§33.15Διὰ τί μόνον ὁ πταρμὸς ἡμῖν καθεύδουσιν οὐ γίνεται, ἀλλ’ ὡς εἰπεῖν ἅπαντα ἐγρηγορόσιν;
为什么只有打喷嚏在我们睡觉时不发生,而可以说其他一切活动都在我们清醒时发生?
ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται καὶ ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον ἀφ’ οὗ γίνεται· διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πτάρειν· 〈ἢ〉 ὅτι καθευδόντων ἡμῶν ἀντιπεριίσταται τὸ θερμὸν ἐντός.
是因为打喷嚏也是由某种热量引起的,这种热量移动了产生打喷嚏的那个部位——这就是为什么当我们想打喷嚏时也会仰望太阳——〈还是〉因为,当我们睡觉时,热量在内部积聚?
διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων, καὶ τὸ πνεῦμα τὸ πολὺ αἴτιόν ἐστιν τοῦ ἐξονειρώττειν ἡμᾶς.
因此,睡觉的人的下部变热,而大量的气体是我们梦遗的原因。
εἰκότως οὖν οὐ πταρνύμεθα· ἀπαλλαγέντος γὰρ τοῦ θερμοῦ τοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκεν τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξαιρουμένου γίνεται ὁ πταρμός, καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι.
因此,我们自然不打喷嚏;因为当来自头部的热量(其本性是移动那里的湿气,而排除湿气会产生打喷嚏)离去时,随之发生的症状自然不发生。
ἀποψοφοῦσι δὲ μᾶλλον ἢ πτάρνυνται καὶ ἐρεύγονται καθεύδοντες ἢ ἐγρηγορότες, ὅτι ἐκθερμαινομένου τοῦ περὶ τὴν κοιλίαν τόπου ἐν τοῖς ὕπνοις μᾶλλον ἐκπνευματοῦσθαι συμβαίνει τὰ περὶ αὐτὴν ὑγρά, πνευματούμενα δὲ εἰς τοὺς ἔγγιστα τόπους φέρεσθαι.
但是睡觉的人比清醒时更容易放屁,而不是打喷嚏或打嗝,因为在睡眠中,胃部周围的区域变热,其周围的湿气更容易气化,而气化的湿气被运送到最近的区域。
ἐνταῦθα γὰρ καὶ συναπωθεῖται ὑπὸ τοῦ ἐν τῷ ὕπνῳ γινομένου πνεύματος, καθεκτικώτερος γάρ ἐστιν ἢ προετικώτερος ὁ καθεύδων τοῦ πνεύματος, διὸ καὶ συστέλλει τὸ θερμὸν ἐντός.
因为在那里,它也随着睡眠中产生的气体一起被推出去;因为睡觉的人更容易保留而不是排出气体,所以他也将热量收缩在内部。
ὁ δὲ κατέχων τὸ πνεῦμα ὠθεῖ κάτω αὐτό· παρὰ φύσιν γάρ ἐστι τῷ πνεύματι ἡ κάτω φορά, διὸ καὶ χαλεπόν ἐστι κατέχειν τὸ πνεῦμα.
而保留气体的人将其向下推;因为对于气体来说,向下运动是违背自然规律的,所以保留气体也是困难的。
τὸ δ’ αὐτὸ αἴτιον καὶ τοῦ καθεύδειν ἡμῖν ἐστίν.
而这同一个原因也是我们睡眠的原因。
οὔσης γὰρ τῆς ἐγρηγόρσεως κινήσεως, ταύτης δ’ ἐν τοῖς αἰσθητηρίοις ἡμῶν γινομένης μάλιστα ἐν τῷ ἐγρηγορέναι ἡμᾶς, δῆλον ὡς καὶ ἠρεμούντων ἡμῶν καθεύδοιμεν ἄν.
因为既然清醒是一种运动,而这种运动尤其在我们清醒时发生于我们的感觉器官中,显然当它们静止时,我们就会睡觉。
ἐπεὶ δὲ τὸ μὲν πῦρ κινητικόν ἐστι τῶν ἐν ἡμῖν μορίων, τοῦτο δ’ ἐν τῷ ὕπνῳ ἐντὸς περιίσταται, λιπὸν τὸν περὶ τὴν κεφαλὴν τόπον οὗ ἐστὶ τὸ αἰσθητήριον, ἠρεμοίη ἂν μάλιστα ἡμῶν τότε τὰ αἰσθητήρια· ὃ εἴη ἂν αἴτιον τοῦ καθεύδειν.
既然火能够移动我们内部的部位,而在睡眠中火在内部积聚,离开了感觉器官所在的头部周围区域,那么我们的感觉器官那时就会处于最静止的状态;这就是睡眠的原因。
§33.16Διὰ τί πτάραντες καὶ οὐρήσαντες φρίττουσιν;
为什么人们在打喷嚏和排尿后会发抖?
ἢ ὅτι κενοῦνται αἱ φλέβες ἀμφοτέροις τούτοις τοῦ πρότερον ἐνυπάρχοντος ἀέρος θερμοῦ, κενωθέντων δὲ ἄλλος ἀὴρ ἔξωθεν εἰσέρχεται ψυχρότερος τοῦ προϋπάρχοντος ἐν ταῖς φλεψίν· τοιοῦτος δ’ εἰσιὼν ποιεῖ φρίττειν.
是因为通过这两者,血管排空了先前存在于其中的温热空气,而当它们排空时,来自外部的另一种空气进入,它比先前存在于血管中的空气更冷;而这种空气进入就会引起发抖?
§33.17Διὰ τί τοὺς λυγμοὺς οἱ πταρμοὶ παύουσιν;
为什么打喷嚏能止住打嗝?
ἢ ὅτι ὁ λυγμὸς οὐχ ὥσπερ οἱ ἐρυγμοὶ ἀπὸ τῆς τὰ σιτία δεχομένης κοιλίας ἐστίν, ἀλλ’ ἀπὸ τοῦ πνεύματος, συμβαίνει δὲ μάλιστα ἀπὸ καταψύξεως ἐκ ῥίγους καὶ λύπης καὶ φαρμακείας τῆς ἄνω μάλιστα γίνεσθαι.
是因为打嗝不像打嗝那样来自接受食物的胃,而是来自气体,并且它发生主要是由于发冷、悲伤或针对上部区域的药物引起的冷却?
θερμὸς γὰρ ὢν φύσει ὁ τόπος, ὅταν καταψυχθῇ, οὐ προίεται τὸ πνεῦμα πᾶν, ἀλλ’ ὥσπερ πομφόλυγας ποιεῖ· διὸ καὶ τὸ πνεῦμα κατασχοῦσι παύεται (ἐκθερμαίνεται γὰρ ὁ τόπος), καὶ τὸ ὄξος, θερμαντικὸν ὄν, προσφερόμενον.
因为该区域本性是温热的,当它被冷却时,它不能释放所有的气体,而是像产生气泡一样;因此,对于那些闭气的人来说它也会停止(因为该部位被彻底温暖),以及在服用具有温热性质的醋时也是如此。
τοῦ δὴ θερμοῦ συμβαίνοντος ἀπὸ θερμασίας καὶ τοῦ ἐγκεφάλου, τῶν ἄνω τόπων εἰς τὸν πνεύμονα συντετρημένων, θερμοῦ τοῦ πνεύμονος ὄντος, ἥ τε πρὸ τοῦ πταρμοῦ κατοχὴ καὶ ἡ ἄνωθεν κατάκρουσις λύει τὸ πάθος.
由于脑部的变热产生了热,且上部区域与肺部相通,那里的气体是温热的,所以在打喷嚏之前的闭气和来自上方的冲击都消除了这种症状。
§33.18Διὰ τί οἱ οὐλότριχες, καὶ οἷς ἐπέστραπται τὸ τρίχιον, ὡς ἐπὶ τὸ πολὺ σιμότεροι;
为什么卷发的人以及头发扭曲的人大多是塌鼻子?
ἢ εἴπερ ἡ οὐλότης ἐν παχύτητι, ἡ δὲ παχύτης μετὰ σκληρότητος, σκληρὸν δ’ ὂν τὸ αἷμα θερμόν, ἡ δὲ θερμότης οὐ ποιεῖ περίττωσιν, τὸ δὲ ὀστοῦν ἐκ περιττώματος, ὁ δὲ χόνδρος ὀστοῦν, εὐλόγως ἂν ἔκλειψις εἴη τοῦ μορίου;
是因为,如果卷曲在于厚度,而厚度伴随着硬度,血因硬而热,热不产生残留物,而骨头是由残留物制成,软骨也是一种骨头,那么该部位的缺失是合理的吗?
σημεῖον δὲ τὸ τὰ παιδία πάντα εἶναι σιμά.
证据是所有的婴儿都是塌鼻子。