§30.1#1Διὰ τί πάντες ὅσοι περιττοὶ γεγόνασιν ἄνδρες ἢ κατὰ φιλοσοφίαν ἢ πολιτικὴν ἢ ποίησιν ἢ τέχνας φαίνονται μελαγχολικοὶ ὄντες, καὶ οἱ μὲν οὕτως ὥστε καὶ λαμβάνεσθαι τοῖς ἀπὸ μελαίνης χολῆς ἀρρωστήμασιν, οἷον λέγεται τῶν τε ἡρωικῶν τὰ περὶ τὸν Ἡρακλέα.
なぜ、哲学、政治、詩、あるいは諸技術において傑出した人物となったすべての人々は、メランコリー気質であるように見え、しかも、ある人々は黒胆汁に由来する諸疾患に罹患するほどにそうであるのだろうか。 例えば、英雄たちの中ではヘラクレスに関することが語られている。
καὶ γὰρ ἐκεῖνος ἔοικε γενέσθαι ταύτης τῆς φύσεως, διὸ καὶ τὰ ἀρρωστήματα τῶν ἐπιληπτικῶν ἀπ’ ἐκείνου προσηγόρευον οἱ ἀρχαῖοι ἱερὰν νόσον.
実際、彼もこのような天性の持ち主であったようであり、それゆえに古代の人々はてんかん患者の諸疾患を、彼にちなんで「聖なる病」と呼んだのである。
καὶ ἡ περὶ τοὺς παῖδας ἔκστασις καὶ ἡ πρὸ τῆς ἀφανίσεως ἐν Οἴτῃ τῶν ἑλκῶν ἔκφυσις γενομένη τοῦτο δηλοῖ·
そして、彼が子供たちに対して起こした狂乱や、オイテ山で姿を消す前に生じた潰瘍の噴出がこのことを示している。
καὶ γὰρ τοῦτο γίνεται πολλοῖς ἀπὸ μελαίνης χολῆς.
実際、この症状も黒胆汁によって多くの人に生じるからである。
συνέβη δὲ καὶ Λυσάνδρῳ τῷ Λάκωνι πρὸ τῆς τελευτῆς γενέσθαι τὰ ἕλκη ταῦτα.
また、ラコニア人のリュサンドロスにも、死の前にこれらの潰瘍が生じるということが起こった。
ἔτι δὲ τὰ περὶ Αἴαντα καὶ Βελλεροφόντην, ὧν ὁ μὲν ἐκστατικὸς ἐγένετο παντελῶς, ὁ δὲ τὰς ἐρημίας ἐδίωκεν, διὸ οὕτως ἐποίησεν Ὅμηρος
αὐτὰρ ἐπεὶ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων
.
さらに、アイアスとベレロポンに関する事柄もある。 彼らのうち一方は完全に狂乱状態になり、他方は荒野をさまよった。 それゆえ、ホメロスは次のように詠んだのである。 「しかし、彼もまたすべての神々に憎まれるようになると、実にアレイオンの平原を一人さまよい歩き、自らの心を食いつぶし、人の踏み跡を避けていた。
καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡρώων ὁμοιοπαθεῖς φαίνονται τούτοις.
」そして、他の多くの英雄たちも、彼らと同じような影響を被っていたように見える。
τῶν δὲ ὕστερον Ἐμπεδοκλῆς καὶ Πλάτων καὶ Σωκράτης καὶ ἕτεροι συχνοὶ τῶν γνωρίμων.
後代の人々の中では、エンペドクレス、プラトン、ソクラテス、そして他の多くの著名な人々がそうである。
ἔτι δὲ τῶν περὶ τὴν ποίησιν οἱ πλεῖστοι.
さらに、詩に関わる人々の大部分がそうである。
πολλοῖς μὲν γὰρ τῶν τοιούτων γίνεται νοσήματα ἀπὸ τῆς τοιαύτης κράσεως τῷ σώματι, τοῖς δὲ ἡ φύσις δήλη ῥέπουσα πρὸς τὰ πάθη.
というのも、このような人々の多くにおいては、そのような気質の混合によって身体に病気が生じるが、他の人々においては、その天性が明らかにそれらの情動へと傾いているからである。
πάντες δ’ οὖν ὡς εἰπεῖν ἀπλῶς εἰσί, καθάπερ ἐλέχθη, τοιοῦτοι τὴν φύσιν.
いずれにせよ、端的に言えば、すべての人が、すでに述べられたように、天性においてそのようなのである。
δεῖ δὴ λαβεῖν τὴν αἰτίαν πρῶτον ἐπὶ παραδείγματος προχειρισαμένους.
それゆえ、まずは例を手元に用意して、その原因を把握しなければならない。
ὁ γὰρ οἶνος ὁ πολὺς μάλιστα φαίνεται παρασκευάζειν τοιούτους οἵους λέγομεν τοὺς μελαγχολικοὺς εἶναι, καὶ πλεῖστα ἤθη ποιεῖν πινόμενος, οἷον ὀργίλους, φιλανθρώπους, ἐλεήμονας, ἰταμούς·
実際、多量のワインは、私たちがメランコリー気質であると言うような人々を最も作り出すように見え、また飲まれることによって、例えば怒りっぽい、人間味のある、同情深い、無鉄砲といった非常に多くの性格を作り出すように見える。
ἀλλ’ τοιούτων οὐδέν.
しかし、そのような特徴を何も持っていない。
ἴδοι δ’ ἄν τις ὅτι παντοδαποὺς ἀπεργάζεται, οἴτη θεωρῶν ὡς μεταβάλλει τοὺς πίνοντας ἐκ προσαγωγῆς·
また、ワインが人をあらゆる多様な状態に仕立て上げることは、飲む者が段階的にどのように変化していくかを観察すれば、誰にでもわかるであろう。
παραλαβὼν γὰρ ἀπεψυγμένους ἐν τῷ νήφειν καὶ σιωπηλοὺς μικρῷ μὲν πλείων ποθεὶς λαλιστέρους ποιεῖ, ἔτι δὲ πλείων ῥητορικοὺς καὶ θαρραλέους, προϊόντας δὲ πρὸς τὸ πράττειν ἰταμούς, ἔτι δὲ μᾶλλον πινόμενος ὑβριστάς, ἔπειτα μανικούς, λίαν δὲ πολὺς ἐκλύει καὶ ποιεῖ μωρούς, ὥσπερ τοὺς ἐκ παίδων ἐπιλήπτους ἢ καὶ ἐχομένους τοῖς μελαγχολικοῖς ἄγαν.
実際、しらふの時には冷え切って寡黙である人々を受け入れて、少し多めに飲まれれば彼らをおしゃべりにし、さらに多く飲まれれば雄弁で大胆にし、行動へと進むにつれて無鉄砲にし、さらに一層飲まれれば乱暴にし、次には狂乱させ、極めて多量になると失わせて愚かにする。 それはまるで、子供の頃からのてんかん患者や、あるいは過度にメランコリーに捉えられている人々のようである。
ὥσπερ οὖν ὁ εἷς ἄνθρωπος μεταβάλλει τὸ ἦθος πίνων καὶ χρώμενος τῷ οἴνῳ ποσῷ τινί, οὕτω καθ’ ἕκαστον τὸ ἦθος εἰσί τινες ἄνθρωποι.
したがって、一人の人間が、ワインを飲んで一定の量を用いることによってその性格を変化させるように、それぞれの性格をあらかじめ備えている人々が存在するのである。
οἷος γὰρ οὗτος μεθύων νῦν ἐστίν, ἄλλος τις τοιοῦτος φύσει ἐστίν, ὁ μὲν λάλος, ὁ δὲ κεκινημένος, ὁ δὲ ἀρίδακρυς·
実際、この者が今酔っている時のようである状態に、別の者は生まれつきそうなっている。 ある者はおしゃべりであり、ある者は興奮しており、ある者は極めて涙もろい。
ποιεῖ γάρ τινας καὶ τοιούτους, διὸ καὶ Ὅμηρος ἐποίησε
καί μέ φησι δακρυπλώειν βεβαρημένον οἴνῳ
.
というのも、ワインは人々をそのようにもするからであり、それゆえホメロスもまた次のように詠んだのである。 「そして彼は、私がワインに酔い潰れて涙を流していると言う。
καὶ γὰρ ἐλεήμονές ποτε γίνονται καὶ ἄγριοι καὶ σιωπηλοί·
」実際、彼らは時には同情深く、時には狂暴に、時には沈黙するようになる。
ἔνιοι γὰρ αὖ ἀποσιωπῶσι, καὶ μάλιστα τῶν μελαγχολικῶν ὅσοι ἐκστατικοί.
というのも、中には完全に黙り込んでしまう者もおり、メランコリー気質の人々のうち、特に狂乱に陥りやすい人々がそうだからである。
ποιεῖ δὲ καὶ φιλητικοὺς ὁ οἶνος·
また、ワインは人を親愛を示すようにもする。
σημεῖον δὲ ὅτι προάγεται ὁ πίνων καὶ τῷ στόματι φιλεῖν, οὓς νήφων οὐδ’ ἂν εἷς φιλήσειεν ἢ διὰ τὸ εἶδος ἢ διὰ τὴν ἡλικίαν.
その証拠に、飲む者は、しらふの時ならその容姿のせいであれ年齢のせいであれ、誰も接吻しようとはしないような人々にさえ、口づけをすることへと駆り立てられる。
ὁ μὲν οὖν οἶνος οὐ πολὺν χρόνον ποιεῖ περιττόν, ἀλλ’ ὀλίγον, ἡ δὲ φύσις ἀεί, ἕως τις ἂν ᾖ·
さて、ワインは短い時間だけ人を際立たせるが、天性は、その人が生きている限り、常にそうさせる。
οἱ μὲν γὰρ θρασεῖς, οἱ δὲ σιωπηλοί, οἱ δὲ ἐλεήμονες, οἱ δὲ δειλοὶ γίνονται φύσει.
なぜなら、ある人々は生まれつき大胆に、ある人々は寡黙に、ある人々は同情深く、ある人々は臆病になるからである。
ὥστε δῆλον ὅτι διὰ τὸ αὐτὸ ποιεῖ ὅ τε οἶνος καὶ ἡ φύσις ἑκάστου τὸ ἦθος·
したがって、ワインも各人の天性も、同じ原因によってその性格を作り出すことは明らかである。
πάντα γὰρ κατεργάζεται τῇ θερμότητι ταμιευόμενα.
なぜなら、すべてのものは、熱によって調整されることで作用を果たすからである。
ὅ τε δὴ χυμὸς καὶ ἡ κρᾶσις ἡ τῆς μελαίνης χολῆς πνευματικά ἐστιν·
そして実に、黒胆汁の液汁と気質はプネウマを含んだものである。
διὸ καὶ τὰ πνευματώδη πάθη καὶ τὰ ὑποχονδριακὰ μελαγχολικὰ οἱ ἰατροί φασιν εἶναι.
それゆえ、医師たちも、プネウマによる諸疾患や、下肋部の諸疾患はメランコリーによるものであると言うのである。
καὶ ὁ οἶνος δὲ πνευματώδης τὴν δύναμιν.
また、ワインもその効能においてプネウマを含んでいる。
διὸ δή ἐστι τὴν φύσιν ὅμοια ὅ τε οἶνος καὶ ἡ κρᾶσις.
それゆえに、ワインと気質とは、その性質において類似しているのである。
δηλοῖ δὲ ὅτι πνευματώδης ὁ οἶνός ἐστιν ὁ ἀφρός·
そして、ワインがプネウマを含んでいることは泡が示している。
τὸ μὲν γὰρ ἔλαιον θερμὸν ὄν οὐ ποιεῖ ἀφρόν, ὁ δὲ οἶνος πολύν, καὶ μᾶλλον ὁ μέλας τοῦ λευκοῦ, ὅτι θερμότερος καὶ σωματωδέστερος.
実際、油は熱いものであるが泡を作らないのに対し、ワインは多量の泡を作り、白ワインよりも赤ワインの方がより多く作るが、それは赤ワインの方がより温かく、より実質があるからである。
καὶ διὰ τοῦτο ὅ τε οἶνος ἀφροδισιαστικοὺς ἀπεργάζεται, καὶ ὀρθῶς Διόνυσος καὶ Ἀφροδίτη λέγονται μετ’ ἀλλήλων εἶναι, καὶ οἱ μελαγχολικοὶ οἱ πλεῖστοι λάγνοι εἰσίν.
そしてこのために、ワインは人を好色に仕立て上げ、ディオニュソスとアフロディテが互いとともにいると言われるのは正しいのであり、また、メランコリー気質の人々の大部分が好色なのである。