Humanitext Reader

亚里士多德 · 问题集 §31.1-31.7

关于眼睛与视觉的生理问题

第 134 段,共 148 段 · 希腊语

内容简介

本章节讨论了关于眼睛和视觉的各种生理学与光学问题,例如为什么揉眼睛能停止打喷嚏、为什么单眼看比双眼更精确、先天盲人为什么不秃顶,以及斜视和双重视觉现象的机制等。

§31.1Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν;
为什么揉眼睛会使我们停止打喷嚏?
ἢ ὅτι ἀναπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ;
或者是由于水分通过这种方式得到了排泄?
δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν· ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγροῦ.
因为揉过之后眼睛会流泪,而打喷嚏是由于水分过多所致。
ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος;
或者是由于较弱的热被较强的热所消除?
ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί.
而揉过的眼睛会获得比鼻子里更多的热量。
διὰ τοῦτο δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.
因此,即使有人揉鼻子本身,打喷嚏也会停止。
§31.2Διὰ τί τῷ ἑνὶ ὀφθαλμῷ ἀκριβέστερον ὁρῶσιν ἢ τοῖν δυοῖν;
为什么用一只眼睛看比用两只眼睛看更精确?
ἢ ὅτι πλείους οὖσαι κινήσεις τοῖν δυοῖν γίνονται, οἷον τοῖς διεστραμμένοις;
还是因为用双眼时产生的运动较多,就像斜视的人那样?
οὔκουν μία ἡ κίνησις, τοῦ δὲ ἑνὸς ἁπλῆ.
所以运动不是单一的,而单眼的运动是简单的。
ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον.
因此他们看得不那么精确。
§31.3Διὰ τί ὀργιζόμενοι μὲν τοὺς ὀφθαλμοὺς μάλιστα ἐπιδιδόασι πρὸς τὸ ἐρυθριᾶν, αἰσχυνόμενοι δὲ τὰ ὦτα ἢ διότι οἱ μὲν καταψύχονται ἐν τῇ αἰδοῖ (ἐν ὀφθαλμοῖς γὰρ αἰδώς) ἀντιβλέπειν οὐ δύνανται;
为什么发怒时人们最容易让眼睛发红,而羞耻时则是耳朵发红? 还是因为在羞耻时眼睛变冷(因为羞耻是在眼睛里),他们无法回视?
καὶ ἡ δειλία κατάψυξίς τίς ἐστιν ἐνταῦθα.
而懦怯也是该区域的一种冷却。
μεθίσταται δὲ εἰς τοὐναντίον τῷ ἔμπροσθεν τὸ ὄπισθεν.
而后部则转向与前部相反的状态。
τὰ δὲ ὦτα ἀντίκειται· διὸ καὶ μάλιστα ἐρυθριῶσιν αἰσχυνόμενοι.
而耳朵与眼睛相对立;因此人们在羞耻时耳朵最红。
ἐν δὲ τῷ κνήθεσθαι ἐπὶ τὸ αἰσθητικώτερον καὶ κινητικώτερον ἡ βοήθεια ὡς ἀδικουμένου· φοβουμένοις γὰρ ἐνταῦθα ἐκλείπει μάλιστα.
而在被抓痒时,援助会流向更具感觉能力和更易运动的部分,就像它受到了侵害一样;因为对于恐惧的人,热量在那些部位最容易缺失。
§31.4Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ὁ ἕτερος ἀτενίζει μᾶλλον;
为什么当一只眼睛被闭上时,另一只眼睛会更凝神注视?
ἢ διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν ὀφθαλμῶν;
还是因为双眼的起点悬挂在同一个地方?
θατέρου οὖν κινουμένου καὶ ἡ κοινὴ ἀρχὴ κινεῖται, ἐκείνης δὲ κινουμένης καὶ ὁ ἕτερος.
因此,当其中一只运动时,共同的起点也在运动,而当该起点运动时,另一只眼睛也随之运动。
ληφθέντος οὖν θατέρου ἡ κίνησις κινήσει αὐτόν, ὥστε δύναται ἀτενίζειν μᾶλλον.
因此,当一只眼睛被闭上时,其运动会带动另一只,使其能够更凝神注视。
§31.5Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί;
为什么先天盲人不会变秃头?
ἢ ὅτι πημαίνει τὰ ὄμματα ὑγρότης οὖσα πολλὴ ἐν τῷ περὶ τὴν κεφαλὴν τόπῳ;
还是因为头部周围区域的大量水分损害了眼睛?
διὸ τῶν ῥευματικῶν εἰς τοὺς ὀφθαλμοὺς τάς τε περὶ τοὺς κροτάφους φλέβας κάουσι, πυκνοῦντες τοὺς τῶν ὑγρῶν πόρους, καὶ ξύουσι τὴν κεφαλήν, διατέμνοντες τὸ ἐν αὐτῇ δέρμα.
因此,对于那些眼部有流注的人,人们会烧灼其太阳穴周围的血管,使水液通道收缩,并刮其头部,切开上面的皮肤。
ἐπεὶ οὖν πημαίνει τοὺς ὀφθαλμοὺς τὸ ἐν αὐτῇ περίττωμα γινόμενον, κωλύοι ἂν αὑτοὺς ταὐτὸ τοῦτο ἐξ ἀρχῆς γίνεσθαι, πλέον συνιστάμενον ἐν αὐτῇ.
既然头部产生的余留物损害眼睛,那么这种同样的东西在头部积聚得更多,就会从一开始阻止眼睛自身。
ἐπεὶ δὲ ἐκ περιττωμάτων θρὶξ φύεται, τοῦτο δὲ ἐν τῇ τῶν τυφλῶν κεφαλῇ ἐκ γενετῆς ἐστὶ πολύ, εἰκότως οὐκ εἰσὶ φαλακροί.
既然毛发是由余留物长出的,而这种东西在先天盲人的头部自出生起就很多,他们自然就不会变秃。
§31.6Διὰ τί οἱ ἐξόφθαλμοι καπνίζονται μᾶλλον;
为什么眼睛突出的人更容易受烟熏?
ἢ ὅτι τάχιστα προσπίπτει προέχοντα;
是因为它们突出,所以烟最快落到其上吗?
§31.7Διὰ τί εἰς μὲν τὰ δεξιὰ ἀμφοτέρας τὰς ὄψεις ἅμα διαστρέφειν δυνάμεθα, καὶ εἰς τὰ ἀριστερὰ καὶ πρὸς τὴν ῥῖνα, καὶ εἰς τὸ ἀριστερὸν δὲ ἢ τὸ δεξιὸν τὴν ἑτέραν, ἅμα δὲ εἰς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀδυνατοῦμεν;
为什么我们能同时将双眼转向右侧、转向左侧、以及转向鼻子,也能将其中一只转向左侧或右侧,却无法同时将它们一向右一向左转动?
ὁμοίως δὲ καὶ εἰς τὸ κάτω καὶ εἰς τὸ ἄνω· ἅμα μὲν γὰρ ἐπὶ ταὐτὸ δυνάμεθα, χωρὶς δὲ οὔ.
向下和向上也是如此;因为我们能同时将它们转向同处,但不能分开转动。
ἢ ὅτι αἱ ὄψεις δύο οὖσαι ὅμως ἐξ ἑνὸς συνήρτηνται;
是因为双眼虽为两个,却仍然连结于单一的源头吗?
ὅσα δὲ τοιαῦτα, ἄκρου θατέρου κινουμένου ἀνάγκη θάτερον ἀκολουθεῖν ἐπὶ ταὐτό.
凡是此类事物,当其中一端运动时,另一端必然跟着向同方向运动。
τῷ γὰρ ἑτέρῳ ἄκρῳ ἡ ἀρχὴ θάτερον ἄκρον.
因为对于一端而言,其起点就是另一端。
εἰ οὖν τὸ ἓν ἀδύνατον ἅμα εἰς τἀναντία κινεῖσθαι, ἀδύνατον καὶ τὰς ὄψεις.
因此,如果单一个体无法同时向相反方向运动,那么双眼也同样无法做到。
τὰ μὲν γὰρ ἄκρα εἰς τἀναντία ἂν κινοῖτο, εἰ τὸ μὲν ἄνω τὸ δὲ κάτω κινοῖτο, ἡ δὲ ἀρχὴ ἀμφοῖν ἂν ἀκολουθοίη, ὅπερ ἀδύνατον.
因为如果一个向上运动而另一个向下运动,两端就会向相反方向运动,而它们的起点必须同时随两者运动,这显然是不可能的。
ἡ δὲ διαστροφή ἐστι τῶν ὀμμάτων διὰ τὸ ἀρχὴν ἔχειν τὰς σφαίρας, καὶ μέχρι τοῦ στρέφεσθαι εἰς τὰ ἄνω καὶ κάτω καὶ εἰς πλάγιον.
而眼睛的斜视发生,是因为眼球拥有一个起点,一直到它们向上、向下以及向侧面转动。
ὅταν οὖν ἔχουσαι ὡς ἂν ὁμοίως ἔχοιεν τῇ θέσει ἀλλήλαις, καὶ ἐν μέσῳ τοῦ ἐπὶ τὸ ἄνω καὶ κάτω κινεῖσθαι, καὶ εἰς πλάγιον ἐπὶ τοῦ αὐτοῦ σημείου ἑαυτῶν λάβωσιν τὴν ὄψιν, αὗται μὲν ἀδιάστροφοί τε καὶ μάλιστα ἀκίνητοι τῇ θέσει·
因此,当双眼在位置上彼此处于相似的状态,并且在向上、向下和向侧面运动的中间位置,将视线聚焦在它们自身的相同点上时,这些眼睛便是不歪斜的,且在位置上最为稳定。
ὅσαι δὲ ἐπὶ ταὐτοῦ σημείου λάβωσι τὰς ὄψεις, ἀδιάστροφοι μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων.
而凡是将视线聚焦在相同点上的双眼,虽然并不歪斜,但它们彼此之间是有差异的。
καίτοι κρύπτεται τοῦ μέλανός τι καὶ τοῖς ἄνω βάλλουσι τὰ λευκά, οἷον μελλέπταρμοι· ἕτεροι δὲ εἰς τὸ πλάγιον, ὥσπερ οἱ μανικοί, οἱ δὲ εἰς τοὺς μυκτῆρας, ὥσπερ τὰ τραγικὰ πρόσωπα καὶ οἱ στρυφνοί σύννουν γὰρ τὸ βλέμμα.
然而,在那些像要打喷嚏的人那样将白眼珠向上翻的人身上,黑眼珠的一部分也会被隐藏起来;另一些人则向侧面看,就像疯子一样,还有一些人向鼻孔方向看,就像悲剧面具和阴郁的人那样;因为他们的眼神是专注的。
ὅσοι δὲ μήθ’ ὑμοίως κειμένων τῶν σφαιρῶν ἐπὶ ταὐτῷ σημείῳ ἔχουσι τὰς ὄψεις, ἢ ὁμοίως μὲν κειμένων, μὴ ἐπὶ τῷ αὐτῷ δέ, οὗτοι διεστραμμένοι εἰσίν· διὸ ὑποβλέπουσι καὶ συνάγουσι τὰ ὄμματα.
但那些在眼球位置不相似时却将视线聚焦在相同点上的人,或者在眼球位置相似但视线不在相同点上的人,这些人就是斜视的;因此他们斜视并将眼睛聚拢。
πειρῶνται γὰρ ἐπὶ ταὐτὸν καταστῆσαι σχῆμα τὴν σφαῖραν.
因为他们试图将眼球调整到相同的状态。
ὥστε τὸν μὲν ἐῶσι, τὸν δὲ σχηματίζουσι τῶν ὀφθαλμῶν.
所以,他们对其中一只眼睛放任不管,而对另一只眼睛进行调节。
ἐὰν γὰρ μὴ κατ’ αὐτὸ σημεῖον τεθῶσιν αἱ ὄψεις, ἀνάγκη διεστράφθαι.
因为除非双眼视线置于完全相同的点上,否则必然会发生歪斜。
ὥσπερ γὰρ τοῖς ὑποβάλλλουσιν ὑπὸ τὸν ὀφθαλμὸν [τὸ ἓν] δύο φαίνεται (καὶ γὰρ ἐκείνοις κεκίνηται ἡ ἀρχή), καὶ τούτοις ὁμοίως.
因为正如对于那些在眼底下按压的人来说,一物会显得像两物(因为在他们的情况中起点也被移动了),这些人也是如此。
ἐὰν μὲν οὖν ἄνω κινηθῇ ὁ ὀφθαλμός, τὸ πέρας κάτω τῆς ὄψεως γίνεται, ἐὰν δὲ κάτω, ἄνω τὸ πέρας.
因此,如果眼睛向上运动,视线的终点就变到下方;如果向下运动,终点就变到上方。
ἐν ἑνὶ δὲ ὀφθαλμῷ μεθισταμένῳ κινεῖσθαι μὲν τὸ ὁρώμενον δοκεῖ διὰ ταῦτα ἄνω ἢ κάτω, ὅτι καὶ ἡ ὄψις, δύο δὲ οὐ φαίνεται, ἂν μὴ δύο αἱ ὄψεις ὦσιν, καὶ διαστρέφει.
当单眼移动时,由于视线也在移动,所见之物因此似乎在向上或向下运动,但除非存在两条视线且发生歪斜,否则它并不会显得像两个。
τοιαύτη μὲν τῷ ἑτεροφθάλμῳ γίνεται, ὥστε δύο φαίνεσθαι· κατὰ τὴν θέσιν δὲ γίνεται τῷ μὴ κατὰ μέσον τοῦ ὄμματος κεῖσθαι.
在斜视的人身上也会发生这种情况,以致显得像两个;而在位置上,这是因为视线没有置于眼球的中央。

词汇与语法注释

  1. §31.1τῷ ὑγρῷ — `τῷ ὑγρῷ`(与格)在 `ἀναπνοὴ ... γίνεται`(产生排泄/呼吸)中充当利益或关系与格(“为了水分”)。
  2. §31.2ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον — `ἧττον`(较少地)修饰比较级 `ἀκριβέστερον`(更精确地),意为“不那么精确”。字面意思是“较少地更精确”,这是用来表示精确度降低的惯用结构。
  3. §31.3μεθίσταται δὲ εἰς τοὐναντίον τῷ ἔμπροσθεν τὸ ὄπισθεν — 主语是 `τὸ ὄπισθεν`(后部),动词是 `μεθίσταται`(转移)。`τῷ ἔμπροσθεν`(前部)是取决于 `εἰς τοὐναντίον`(向相反的方向)的关系与格(“向与前部相反的方向”)。
  4. §31.5κωλύοι ἂν αὑτοὺς ταὐτὸ τοῦτο ἐξ ἀρχῆς γίνεσθαι — `κωλύοι 逃`(选择语气加 `ἄν`)表示潜在可能性(“会阻止”),并带有一个带对格的不定式结构 `αὑτοὺς ... γίνεσθαι`(它们[眼睛]自身从一开始就形成),其中 `αὑτούς` 作为不定式的逻辑主语(对格)。
  5. §31.7τῷ γὰρ ἑτέρῳ ἄκρῳ ἡ ἀρχὴ θάτερον ἄκρον — `ἡ ἀρχή`(起点)是主语,`θάτερον ἄκρον`(另一端)是谓语主格,`τῷ ἑτέρῳ ἄκρῳ`(对于这一端)是关系与格。全句意为“因为对于一端而言,其起点就是另一端”,表明两者的紧密联动的生理学机制。

引用这一段

亚里士多德, 问题集 §31.1-31.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:31.1-31.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。