Humanitext Reader

亚里士多德 · 问题集 §37.1-37.6

摩擦对身体组织疏松与排泄的影响

第 147 段,共 148 段 · 希腊语

内容简介

本文探讨了按摩与干擦对身体组织密度和水分的影响,阐明了组织通风疏松如何促进肌肉增长以及健康代谢,并与跑步和晒太阳作了对比。

§37.1Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος, καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων, οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἰδίῃ;
为什么尽管身体一直在流变,且老废物质也在不断流出,但如果不流汗,身体就不会变轻呢?
ἢ διότι ἐλάττων ἡ ἔκκρισις γίνεται;
是因为排出的量变少了吗?
ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλῃ εἰς ἀέρα, πλέον γίνεται ἐξ ἐλάττονος· τὸ γὰρ διακρινόμενον πλέον, ὥστε ἐν πλείονι χρόνῳ ἡ ἔκκρισις.
因为当物质从液体转化为气体时,较少的分量会变成较多的分量;因为被分离出来的体积更大,因此排出需要更长的时间。
§37.2Διὰ τί δὲ τοῦτο;
那么,这又是为什么呢?
ἢ διότι δι’ ἐλαττόνων πόρων ἡ ἔξοδός ἐστιν;
或者是因为排出的出口是通过更小的孔道?
τὸ γὰρ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ δὲ τοῦ πνεύματος ἀδυνατεῖ.
因为粘稠和胶状的物质如果与液体在一起,由于混合的作用可以被排出,但如果与气体在一起则无法排出。
μάλιστα δὲ τοῦτ’ ἐστὶ τὸ λυποῦν.
而这正是最令人痛苦的。
διὸ καὶ οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι τοῦτο, ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες.
因此,呕吐比出汗更能使身体轻松,因为呕吐物更浓稠、更具实体性,从而能将这些物质一同带出。
ἢ καὶ ὅτι τῇ μὲν σαρκὶ πόρρω οὗτος ὁ τόπος, ἐν ᾧ τὸ γλίσχρον καὶ τὸ κολλῶδες, ὥστε ἔργον μεταστῆσαι, τῇ δὲ κοιλίᾳ ἐγγύς;
或者也是因为,存在粘稠和胶状物质的这个部位,距离肌肉较远——以至于移动它是件难事——而距离胃部较近?
ἢ γὰρ ἐν ταύτῃ γίνεται ἢ πλησίον· διὸ καὶ δυσεξάγωγος ἄλλως.
因为它们要么产生于胃中,要么产生于其附近;因此,通过其他方式是很难排出的。
§37.3Διὰ τί αἱ τρίψεις σαρκοῦσιν;
为什么摩擦能使肌肉生长?
ἢ ὅτι αὐξητικώτατον τῶν ἐν τῷ σώματι τὸ θερμόν ἐστιν;
是因为在体内的各种要素中,热最能促进生长吗?
τοῦ μὲν γὰρ ἐνυπάρχοντος μείζους οἱ ὄγκοι γίνονται διὰ τὸ ἀεὶ αὐτὸ ἐν κινήσει εἶναι καὶ εἰς τὸ ἄνω φέρεσθαι καὶ πνευματοῦν τὰ ἐν ἡμῖν ὑγρά, ὃ ἐν τῇ τρίψει γίνεται·
因为由于热一直在运动并向上运送,使我们体内的水分气化,已有肌肉的体积就会变大,而这正是摩擦时所发生的情况。
ἐκλείποντος δὲ φθίνει καὶ ἐλαττοῦται τὸ σῶμα.
但当热缺失时,身体就会衰弱并减少。
ἢ ὅτι ὀγκοτέρα τῆς τροφῆς γίνεται ἡ σὰρξ διὰ τὴν θερμασίαν;
或者是因为由于受热,肌肉变得比食物本身更膨大?
ἅπαν γὰρ τὸ θερμὸν ἐπισπαστικὸν τοῦ ὑγροῦ ἐστίν, ἡ δ’ εἰς τὴν σάρκα διαδιδομένη τροφὴ ὑγρά ἐστι, καὶ ἐπιδέχεται τὴν τροφὴν μᾶλλον διὰ τὴν ἀραίωσιν· ἀραιοτέρα γὰρ γινομένη μᾶλλον δύναται δέχεσθαι ὥσπερ σπογγιά.
因为凡是热的物质都会吸引水分,而输送到肌肉中的食物是湿润的,且肌肉由于变得疏松而更容易接受食物;因为变得更疏松时,它就像海绵一样,能接受更多。
ἡ δὲ τρῖψις εὔπνουν καὶ ἀραιὰν ποιεῖ τὴν σάρκα, καὶ κωλύει συστάσεις γίνεσθαι κατὰ τὸ σῶμα.
而摩擦能使肌肉通风且疏松,并防止身体内产生凝结。
τούτου δὲ μὴ ὄντος οὐδὲ συντήξεις γίνονται· αἱ γὰρ ἀτροφίαι καὶ αἱ συντήξεις ἐκ τῶν ἀθροισθέντων εἰσίν.
如果没有凝结,也就不会产生消瘦;因为营养不良和消瘦都是由积聚物引起的。
εὐπνούστερα δὲ καὶ ἀραιότερα καὶ ὁμαλέστερα γινόμενα εἰκὸς μᾶλλον ὀγκοῦσθαι· τῆς τε γὰρ τροφῆς δεκτικώτερα καὶ τῶν ἐκκρίσεων προετικώτερα γίνεται, ὅτι οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ’ ἀραιοῦν·
当部位变得更通风、更疏松、更均匀时,它们自然更容易膨大;因为它们既更容易接受食物,也更容易排出废弃物,因为为了健康,我们不应当使肌肉致密,而应当使其疏松。
ὥσπερ γὰρ πόλις ὑγιεινή ἐστι καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινή), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν ἐστι τοῦ ἐναντίως ἔχοντος.
因为正如通风良好的城市和地方是健康的(这也是海洋健康的原因),通风良好的身体比处于相反状态的身体更健康。
δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηδέν, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι· καὶ δεῖ οὕτως ἔχειν τὸ σῶμα ὥστε λαμβάνον εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν κινήσει ἀεὶ καὶ μηδέποτε ἠρεμεῖν.
因为体内要么不应当存在任何有害物质,要么一旦存在就必须尽快清除;而且身体必须处于这样一种状态,即在接受食物后能立即排出废弃物,并且始终处于运动中,绝不静止。
τὸ μὲν γὰρ μένον σήπεται, ὥσπερ καὶ ὕδωρ τὸ μὴ κινούμενον· σηπόμενον δὲ νόσον ποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται.
因为残留的物质会腐烂,就像不流动的水一样;而腐烂会引发疾病,排出的物质则在腐烂之前就被分离出去了。
τοῦτο οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει.
因此,这在肌肉致密时不会发生(因为孔道仿佛被堵塞了),但在肌肉疏松时就会发生。
διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν (συνίσταται γὰρ ἡ σὰρξ καὶ κομιδῇ ἀποσαρκοῦται·
因此,也不应当在烈日下裸体行走;因为肌肉会变得致密并彻底消瘦。
τὸ μὲν γὰρ ἐντὸς ὑγρὸν διαμένει, τὸ δ’ ἐπιπολῆς ἀπαλλάττεται ἐξατμιζόμενον, ὥσπερ καὶ τὰ κρέα τὰ ὀπτὰ τῶν ἑφθῶν μᾶλλον τὰ ἐντὸς ὑγρά ἐστιν) οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν ἐν ἡλίῳ (ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων τοῦ σώματος ὁ ἥλιος ἀφαιρεῖ, ὃ ἥκιστα δεῖται ἀφαιρέσεως), ἀλλὰ μᾶλλον τὰ ἐντὸς ξηραντέον.
因为内部的水分得以存留,而表面的水分则因蒸发而被清除,就像烤肉内部比煮肉内部更湿润一样。 也不应当在烈日下光着膀子行走;因为太阳会夺走身体构建得最好的部位的水分,而这些部位最不需要被夺走水分。 相反,应当干燥内部。
ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἐὰν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτα ἄγειν· ἀπὸ τούτων δὲ διὰ τὸ πρόχειρα εἶναι ῥᾴδιον ἀναλῶσαι τὸ ὑγρόν.
因为从内部来看,由于距离较远,如果不通过劳动,就无法排出汗水;但从这些部位来看,因为触手及,所以很容易消耗其中的水分。
§37.4Διὰ τί ψυχθέντες ἀπὸ τῆς αὐτῆς θερμασίας καιόμεθα μᾶλλον καὶ ἀλγοῦμεν;
为什么当我们受冻之后,面对同样的热度,我们会感到更灼热、更痛苦?
πότερον διὰ τὴν πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν;
是因为由于肌肉致密,它把侵入的热量封闭在了里面吗?
διὸ μόλιβδος ἐρίου θερμότερος.
这就是为什么铅比羊毛更烫。
ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ πεπηγέναι ὑπὸ ψυχροῦ τὸ σῶμα;
或者是因为由于身体被寒冷冻结,热量的穿透变得猛烈?
§37.5Διὰ τί αἱ ξηροτριβίαι στερεὰν τὴν σάρκα παρασκευάζουσιν;
为什么干擦能使肌肉坚实?
ἢ ὅτι διὰ τὴν τρῖψιν τῆς θερμασίας ἐπιγινομένης τὸ ὑγρὸν καταναλίσκεται.
是因为通过摩擦产生热量,水分被消耗掉了吗?
πρὸς δὲ τούτοις ἡ σὰρξ τριβομένη πυκνοῦται·
此外,被摩擦的肌肉会变得致密吗?
ἅπαντα δὲ ὅσα πλείονος τρίψεως τυγχάνει πυκνοῦται καὶ στερεὰ γίνεται.
因为凡是经受更多摩擦的物质都会变得致密且坚实。
θεωρῆσαι δὲ τὸ τοιοῦτον ἔστιν ἐπὶ πολλῶν· τὸ γὰρ σταῖς ἢ πηλὸς ἢ ἄλλο τι τῶν τοιούτων, ἐὰν μὲν ὕδωρ ἐπιχέας ἕλκῃς, ὑγρὰ καὶ κλυδῶντα διαμένει, ἐὰν δὲ πλείω τρῖψιν προσαγάγῃς, πυκνοῦταί τε καὶ στερεοῦται ταχέως καὶ γλίσχρα γίνεται.
这可以在许多事物中观察到;因为如果是面团、泥土或其他类似的东西,如果你倒水并只是拉扯它,它会保持湿润和稀烂,但如果你施加更多的摩擦,它就会迅速变得致密、坚实并富有粘性。
§37.6Διὰ τί αἱ τρίψεις μᾶλλον σαρκοῦσι τῶν δρόμων;
为什么摩擦比跑步更能使肌肉生长?
ἢ ὅτι οἱ μὲν δρόμοι περιψύχουσιν τὴν σάρκα καὶ οὐ δεκτικὴν τροφῆς παρασκευάζουσιν, ἀλλὰ τὰ μὲν συσσείεται κάτω, τὰ δ’ ἐπὶ πολλοῦ τοῦ φυσικοῦ θερμοῦ ἐπιτελουμένου παντελῶς λεπτυνόμενα εἰς πνεῦμα διακρίνεται;
是因为跑步会使肌肉变凉,并使其无法接受食物,从而导致一些物质被向下震落,而另一些物质随着大量自然热量的产生,被彻底稀释并分解为气体吗?
ἡ δὲ παλάμη τῇ τρίψει τὴν σάρκα ἀραιὰν καὶ δεκτικὴν αὐτῆς παρασκευάζει.
相反,手掌通过摩擦使肌肉变得疏松,并使其易于接受食物。
καὶ ἡ ἔξωθεν δὴ ἁφὴ ἐναντιουμένη διὰ τῆς πιλήσεως τῇ φορᾷ αὐτὸν συνέχει μᾶλλον, καὶ ἀνάκλασιν τῆς σαρκὸς ποιεῖται.
此外,外部的接触通过压迫来阻碍流动,反而更能将其留在体内,并使肌肉产生反弹。

词汇与语法注释

  1. 37.1τοῦ σώματος ῥέοντος — τοῦ σώματος ῥέοντος 和 τῆς ἀπορροῆς γινομένης 均为属格独立结构,在此表示让步意(“尽管……”)。
  2. 37.2ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες — 伴随原因连词 ἅτε 的分词 ὄντες(主格复数阳性,主语为 οἱ ἔμετοι)表示客观且确凿的原因(“因为它们确实更……”)。
  3. 37.3τοῦ μὲν γὰρ ἐνυπάρχοντος μείζους οἱ ὄγκοι γίνονται — τοῦ ἐνυπάρχοντος(现在分词中性单数属格作名词用)是“比较属格”,修饰比较级形容词 μείζους(μείζονες 的缩约形)。
  4. 37.3ἀπὸ τῶν ἄριστα ᾠκοδομημένων τοῦ σώματος — τοῦ σώματος 作为部分属格,修饰名词化的分词短语 τῶν ἄριστα ᾠκοδομημένων(意为“从身体中构建得最好的部分”)。
  5. 37.6αὐτὴν — 人称代词 αὐτήν(单数阴性宾格)更自然是指代前文语境中的阴性名词 τὴν τροφήν(营养/食物),而非紧接其前的 σάρκα,从而与 δεκτικήν(接受)相呼应。

引用这一段

亚里士多德, 问题集 §37.1-37.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:37.1-37.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。