§31.1Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν;
なぜ目をこすると、私たちはくしゃみが止まるのだろうか。
ἢ ὅτι ἀναπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ;
あるいは、水分のために、この方法で放出が行われるからか。
δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν· ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγροῦ.
実際、こすった後に目は涙を流し、くしゃみは水分の多量さによるものである。
ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος;
あるいは、より小さな熱が、より大きな熱によって破壊されるからか。
ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί.
そして、こすられた目は、鼻の中にある熱よりも多くの熱を得る。
διὰ τοῦτο δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.
このため、鼻そのものをこすったとしても、くしゃみは止まる。
§31.2Διὰ τί τῷ ἑνὶ ὀφθαλμῷ ἀκριβέστερον ὁρῶσιν ἢ τοῖν δυοῖν;
なぜ片方の目での方が、両方の目での方よりも、より正確に見えるのだろうか。
ἢ ὅτι πλείους οὖσαι κινήσεις τοῖν δυοῖν γίνονται, οἷον τοῖς διεστραμμένοις;
あるいは、両眼の場合には、斜視の人々のように、より多くの運動が生じるからか。
οὔκουν μία ἡ κίνησις, τοῦ δὲ ἑνὸς ἁπλῆ.
したがって運動は一つではなく、片眼の運動は単純である。
ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον.
それゆえ、彼らはより正確さを欠いて見るのである。
§31.3Διὰ τί ὀργιζόμενοι μὲν τοὺς ὀφθαλμοὺς μάλιστα ἐπιδιδόασι πρὸς τὸ ἐρυθριᾶν, αἰσχυνόμενοι δὲ τὰ ὦτα ἢ διότι οἱ μὲν καταψύχονται ἐν τῇ αἰδοῖ (ἐν ὀφθαλμοῖς γὰρ αἰδώς) ἀντιβλέπειν οὐ δύνανται;
なぜ怒っているときには目を最も赤くし、恥じているときには耳を赤くするのだろうか。 あるいは、恥ずかしさにおいては、目が冷却され(なぜなら、恥は目のなかにあるからである)、見返すことができないからだろうか。
καὶ ἡ δειλία κατάψυξίς τίς ἐστιν ἐνταῦθα.
そして、臆病さもまた、その場所におけるある種の冷却である。
μεθίσταται δὲ εἰς τοὐναντίον τῷ ἔμπροσθεν τὸ ὄπισθεν.
そして、前部に対して後部が反対へと移行する。
τὰ δὲ ὦτα ἀντίκειται·
そして、耳は対立する。
διὸ καὶ μάλιστα ἐρυθριῶσιν αἰσχυνόμενοι.
それゆえ、恥じているときに最も赤くなるのである。
ἐν δὲ τῷ κνήθεσθαι ἐπὶ τὸ αἰσθητικώτερον καὶ κινητικώτερον ἡ βοήθεια ὡς ἀδικουμένου·
また、くすぐられるときには、不当な扱いを受けているものとして、より敏感で動きやすい部分へと援助が向かう。
φοβουμένοις γὰρ ἐνταῦθα ἐκλείπει μάλιστα.
実際、恐れている人々においては、その場所から最も失われるからである。
§31.4Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ὁ ἕτερος ἀτενίζει μᾶλλον;
なぜ一方の目が覆われると、もう一方の目がより熱心に凝視するのだろうか。
ἢ διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν ὀφθαλμῶν;
あるいは、両眼の起点がいずれも同じ場所からつながっているからか。
θατέρου οὖν κινουμένου καὶ ἡ κοινὴ ἀρχὴ κινεῖται, ἐκείνης δὲ κινουμένης καὶ ὁ ἕτερος.
それゆえ、一方が動かされるときには共通の起点も動き、それが動くときにはもう一方の目も動く。
ληφθέντος οὖν θατέρου ἡ κίνησις κινήσει αὐτόν, ὥστε δύναται ἀτενίζειν μᾶλλον.
それゆえ、一方が覆われるとき、その運動がもう一方の目を動かし、その結果、より熱心に凝視することができるのである。
§31.5Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί;
なぜ生まれつきの盲人は禿げないのだろうか。
ἢ ὅτι πημαίνει τὰ ὄμματα ὑγρότης οὖσα πολλὴ ἐν τῷ περὶ τὴν κεφαλὴν τόπῳ;
あるいは、頭の周りの領域にある多量の水分が、目を損なうからか。
διὸ τῶν ῥευματικῶν εἰς τοὺς ὀφθαλμοὺς τάς τε περὶ τοὺς κροτάφους φλέβας κάουσι, πυκνοῦντες τοὺς τῶν ὑγρῶν πόρους, καὶ ξύουσι τὴν κεφαλήν, διατέμνοντες τὸ ἐν αὐτῇ δέρμα.
それゆえ、目へのカタルに苦しむ人々においては、こめかみの周りの血管を焼き、水分の通路を収縮させ、頭の皮膚を切り開いて頭をこする。
ἐπεὶ οὖν πημαίνει τοὺς ὀφθαλμοὺς τὸ ἐν αὐτῇ περίττωμα γινόμενον, κωλύοι ἂν αὑτοὺς ταὐτὸ τοῦτο ἐξ ἀρχῆς γίνεσθαι, πλέον συνιστάμενον ἐν αὐτῇ.
したがって、頭の中に生じる余剰物が目を損なうのであるから、この同じものが頭の中でより多く蓄積されることが、そもそも最初から目が生じるのを妨げたのであろう。
ἐπεὶ δὲ ἐκ περιττωμάτων θρὶξ φύεται, τοῦτο δὲ ἐν τῇ τῶν τυφλῶν κεφαλῇ ἐκ γενετῆς ἐστὶ πολύ, εἰκότως οὐκ εἰσὶ φαλακροί.
そして、髪の毛は余剰物から生えるものであり、盲人の頭にはこれが生まれつき多量に存在しているのであるから、彼らが禿げないのは当然である。
§31.6Διὰ τί οἱ ἐξόφθαλμοι καπνίζονται μᾶλλον;
なぜ突出した目の人々は、より煙に悩まされるのだろうか。
ἢ ὅτι τάχιστα προσπίπτει προέχοντα;
あるいは、目が突出しているがゆえに、煙が最も速くそこに降りかかるからか。
§31.7Διὰ τί εἰς μὲν τὰ δεξιὰ ἀμφοτέρας τὰς ὄψεις ἅμα διαστρέφειν δυνάμεθα, καὶ εἰς τὰ ἀριστερὰ καὶ πρὸς τὴν ῥῖνα, καὶ εἰς τὸ ἀριστερὸν δὲ ἢ τὸ δεξιὸν τὴν ἑτέραν, ἅμα δὲ εἰς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀδυνατοῦμεν;
なぜ私たちは、両眼の視線を同時に右へ、また左へ、そして鼻の方へと動かすことができ、また片方の目を左へ、あるいは右へと動かすこともできるのに、同時に右へも左へも動かすことはできないのだろうか。
ὁμοίως δὲ καὶ εἰς τὸ κάτω καὶ εἰς τὸ ἄνω·
下や上に対しても同様である。
ἅμα μὲν γὰρ ἐπὶ ταὐτὸ δυνάμεθα, χωρὶς δὲ οὔ.
すなわち、同時に同じ方向へは動かせても、別々にはできない。
ἢ ὅτι αἱ ὄψεις δύο οὖσαι ὅμως ἐξ ἑνὸς συνήρτηνται;
あるいは、視線は二つあるものの、それにもかかわらず一つのものから結合されているからか。
ὅσα δὲ τοιαῦτα, ἄκρου θατέρου κινουμένου ἀνάγκη θάτερον ἀκολουθεῖν ἐπὶ ταὐτό.
そのようなすべてのものにおいて、一方の端が動かされるときには、もう一方の端も同じ方向へ従うことが不可欠である。
τῷ γὰρ ἑτέρῳ ἄκρῳ ἡ ἀρχὴ θάτερον ἄκρον.
実際、一方の端にとって、起点となるのはもう一方の端だからである。
εἰ οὖν τὸ ἓν ἀδύνατον ἅμα εἰς τἀναντία κινεῖσθαι, ἀδύνατον καὶ τὰς ὄψεις.
それゆえ、もし単一のものが同時に反対方向へと動くことが不可能であるならば、両眼の視線にとっても不可能なのである。
τὰ μὲν γὰρ ἄκρα εἰς τἀναντία ἂν κινοῖτο, εἰ τὸ μὲν ἄνω τὸ δὲ κάτω κινοῖτο, ἡ δὲ ἀρχὴ ἀμφοῖν ἂν ἀκολουθοίη, ὅπερ ἀδύνατον.
実際、もし一方が上へ、もう一方が下へと動くならば、両端は反対方向へと動くことになり、その起点は両方に従わなければならなくなるが、これは不可能なことだからである。
ἡ δὲ διαστροφή ἐστι τῶν ὀμμάτων διὰ τὸ ἀρχὴν ἔχειν τὰς σφαίρας, καὶ μέχρι τοῦ στρέφεσθαι εἰς τὰ ἄνω καὶ κάτω καὶ εἰς πλάγιον.
そして、両眼の斜視が生じるのは、眼球が、上や下や横へと回転することに至るまでの起点を持っているからである。
ὅταν οὖν ἔχουσαι ὡς ἂν ὁμοίως ἔχοιεν τῇ θέσει ἀλλήλαις, καὶ ἐν μέσῳ τοῦ ἐπὶ τὸ ἄνω καὶ κάτω κινεῖσθαι, καὶ εἰς πλάγιον ἐπὶ τοῦ αὐτοῦ σημείου ἑαυτῶν λάβωσιν τὴν ὄψιν, αὗται μὲν ἀδιάστροφοί τε καὶ μάλιστα ἀκίνητοι τῇ θέσει·
それゆえ、両眼が位置において互いに同様の状態にあり、かつ、上・下・横へと動く中間の位置において、自分たちの同じ点に視線を定めるとき、これらの目は歪んでおらず、位置において最も安定している。
ὅσαι δὲ ἐπὶ ταὐτοῦ σημείου λάβωσι τὰς ὄψεις, ἀδιάστροφοι μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων.
そして、同じ点に視線を集めるすべての目の状態は、歪んでいないものの、互いに異なっている。
καίτοι κρύπτεται τοῦ μέλανός τι καὶ τοῖς ἄνω βάλλουσι τὰ λευκά, οἷον μελλέπταρμοι·
もっとも、くしゃみをしそうになっている人たちのように、白目を上に向ける人々においても、黒目の一部は隠される。
ἕτεροι δὲ εἰς τὸ πλάγιον, ὥσπερ οἱ μανικοί, οἱ δὲ εἰς τοὺς μυκτῆρας, ὥσπερ τὰ τραγικὰ πρόσωπα καὶ οἱ στρυφνοί σύννουν γὰρ τὸ βλέμμα.
また、狂人のように横に向ける人々もいれば、悲劇の仮面や不機嫌な人々のように鼻孔に向ける人々もいる。 実際、その眼差しは考え込んでいるものだからである。
ὅσοι δὲ μήθ’ ὑμοίως κειμένων τῶν σφαιρῶν ἐπὶ ταὐτῷ σημείῳ ἔχουσι τὰς ὄψεις, ἢ ὁμοίως μὲν κειμένων, μὴ ἐπὶ τῷ αὐτῷ δέ, οὗτοι διεστραμμένοι εἰσίν·
しかし、眼球が同様に位置していないのに同じ点に視線を持っている人々、あるいは、同様に位置しているものの同じ点に視線を持っていない人々、これらは斜視である。
διὸ ὑποβλέπουσι καὶ συνάγουσι τὰ ὄμματα.
それゆえ、彼らは横目を使い、両目を寄せる。
πειρῶνται γὰρ ἐπὶ ταὐτὸν καταστῆσαι σχῆμα τὴν σφαῖραν.
というのも、彼らは眼球を同じ配置に整えようと試みるからである。
ὥστε τὸν μὲν ἐῶσι, τὸν δὲ σχηματίζουσι τῶν ὀφθαλμῶν.
その結果、彼らは片方の目はそのままにしておき、もう片方の目の位置を整える。
ἐὰν γὰρ μὴ κατ’ αὐτὸ σημεῖον τεθῶσιν αἱ ὄψεις, ἀνάγκη διεστράφθαι.
なぜなら、視線がまさに同じ点に置かれなければ、必然的に歪むことになるからである。
ὥσπερ γὰρ τοῖς ὑποβάλλλουσιν ὑπὸ τὸν ὀφθαλμὸν [τὸ ἓν] δύο φαίνεται (καὶ γὰρ ἐκείνοις κεκίνηται ἡ ἀρχή), καὶ τούτοις ὁμοίως.
実際、目の下に押し当てる人々にとっては、一つのものが二つに見えるが(なぜなら、彼らの場合も起点が動かされているからである)、これら(斜視)の人々にとっても同様である。
ἐὰν μὲν οὖν ἄνω κινηθῇ ὁ ὀφθαλμός, τὸ πέρας κάτω τῆς ὄψεως γίνεται, ἐὰν δὲ κάτω, ἄνω τὸ πέρας.
それゆえ、もし目が上へ動かされれば、視線の限界は下になり、下へ動かされれば、限界は上になる。
ἐν ἑνὶ δὲ ὀφθαλμῷ μεθισταμένῳ κινεῖσθαι μὲν τὸ ὁρώμενον δοκεῖ διὰ ταῦτα ἄνω ἢ κάτω, ὅτι καὶ ἡ ὄψις, δύο δὲ οὐ φαίνεται, ἂν μὴ δύο αἱ ὄψεις ὦσιν, καὶ διαστρέφει.
そして、片方の目が移動させられるとき、見えているものは、この理由のために、上か下へ動くように思われる。 しかし、二つの視線が存在し、かつそれが歪んでいない限りは、二つには見えない。
τοιαύτη μὲν τῷ ἑτεροφθάλμῳ γίνεται, ὥστε δύο φαίνεσθαι·
斜視の人において、そのようなことが生じて二つに見える。
κατὰ τὴν θέσιν δὲ γίνεται τῷ μὴ κατὰ μέσον τοῦ ὄμματος κεῖσθαι.
そして、位置に関しては、それが眼球の中央に位置していないことによって生じる。