生じるからである。
τὸ γὰρ διακρινόμενον πλέον, ὥστε ἐν πλείονι χρόνῳ ἡ ἔκκρισις.
すなわち、分離されるものはより多くなり、その結果、排出により多くの時間がかかるのである。
§37.2Διὰ τί δὲ τοῦτο;
では、なぜそうなのか。
ἢ διότι δι’ ἐλαττόνων πόρων ἡ ἔξοδός ἐστιν;
あるいは、より小さな孔を通って出口があるからか。
τὸ γὰρ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ δὲ τοῦ πνεύματος ἀδυνατεῖ.
なぜなら、粘着性のものや膠質は、液体と一緒であれば混ざり合っているために排出されるが、気体と一緒では不可能だからである。
μάλιστα δὲ τοῦτ’ ἐστὶ τὸ λυποῦν.
そして、これこそが最も体を苦しめるものである。
διὸ καὶ οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι τοῦτο, ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες.
それゆえ、嘔吐は汗よりもいっそう体を軽くする。 なぜなら、嘔吐物はより濃く、より肉体的であるために、これを同時に連れ出すからである。
ἢ καὶ ὅτι τῇ μὲν σαρκὶ πόρρω οὗτος ὁ τόπος, ἐν ᾧ τὸ γλίσχρον καὶ τὸ κολλῶδες, ὥστε ἔργον μεταστῆσαι, τῇ δὲ κοιλίᾳ ἐγγύς;
あるいはまた、粘着性のものや膠質のものがある場所が、肉からは遠く、そのために移動させるのが困難であるのに対し、胃からは近いからか。
ἢ γὰρ ἐν ταύτῃ γίνεται ἢ πλησίον·
実際、それは胃の内部、あるいはその近くで生じるからである。
διὸ καὶ δυσεξάγωγος ἄλλως.
それゆえ、他の方法では排出困難なのである。
§37.3Διὰ τί αἱ τρίψεις σαρκοῦσιν;
なぜ摩擦は肉づきをよくするのか。
ἢ ὅτι αὐξητικώτατον τῶν ἐν τῷ σώματι τὸ θερμόν ἐστιν;
あるいは、体内のもののうちで、熱が最も成長を促すからか。
τοῦ μὲν γὰρ ἐνυπάρχοντος μείζους οἱ ὄγκοι γίνονται διὰ τὸ ἀεὶ αὐτὸ ἐν κινήσει εἶναι καὶ εἰς τὸ ἄνω φέρεσθαι καὶ πνευματοῦν τὰ ἐν ἡμῖν ὑγρά, ὃ ἐν τῇ τρίψει γίνεται·
実際、すでに存在する容積は、熱が常に運動の中にあり、上方へと運ばれ、我々のうちにある水分を気化させるために大きくなる。 そしてこのことが摩擦において生じるのである。
ἐκλείποντος δὲ φθίνει καὶ ἐλαττοῦται τὸ σῶμα.
しかし、熱が失われると、体は衰え、減少する。
ἢ ὅτι ὀγκοτέρα τῆς τροφῆς γίνεται ἡ σὰρξ διὰ τὴν θερμασίαν;
あるいは、熱のせいで、肉が栄養よりもかさ高くなるからか。
ἅπαν γὰρ τὸ θερμὸν ἐπισπαστικὸν τοῦ ὑγροῦ ἐστίν, ἡ δ’ εἰς τὴν σάρκα διαδιδομένη τροφὴ ὑγρά ἐστι, καὶ ἐπιδέχεται τὴν τροφὴν μᾶλλον διὰ τὴν ἀραίωσιν·
なぜなら、熱いものはすべて水分を引き寄せる性質があり、肉へと分配される栄養は液状であり、また肉は稀薄化によってより良く栄養を受け入れるからである。
ἀραιοτέρα γὰρ γινομένη μᾶλλον δύναται δέχεσθαι ὥσπερ σπογγιά.
というのも、肉はより稀薄になることで、海綿のように、より多くを受け入れることができるからである。
ἡ δὲ τρῖψις εὔπνουν καὶ ἀραιὰν ποιεῖ τὴν σάρκα, καὶ κωλύει συστάσεις γίνεσθαι κατὰ τὸ σῶμα.
摩擦は、肉を通気性があり稀薄なものにし、体内に凝固が生じるのを妨げる。
τούτου δὲ μὴ ὄντος οὐδὲ συντήξεις γίνονται·
そして、これがなければ、消耗も生じない。
αἱ γὰρ ἀτροφίαι καὶ αἱ συντήξεις ἐκ τῶν ἀθροισθέντων εἰσίν.
なぜなら、栄養不良や消耗は集積されたものから生じるからである。
εὐπνούστερα δὲ καὶ ἀραιότερα καὶ ὁμαλέστερα γινόμενα εἰκὸς μᾶλλον ὀγκοῦσθαι·
より通気性がよく、稀薄で、滑らかになったものは、よりかさ高くなるのが自然である。
τῆς τε γὰρ τροφῆς δεκτικώτερα καὶ τῶν ἐκκρίσεων προετικώτερα γίνεται, ὅτι οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ’ ἀραιοῦν·
なぜなら、それらは栄養を受け入れやすくなり、同時に排出物を放出しやすくなるからである。 健康のためには肉を密にするのではなく、稀薄にする必要があるからである。
ὥσπερ γὰρ πόλις ὑγιεινή ἐστι καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινή), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν ἐστι τοῦ ἐναντίως ἔχοντος.
風通しのよい都市や場所が健康的であるように(それゆえ海も健康的である)、風通しのよい体は、その反対の状態にある体よりも健康的である。
δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηδέν, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι·
なぜなら、何も存在しないか、あるいは存在してもできるだけ早くこれから免れる必要があるからである。
καὶ δεῖ οὕτως ἔχειν τὸ σῶμα ὥστε λαμβάνον εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν κινήσει ἀεὶ καὶ μηδέποτε ἠρεμεῖν.
そして、体は受け取るとすぐに老廃物を排出し、常に運動の中にあり、決して静止しないような状態でなければならない。
τὸ μὲν γὰρ μένον σήπεται, ὥσπερ καὶ ὕδωρ τὸ μὴ κινούμενον·
留まるものは、動かない水のように腐敗するからである。
σηπόμενον δὲ νόσον ποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται.
そして腐敗したものは病気をもたらすが、排出されるものは腐敗する前に分離される。
τοῦτο οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει.
したがって、このことは肉が密であるときには生じず(あたかも孔が塞がれてしまうかのようである)、稀薄であるときに生じるのである。
διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν (συνίσταται γὰρ ἡ σὰρξ καὶ κομιδῇ ἀποσαρκοῦται·
それゆえ、太陽の下を裸で歩いてはならない。 肉が凝縮し、すっかり痩せてしまうからである。
τὸ μὲν γὰρ ἐντὸς ὑγρὸν διαμένει, τὸ δ’ ἐπιπολῆς ἀπαλλάττεται ἐξατμιζόμενον, ὥσπερ καὶ τὰ κρέα τὰ ὀπτὰ τῶν ἑφθῶν μᾶλλον τὰ ἐντὸς ὑγρά ἐστιν) οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν ἐν ἡλίῳ (ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων τοῦ σώματος ὁ ἥλιος ἀφαιρεῖ, ὃ ἥκιστα δεῖται ἀφαιρέσεως), ἀλλὰ μᾶλλον τὰ ἐντὸς ξηραντέον.
なぜなら、内部の水分はとどまり、表面の水分は蒸発して失われてしまうからである。 これは、ローストした肉が、煮た肉よりも内部に水分が残っているのと同じである。 また、胸をはだけて太陽の下を歩べきでもない。 太陽は体の中で最もよく構築されている部分から奪うが、そこは最も奪われる必要のない部分だからである。 むしろ、内部を乾燥させるべきなのである。
ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἐὰν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτα ἄγειν·
それゆえ、内部からは、遠くにあるために、労働を伴わなければ汗を引き出すことはできない。
ἀπὸ τούτων δὲ διὰ τὸ πρόχειρα εἶναι ῥᾴδιον ἀναλῶσαι τὸ ὑγρόν.
しかし、露出した部分からは、手近にあるために、水分を消費しやすいのである。
§37.4Διὰ τί ψυχθέντες ἀπὸ τῆς αὐτῆς θερμασίας καιόμεθα μᾶλλον καὶ ἀλγοῦμεν;
なぜ冷えた状態からだと、同じ熱さからであっても、私たちはよりいっそう焼けるように感じ、痛みを感じるのか。
πότερον διὰ τὴν πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν;
それは、肉がその緻密さのゆえに、襲いかかる熱を閉じ込めるからか。
διὸ μόλιβδος ἐρίου θερμότερος.
それゆえ鉛は羊毛よりも熱いのである。
ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ πεπηγέναι ὑπὸ ψυχροῦ τὸ σῶμα;
あるいは、冷たさによって体が凝固しているために、熱の通り抜けが激しいものになるからか。
§37.5Διὰ τί αἱ ξηροτριβίαι στερεὰν τὴν σάρκα παρασκευάζουσιν;
なぜ乾性摩擦は肉を硬くするのか。
ἢ ὅτι διὰ τὴν τρῖψιν τῆς θερμασίας ἐπιγινομένης τὸ ὑγρὸν καταναλίσκεται.
あるいは、摩擦によって熱が生じることで、水分が消費されるからか。
πρὸς δὲ τούτοις ἡ σὰρξ τριβομένη πυκνοῦται·
それに加えて、摩擦を受ける肉が凝縮するからか。
ἅπαντα δὲ ὅσα πλείονος τρίψεως τυγχάνει πυκνοῦται καὶ στερεὰ γίνεται.
実際、より多くの摩擦を受けるものはすべて、凝縮して硬くなる。
θεωρῆσαι δὲ τὸ τοιοῦτον ἔστιν ἐπὶ πολλῶν·
このようなことは、多くのものにおいて観察できる。
τὸ γὰρ σταῖς ἢ πηλὸς ἢ ἄλλο τι τῶν τοιούτων, ἐὰν μὲν ὕδωρ ἐπιχέας ἕλκῃς, ὑγρὰ καὶ κλυδῶντα διαμένει, ἐὰν δὲ πλείω τρῖψιν προσαγάγῃς, πυκνοῦταί τε καὶ στερεοῦται ταχέως καὶ γλίσχρα γίνεται.
例えば、生地や粘土、その他これに類するものは、水を注いでただ引き伸ばすだけなら、湿ってドロドロしたままであるが、より多くの摩擦を加えるなら、すぐに凝縮し硬くなって、粘り気を持つようになる。
§37.6Διὰ τί αἱ τρίψεις μᾶλλον σαρκοῦσι τῶν δρόμων;
なぜ摩擦は走ることよりも肉づきをよくするのか。
ἢ ὅτι οἱ μὲν δρόμοι περιψύχουσιν τὴν σάρκα καὶ οὐ δεκτικὴν τροφῆς παρασκευάζουσιν, ἀλλὰ τὰ μὲν συσσείεται κάτω, τὰ δ’ ἐπὶ πολλοῦ τοῦ φυσικοῦ θερμοῦ ἐπιτελουμένου παντελῶς λεπτυνόμενα εἰς πνεῦμα διακρίνεται;
あるいは、走ることは肉を冷まし、栄養を受け入れにくくするからか。 むしろ一方では下に揺さぶられ落とされ、他方では多くの生体熱が引き起こされることで、完全に細分化されて気体へと分解されてしまうからか。
ἡ δὲ παλάμη τῇ τρίψει τὴν σάρκα ἀραιὰν καὶ δεκτικὴν αὐτῆς παρασκευάζει.
これに対して、手のひらは摩擦によって肉を稀薄にし、栄養を受け入れやすくする。
καὶ ἡ ἔξωθεν δὴ ἁφὴ ἐναντιουμένη διὰ τῆς πιλήσεως τῇ φορᾷ αὐτὸν συνέχει μᾶλλον, καὶ ἀνάκλασιν τῆς σαρκὸς ποιεῖται.
そのうえ、外部からの接触は、圧迫によって流れに対抗し、むしろそれを内に留め、肉を押し戻して凝集させるからか。