§38.1Διὰ τί τὸν μὲν κηρὸν καὶ τοὔλαιον λευκαίνει ὁ ἥλιος, τὴν δὲ σάρκα μελαίνει;
なぜ太陽は蝋や油を白くするのに、肉は黒くするのか。
ἢ ὅτι τὰ μὲν λευκαίνει ἀπάγων τὸ ὕδωρ, φύσει γὰρ τὸ ὑγρὸν μέλαν διὰ τὴν μῖξιν τοῦ γεώδους [ὕδατος], τὴν δὲ σάρκα ἐπικαίει;
あるいは、それらは水分を取り除くことで白くするからか。 というのも、本来、液体は地のもの[水]が混ざることによって黒いのである。 これに対して、肉は(太陽が)焼き焦がすからか。
§38.2Διὰ τί οἱ ἁλιεῖς καὶ πορφυρεῖς καὶ ἁπλῶς οἱ τὴν θάλατταν ἐργαζόμενοι πυρροί εἰσιν;
なぜ漁師や、貝紫の染物師たち、また一般に海で働く人々は赤毛(あるいは赤ら顔)なのか。
πότερον ὅτι ἡ θάλαττα θερμὴ καὶ αὐχμώδης ἐστὶ διὰ τὴν ἅλμην;
海は塩分のせいで熱く、乾燥しているからか。
τὸ δὲ τοιοῦτον πυρρὰς ποιεῖ τὰς τρίχας, καθάπερ ἥ τε κονία καὶ τὸ ἀρσενικόν.
このような性質は、灰汁や石黄がそうであるように、髪を赤くするのである。
ἢ τὰ μὲν ἐκτὸς γίνονται θερμότεροι, τὰ δ’ ἐντὸς περιψύχονται διὰ τὸ βρεχομένων αὐτῶν ἀεὶ ξηραίνεσθαι ὑπὸ τοῦ ἡλίου τὰ πέριξ;
あるいは、外側はより熱くなる一方で、彼らが常に濡れているため、周囲の水分が太陽によって乾燥させられることで、内側は冷やされるからか。
τούτων δὲ τοῦτο πασχόντων αἱ τρίχες ξηραινόμεναι λεπτύνονται καὶ πυρροῦνται.
このことが彼らに生じるために、髪が乾燥して細くなり、赤くなるのである。
καὶ πάντες δὲ οἱ πρὸς ἄρκτον πυρρότριχες καὶ λεπτότριχές εἰσιν.
実際、北方に住む人々はすべて赤毛で細い髪をしている。
§38.3Διὰ τί οἱ μὲν ἐν ἱματίῳ δρόμοι καὶ ἡ τοῦ ἐλαίου εἰς ἱμάτιον χρῖσις ἄχρους ποιεῖ, οἱ δὲ γυμνοὶ δρόμοι εὔχρους;
なぜ衣服を着用して走ることや、衣服に油を塗ることは血色を悪くするのに、裸で走ることは血色をよくするのか。
ἢ ὅτι ἡ μὲν εὔπνοια εὔχροιαν ποιεῖ, ἡ δὲ κατάπνιξις τοὐναντίον.
通気性が血色をよくするのに対し、密閉はその反対をもたらすからか。
διὰ δὴ τὸ συνθερμαινόμενον τὸ ἐπιπολῆς ὑγρὸν μὴ διαψύχεσθαι ἄχροιαν ποιεῖ.
実際、共に温められた表面の水分が冷やされないことが、血色の悪さを引き起こす。
ἄμφω δὲ ταὐτον ποιεῖ, ἡ ἐν τῷ ἱματίῳ ἴδισις καὶ ἡ εἰς τὸ ἱμάτιον ἄλειψις·
衣服を着て汗をかくことと、衣服に油を塗ることは、どちらも同じことを引き起こす。
ἐγκατακλείεται γὰρ ἡ θερμότης.
というのも、熱が内側に閉じ込められるからである。
οἱ δὲ γυμνοὶ δρόμοι εὔχρουν ποιοῦσιν διὰ τοὐναντίον, ὅτι καταψύχει ὁ ἀὴρ τὰς συνισταμένας ἐκκρίσεις καὶ διαπνεῖ τὸ σῶμα.
これに対して、裸で走ることは反対の理由で血色をよくする。 すなわち、空気が、蓄積された分泌物を冷やし、体を換気するからである。
ἔτι τὸ ἔλαιον ὑγρὸν ὂν καὶ λεπτόν, ὑπαλειφθὲν καὶ τοὺς πόρους ἐμφράττον, οὔτε τὸ ἐκ τοῦ σώματος ὑγρὸν καὶ πνεῦμα ἔξω ῥεῖν ἐᾷ, οὔτε τὸ ἐκτὸς πνεῦμα ἐντός.
さらに、油は湿っていて細かいため、薄く塗られて孔を塞ぐと、体からの水分や気体が外へ流れるのも、外の気体が内へ入るのも許さない。
διὸ καταπνιγόμενα ἐν τῷ σώματι ὑγρὰ περιττώματα σηπόμενα ἄχροιαν ποιεῖ.
それゆえ、体内に閉じ込められた液状の老廃物が腐敗し、血色を悪くするのである。
§38.4Διὰ τί ἡ εὔπνοια εὔχρους ποιεῖ;
なぜ通気性が血色をよくするのか。
ἢ ὅτι ἄχροια ἔοικεν εἶναι οἷον σῆψίς τις χρωτός;
あるいは、血色の悪さとは、皮膚の一種の腐敗のようなものだからか。
ὅταν οὖν τὸ ἐπιπολῆς ὑγρὸν καὶ θερμὸν ᾖ. τοῦτο συμβαίνει καὶ χλωρὸν γίνεσθαι, ἐὰν μὴ ψυχθῇ καὶ ἀποπνεύσῃ τὸ θερμόν.
したがって、表面の水分が熱を帯びているとき、もしそれが冷やされず、その熱が発散されないならば、このことが生じて青白くなるのである。
§38.5Διὰ τί οἱ μὲν ἱδρώσαντες ἐκ τῶν γυμνασίων εὔχροοί εἰσιν εὐθύς, οἱ δὲ ἀθληταὶ ἄχροοι;
なぜ運動によって汗をかいた人々はすぐに血色がよくなるのに、アスリートは血色が悪いのか。
ἢ διότι ὑπὸ μὲν τοῦ μετρίου πόνου τὸ θερμὸν ἐκκάεται καὶ ἐπιπολάζει, ὑπὸ δὲ τῶν πολλῶν ἐξηθεῖται μετὰ τοῦ ἱδρῶτος καὶ τοῦ πνεύματος, ἀραιουμένου τοῦ σώματος ἐν τῷ πονεῖν;
あるいは、適度な労働によっては熱が燃え立って表面に昇ってくるのに対し、過度な労働によっては、運動中に体が稀薄になることで、熱が汗や呼吸とともに絞り出されてしまうからか。
ὅταν μὲν οὖν ἐπιπολάσῃ τὸ θερμόν, εὔχροοι γίνονται, καθάπερ οἵ τε θερμαινόμενοι καὶ αἰσχυνόμενοι·
それゆえ、熱が表面に昇ってくるときには、温まっている人々や恥じらっている人々がそうであるように、血色がよくなる。
ὅταν δὲ ἐκλίπῃ, ἄχροοι.
しかし、熱が失われるときには、血色が失われる。
οἱ μὲν οὖν ἰδιῶται μέτρια γυμνάζονται, οἱ δὲ ἀθληταὶ πολλά.
したがって、一般の人々は適度に運動するのに対し、アスリートは過度に運動するからである。
§38.6Διὰ τί μᾶλλον καίονται ὑπὸ τοῦ ἡλίου οἱ καθεζόμενοι τῶν γυμναζομένων;
なぜ座っている人々は、運動している人々よりも太陽によってより激しく焼かれるのか。
ἢ ὅτι οἱ ἐν κινήσει ὄντες ὥσπερ ῥιπίζονται ὑπὸ τοῦ πνεύματος διὰ τὸ κινεῖν τὸν ἀέρα, οἱ δὲ καθήμενοι οὐ πάσχουσι τοῦτο;
あるいは、動いている人々は空気を動かすことによって、あたかも風によって扇がれているかのようであるのに対し、座っている人々はこれを経験しないからか。
§38.7Διὰ τί ὁ μὲν ἥλιος ἐπικάει, τὸ δὲ πῦρ οὔ;
なぜ太陽は焼き焦がすのに、火はそうしないのか。
ἢ διότι λεπτότερός ἐστιν ὁ ἥλιος, καὶ μᾶλλον δύναται διαδύεσθαι εἰς τὴν σάρκα;
あるいは、太陽の方がより細かく、肉の内部に入り込みやすいからか。
τὸ δὲ πῦρ, ἐὰν καὶ ἐπικαύσῃ, ἄνω μόνον ποιεῖ τὸ χρῶμα, τὰς φοῖδας καλουμένας· εἴσω δὲ οὐκ εἰσδύεται.
これに対して、火は、たとえ焼き焦がすとしても、表面だけに色(いわゆる「フォイデス」)を生じさせるだけで、内側には入り込まないからか。
§38.8Διὰ τί τὸ πῦρ οὐ ποιεῖ μέλανας, ὁ δὲ ἥλιος ποιεῖ·
なぜ火は黒くしないのに、太陽は黒くするのか。
p τὸν δὲ κέραμον ποιεῖ, ὁ δὲ ἥλιος οὔ;
他方で、(火は)粘土を黒くするのに、太陽はそうしないのか。
ἢ οὐχ ὁμοίως ἑκάτερον ποιεῖ, ἀλλ’ ὁ μὲν ἐπικάων τὴν χρόαν μελαίνει, τὸ δὲ πῦρ τὸν κέραμον ἀναπιμπλᾷ, ᾗ ἀναφέρει ἀσβόλῳ.
あるいは、それぞれが同じように黒くするのではないからか。 すなわち、太陽は焼き焦がすことでその色を黒くするが、火はそれが立ちのぼらせる煤によって粘土を満たすのである。
τοῦτο δ’ ἔστι λεπτῆς μαρίλης, ἀποθραυομένων ἅμα καὶ καομένων τῶν ἀνθράκων.
そして、これは炭が砕け散ると同時に燃えるときに生じる細かい微粉である。
τοὺς δὲ ἀνθρώπους ὁ μὲν ἥλιος μελαίνει, τὸ δὲ πῦρ οὔ, ὅτι τοῦ μὲν μαλθακὴ ἡ θερμότης, καὶ διὰ μικρομέρειαν δύναται τὸ δέρμα αὐτὸ κάειν·
これに対して、人間について言えば、太陽は黒くするが火はそうしないのは、太陽の熱は穏やかであり、その細かさのゆえに皮膚そのものを焼くことができるからである。
ὥστε διὰ μὲν τὸ τῆς σαρκὸς μὴ ἅπτεσθαι οὐκ ἀλγεινόν, διὰ δὲ τὸ κάειν μέλαν ποιεῖ.
したがって、肉そのものに触れないために痛みはないが、焼くことによって黒くするのである。
τὸ δὲ πῦρ ἢ οὐχ ἅπτεται ἢ εἴσω διέρχεται, ἐπεὶ μέλανα καὶ τὰ πυρίκαυστα γίνεται, ἀλλ’ οὐ μόνον ἐκεῖνον τὸν τόπον κάει οὗ ἡ χροιά.
これに対して、火は皮膚に触れないか、あるいは内部まで通り抜けてしまう。 実際、火で焼かれたものも黒くなるが、それは色があるその場所だけを焼くのではないからである。
§38.9Διὰ τί οἱ γηράσκοντες μελάντεροι γίνονται;
なぜ年をとる人々はより黒くなるのか。
ἢ ὅτι πᾶν σηπόμενον μελάντερον γίνεται, πλὴν εὐρῶτος;
あるいは、カビを除いて、腐敗するものはすべてより黒くなるからか。
τοῦτο δ’ ἐστὶ γῆρας καὶ σαπρότης.
そして、これこそが老化であり腐敗だからである。
ἔτι ἐπειδὴ τὸ αἷμα ξηραινόμενον μελάντερον γίνεται, εἰκότως ἂν μελάντεροι εἶεν οἱ πρεσβύτεροι·
さらに、血液は乾燥するとより黒くなるため、高齢者がより黒くなるのは当然である。
τοῦτο γάρ ἐστι τὸ χρῷζον ἡμῶν τὰ σώματα φυσικῶς.
実際、血液こそが、自然な形で我々の体を着色しているものだからである。
§38.10Διὰ τί περὶ τὴν τῶν σίτων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί;
なぜ穀物を扱う仕事において、大麦を扱う人々は血色が悪くなりカタルにかかりやすいのに、小麦を扱う人々は健康的な体調になるのか。
ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, ὥστε καὶ αἱ ἀπόρροιαι;
あるいは、大麦よりも小麦の方が消化されやすいため、流出するものもそうであるからか。
§38.11Διὰ τί ὁ μὲν ἥλιος τὸ μὲν ἔλαιον λευκαίνει, τὴν δὲ σάρκα μελαίνει;
なぜ太陽は油を白くするのに、肉は黒くするのか。
ἢ ὅτι τοῦ μὲν ἐλαίου ἀπάγει τὸ γεῶδες;
あるいは、油からは地のものを取り除くからか。
τοῦτο δὲ ἦν τὸ μέλαν, ὥσπερ τὸ γεῶδες τοῦ οἴνου.
そして、ワインの地のものがそうであるように、これが黒い性質のものであった。
τὴν δὲ σάρκα μελαίνει, ὅτι κάει·
これに対して、肉を黒くするのは、それを焼き焦がすからである。
τὸ γὰρ γεῶδες καόμενον ἅπαν γίνεται μέλαν.
実際、地のものは焼き焦がされると、すべて黒くなるからである。