§33.15Διὰ τί μόνον ὁ πταρμὸς ἡμῖν καθεύδουσιν οὐ γίνεται, ἀλλ’ ὡς εἰπεῖν ἅπαντα ἐγρηγορόσιν;
なぜ私たちにおいて、くしゃみだけが眠っているときには起こらず、言うなれば他のすべての活動は起きているときに起こるのか。
ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται καὶ ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον ἀφ’ οὗ γίνεται·
あるいは、くしゃみは、それが生じる場所を刺激するある種の熱によっても生じるからか。
διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πτάρειν·
それゆえ、私たちはくしゃみをしたいときに太陽を仰ぎ見るのである。
〈ἢ〉 ὅτι καθευδόντων ἡμῶν ἀντιπεριίσταται τὸ θερμὸν ἐντός.
〈あるいは〉私たちが眠っているときには、熱が内部に集中するからか。
διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων, καὶ τὸ πνεῦμα τὸ πολὺ αἴτιόν ἐστιν τοῦ ἐξονειρώττειν ἡμᾶς.
それゆえ、眠っている人々の下部は温かくなり、多量の気は私たちが夢精することの原因となる。
εἰκότως οὖν οὐ πταρνύμεθα·
したがって、私たちがくしゃみをしないのは当然である。
ἀπαλλαγέντος γὰρ τοῦ θερμοῦ τοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκεν τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξαιρουμένου γίνεται ὁ πταρμός, καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι.
なぜなら、頭から熱(そこにある水分を刺激する性質があり、それが排出されることでくしゃみが生じるもの)が去ってしまうので、生じるはずの現象が起こらないのも自然だからである。
ἀποψοφοῦσι δὲ μᾶλλον ἢ πτάρνυνται καὶ ἐρεύγονται καθεύδοντες ἢ ἐγρηγορότες, ὅτι ἐκθερμαινομένου τοῦ περὶ τὴν κοιλίαν τόπου ἐν τοῖς ὕπνοις μᾶλλον ἐκπνευματοῦσθαι συμβαίνει τὰ περὶ αὐτὴν ὑγρά, πνευματούμενα δὲ εἰς τοὺς ἔγγιστα τόπους φέρεσθαι.
他方、眠っている人々は、起きているときよりも、くしゃみをしたりげっぷをしたりするよりは、むしろおならをする。 なぜなら、睡眠中には腹部の周りの場所が温められるため、その周りの水分がより多く気化し、気化したものが最も近い場所へと運ばれるからである。
ἐνταῦθα γὰρ καὶ συναπωθεῖται ὑπὸ τοῦ ἐν τῷ ὕπνῳ γινομένου πνεύματος, καθεκτικώτερος γάρ ἐστιν ἢ προετικώτερος ὁ καθεύδων τοῦ πνεύματος, διὸ καὶ συστέλλει τὸ θερμὸν ἐντός.
実際、その場所において、睡眠中に生じる気によって同時に押し出される。 というのも、眠っている人は気を手放すよりもむしろ保持する傾向があり、それゆえに熱を内部に引き締めるからである。
ὁ δὲ κατέχων τὸ πνεῦμα ὠθεῖ κάτω αὐτό·
そして気を保持する者はそれを下へと押す。
παρὰ φύσιν γάρ ἐστι τῷ πνεύματι ἡ κάτω φορά, διὸ καὶ χαλεπόν ἐστι κατέχειν τὸ πνεῦμα.
というのも、気にとって下への移動は自然に反しており、それゆえに気を保持することは困難だからである。
τὸ δ’ αὐτὸ αἴτιον καὶ τοῦ καθεύδειν ἡμῖν ἐστίν.
そしてこれと同じ原因が、私たちが眠ることの原因でもある。
οὔσης γὰρ τῆς ἐγρηγόρσεως κινήσεως, ταύτης δ’ ἐν τοῖς αἰσθητηρίοις ἡμῶν γινομένης μάλιστα ἐν τῷ ἐγρηγορέναι ἡμᾶς, δῆλον ὡς καὶ ἠρεμούντων ἡμῶν καθεύδοιμεν ἄν.
なぜなら、覚醒とは運動であり、この運動は私たちが起きているときにとりわけ感覚器官において生じるので、感覚器官が静止しているときには私たちが眠るであろうことは明らかだからである。
ἐπεὶ δὲ τὸ μὲν πῦρ κινητικόν ἐστι τῶν ἐν ἡμῖν μορίων, τοῦτο δ’ ἐν τῷ ὕπνῳ ἐντὸς περιίσταται, λιπὸν τὸν περὶ τὴν κεφαλὴν τόπον οὗ ἐστὶ τὸ αἰσθητήριον, ἠρεμοίη ἂν μάλιστα ἡμῶν τότε τὰ αἰσθητήρια·
そして、火は私たちの内部の諸部分を動かす性質のものであり、これが睡眠中には内部に引きこもり、感覚器官がある頭の周りの場所を去るので、そのとき私たちの感覚器官はとりわけ静止するであろう。
ὃ εἴη ἂν αἴτιον τοῦ καθεύδειν.
これが眠ることの原因であろう。
§33.16Διὰ τί πτάραντες καὶ οὐρήσαντες φρίττουσιν;
なぜ人々はくしゃみをしたり排尿したりした後に身震いするのか。
ἢ ὅτι κενοῦνται αἱ φλέβες ἀμφοτέροις τούτοις τοῦ πρότερον ἐνυπάρχοντος ἀέρος θερμοῦ, κενωθέντων δὲ ἄλλος ἀὴρ ἔξωθεν εἰσέρχεται ψυχρότερος τοῦ προϋπάρχοντος ἐν ταῖς φλεψίν·
あるいは、これら両方のことによって、静脈から以前そこに存在していた温かい空気が空になり、それらが空になると、かつて静脈内に存在していたものよりも冷たい別の空気が外部から入り込むからか。
τοιοῦτος δ’ εἰσιὼν ποιεῖ φρίττειν.
そのような空気が入り込むことで、身震いが生じるのである。
§33.17Διὰ τί τοὺς λυγμοὺς οἱ πταρμοὶ παύουσιν;
なぜくしゃみはしゃっくりを止めるのか。
ἢ ὅτι ὁ λυγμὸς οὐχ ὥσπερ οἱ ἐρυγμοὶ ἀπὸ τῆς τὰ σιτία δεχομένης κοιλίας ἐστίν, ἀλλ’ ἀπὸ τοῦ πνεύματος, συμβαίνει δὲ μάλιστα ἀπὸ καταψύξεως ἐκ ῥίγους καὶ λύπης καὶ φαρμακείας τῆς ἄνω μάλιστα γίνεσθαι.
あるいは、しゃっくりは、げっぷのように食べ物を受け入れる胃から生じるのではなく、気から生じるのであり、とりわけ悪寒や悲しみ、またとりわけ上部に対する薬の投与による冷却から生じるからか。
θερμὸς γὰρ ὢν φύσει ὁ τόπος, ὅταν καταψυχθῇ, οὐ προίεται τὸ πνεῦμα πᾶν, ἀλλ’ ὥσπερ πομφόλυγας ποιεῖ·
実際、その場所は本来温かいのであるが、冷却されると、すべての気を放出することができず、まるで泡のようになってしまうからである。
διὸ καὶ τὸ πνεῦμα κατασχοῦσι παύεται (ἐκθερμαίνεται γὰρ ὁ τόπος), καὶ τὸ ὄξος, θερμαντικὸν ὄν, προσφερόμενον.
それゆえ、息を止める人々においてもそれは止まり(その場所が温められるからである)、また温める性質を持つ酢を服用することによっても止まるのである。
τοῦ δὴ θερμοῦ συμβαίνοντος ἀπὸ θερμασίας καὶ τοῦ ἐγκεφάλου, τῶν ἄνω τόπων εἰς τὸν πνεύμονα συντετρημένων, θερμοῦ τοῦ πνεύμονος ὄντος, ἥ τε πρὸ τοῦ πταρμοῦ κατοχὴ καὶ ἡ ἄνωθεν κατάκρουσις λύει τὸ πάθος.
そして、脳の加熱によって熱が生じ、上部の場所が肺へと貫通しており、そこにある気も温かいので、くしゃみの前の息の保持と、上からの衝撃の両方が、この症状を解消するのである。
§33.18Διὰ τί οἱ οὐλότριχες, καὶ οἷς ἐπέστραπται τὸ τρίχιον, ὡς ἐπὶ τὸ πολὺ σιμότεροι;
なぜ縮れ毛の人々や、髪の毛がカールしている人々は、大抵の場合、鼻が低いのか。
ἢ εἴπερ ἡ οὐλότης ἐν παχύτητι, ἡ δὲ παχύτης μετὰ σκληρότητος, σκληρὸν δ’ ὂν τὸ αἷμα θερμόν, ἡ δὲ θερμότης οὐ ποιεῖ περίττωσιν, τὸ δὲ ὀστοῦν ἐκ περιττώματος, ὁ δὲ χόνδρος ὀστοῦν, εὐλόγως ἂν ἔκλειψις εἴη τοῦ μορίου;
あるいは、もし縮れが厚さにあり、その厚さは硬さを伴い、血が硬いのは熱いからであり、熱さは余剰物を作り出さず、骨は余剰物から成り、軟骨も骨の一種であるとするなら、その部分の欠乏が生じるのは理にかなっているからか。
σημεῖον δὲ τὸ τὰ παιδία πάντα εἶναι σιμά.
その証拠に、子供たちはみな鼻が低い。