§29.14Διὰ τί ποτε, ἐὰν μέν τις ἐκ βαλανείου κλέψῃ ἢ ἐκ παλαίστρας ἢ ἐξ ἀγορᾶς ἢ τῶν τοιούτων τινός, θανάτῳ ζημιοῦται, ἐὰν δέ τις ἐξ οἰκίας, διπλοῦς τῆς ἀξίας τοῦ κλέμματος ἀποτίνει;
なぜ、もしある者が公衆浴場、あるいはパライストラ、あるいは市場、あるいはそのような場所のいずれかから盗みをした場合には、死刑に処され、他方、もしある者が民家から盗みをした場合には、盗品の価値の二倍を支払うことになるのだろうか。
ἢ ὅτι ἐν μὲν ταῖς οἰκίαις φυλάξαι ὁπωσοῦν ἔστιν·
あるいは、民家においては何とかして守ることが可能だからか。
καὶ γὰρ ὁ τοῖχος ἰσχυρὸς καὶ κλεῖς ἐστίν, καὶ οἰκέταις τοῖς ἐν τῇ οἰκίᾳ πᾶσιν ἐπιμελές ἐστιν ὅπως σώζηται τὰ ἐνόντα.
実際、壁は頑丈で鍵もあり、家の中にいるすべての使用人たちにとって、中にあるものが安全に保たれるよう気を配ることが課せられているからである。
ἐν δὲ τῷ βαλανείῳ, καὶ ἐν τοῖς οὕτω κοινοῖς οὖσιν ὥσπερ τὸ βαλανεῖον, ῥᾴδιον τῷ βουλομένῳ κακουργεῖν·
他方、浴場、および浴場のようにそのように公共である場所においては、悪事を働こうと望む者にとって容易だからか。
οὐδὲν γὰρ ἰσχυρὸν ἔχουσι πρὸς τὴν φυλακὴν οἱ τιθέντες ἀλλ’ ἢ τὸ αὑτῶν ὄμμα, ὥστε ἂν μόνον τις παραβλέψῃ, ἐπὶ τῷ κλέπτοντι ἤδη γίνεται.
というのも、衣服などを置く人々は、見張るために自分自身の目以外には何の強力な手段も持たず、したがって、ほんの一瞬でも目をそらせば、そのものは直ちに盗む者の意のままになってしまうからである。
διὸ ὁ νομοθέτης οὐχ ἱκανοὺς ὄντας ἡγησάμενος εἶναι φύλακας, τὸν νόμον αὐτοῖς ἐπέστησεν ἀπειλοῦντα σφοδρῶς ὡς οὐ βιωσομένοις ἐάν τι σφετερίζωνται τῶν ἀλλοτρίων.
それゆえ、彼らが十分な番人ではないと考えた立法者は、他人のものを何か掠め取るならば生き長らえることはできないと厳しく脅す法を彼らの上に据えたのである。
ἔτι δὲ εἰς μὲν τὴν οἰκίαν ἐπὶ τῷ κεκτημένῳ ἐστὶν ὅν τινα ἂν βούληται εἰσδέχεσθαι, καὶ ᾧ μὴ πιστεύει εἰσφέρεσθαι·
さらに、民家においては、自分が望む者を誰であれ受け入れることも、自分が信用しない者を中に入れないことも、所有者の意のままである。
τῷ δὲ ἐν τῷ βαλανείῳ θεμένῳ τι οὐκ ἔξεστιν οὐθένα κωλῦσαι οὔτε εἰσιέναι, οὔτε εἰσελθόντα μὴ παρὰ κλέπτην τὸ αὑτοῦ ἱμάτιον θέσθαι ἀποδύντα ἄν·
他方、浴場にものを置く者にとっては、誰も入るのを拒むこともできないし、入ってきた者が服を脱いで泥棒の隣に自分の上衣を置かないようにすることもできない。
ἀλλ’ ὡς οὐ βούλεται, ἐν τῷ αὐτῷ ἥ τε τοῦ κλέπτου ἐσθὴς καὶ ἡ τοῦ μέλλοντος ἀπολλύναι ἀναμεμιγμέναι κεῖνται.
かえって、彼が望まないのにもかかわらず、泥棒の衣服と、それを失おうとしている者の衣服とが、同じ場所に混ざり合って置かれるのである。
διὸ ὁ νομοθέτης τῷ μὲν ἑκόντι εἰσδεξαμένῳ τὸν κλέπτην καὶ αὐτῷ ἡμαρτη κότι οὐ λίαν μεγάλαις τιμωρίαις βεβοήθηκεν, τοῖς δὲ ἐξ ἀνάγκης κοινωνοῦσιν τῆς εἰς τὸ βαλανεῖον εἰσόδου καὶ τῆς ἀναμίξεως μεγάλας τιμωρίας φανερός ἐστι καθιστὰς τοῖς κλέπτουσιν.
それゆえ立法者は、自ら進んで泥棒を招き入れ、自身も過ちを犯した者に対しては、それほど大きな罰をもって助けの手を差し伸べることはしなかった。 他方、やむを得ず浴場への入場を共有し、混ざり合うことになった人々に対しては、盗む者たちに大きな罰を課していることが明らかである。
ἔτι δὲ οἱ μὲν ἐν τοῖς οὕτω κοινοῖς οὖσι τῷ βουλομένῳ εἰσιέναι κλέπτοντες καταφανεῖς ἅπασι γίνονται ὅτι φανεροί εἰσιν, ὥστε περιγενόμενοι οὐδὲ καρπισμοῦ ἔτι χάριν ἐπιεικεῖς εἶναι δοκεῖν βούλονται, ὡς μάτην αὐτοῖς ὂν πρὸς τοὺς γνόντας πλάττεσθαι ὅτι ἐπιεικεῖς εἰσιν·
さらに、入りたいと望む誰にでも開かれているそのように公共の場所で盗みを働く者たちは、白日の下にさらされているために、すべての人に露見することになる。 したがって、彼らは切り抜けたとしても、利益を得るためであってももはや善良であると思われることすら望まない。 自分たちを知っている人々に対して、自分が善良であると偽ることは無駄であると考えるからである。
καταφανῶς οὖν ἤδη πονηροὶ διατελοῦσιν ὄντες.
それゆえ、彼らはその後、あからさまに邪悪な者であり続けるのである。
οἱ δὲ ἑνὶ μόνῳ φανεροὶ γενόμενοι πρὸς τοὺς ἄλλους ἐπιχειροῦσι πείθειν, ἀποτίσαντές τι, ὅπως μὴ καταφανεῖς αὐτοὺς ποιήσῃ·
他方、ただ一人の人にだけ露見した者は、何かを支払うことで、自分を暴露しないように相手を説得しようと試みる。
διὸ οὐ παντελῶς ἂν εἶεν πονηροὶ διὰ τέλους, ἀνθ’ ὧν ὁ νομοθέτης ἐλάττω αὐτοῖς τὰ ἐπιζήμια ἐποίησεν.
それゆえ彼らは、完全に最後まで邪悪であるわけではないだろう。 これらの理由から、立法者は彼らに対する罰をより小さくしたのである。
ἔτι δὲ τῶν ἁμαρτιῶν μάλιστα αἰσχύνουσιν τὴν πόλιν αἱ ἐν τοῖς κοινοτάτοις συλλόγοις τε καὶ συνόδοις γινόμεναι, ὥσπερ καὶ τιμὴν φέρουσι πολὺ μάλιστα αἱ ἐν τῷ κοινῷ εὐταξίαι·
さらに、諸々の過ちのうちで、最も都市に恥をもたらすのは、最も公共の集会や会合において行われる過ちであり、それは公共の場での秩序正しい行動が何よりも都市に誉れをもたらすのと同様である。
καταφανεῖς γὰρ μάλιστα διὰ τῶν τοιούτων καὶ αὑτοῖς καὶ τοῖς ἄλλοις.
というのも、そのようなことを通じて、彼らは自分自身にとっても他人にとっても最も明確に露見するからである。
συμβαίνει οὖν οὐ μόνον ἰδίᾳ τὸν ἀπολέσαντα βλάπτεσθαι ἐκ τῶν τοιούτων τινός, ἀλλὰ καὶ πρὸς τὴν πόλιν λοιδορίας γίνεσθαι.
したがって、そのような事柄のいずれかから、紛失した者が個人的に損害を被るだけでなく、都市に対する非難が生じることにもなる。
διὸ καὶ τὸν κλέψαντα ταῖς μείζοσι ζημίαις ἐκόλασεν τῶν ἐξ οἰκίας τινὸς ἀφελομένων.
それゆえ立法者は、民家から何かを持ち去る者よりも、そのような場所で盗んだ者をより重い罰をもって懲らしめたのである。
ἔτι δὲ καὶ ὁ ἐξ οἰκίας τι ἀπολέσας ἐν τοιούτῳ τόπῳ τυγχάνει ὤν, ὅθεν ῥᾴδιον μήτε παθόντα μήτε χλευασθέντα ὑπό τινων, οἴκοι ὄντα τὸ ἀτύχημα φέρειν.
さらに、民家から何かを失った者は、家にいながらにして、誰からもこれ以上の危害を被ることも嘲笑されることもなく、その不運に耐えることが容易な場所に身を置いている。
τῷ δ’ ἥ τε ἀποχώρησις ἐργώδης γεγυμνωμένῳ, προσέτι δὲ χλευάζεσθαι ὑπό τινων ὑπάρχει τοῖς πολλοῖς, ὃ πολὺ δυσχερέστερόν ἐστι τῆς ἀπωλείας.
他方、浴場の被害者にとっては、裸にされたことで帰路につくことも困難であり、その上、多くの人から嘲笑されることが待ち受けているが、これは紛失そのものよりはるかに耐え難いことである。
διὸ καὶ ὁ νομοθέτης μείζους αὐτοῖς ζημίας ἐνέγραψεν.
それゆえ、立法者は彼らのために、より重い罰を法に規定したのである。
ἔτι δὲ παραπλήσια τούτοις πολλὰ φαίνονται νενομοθετηκότες, οἷον καὶ ἐὰν μέν τις ἄρχοντα κακῶς εἴπῃ, μεγάλα τὰ ἐπιτίμια, ἐὰν δέ τις ἰδιώτην, οὐδέν.
さらに、立法者たちはこれらと類似した多くのことを法として規定してきたように見える。 例えば、もしある者が役人を悪く言うならば罰は重いが、もし私人を悪く言うならば何もない。
καὶ καλῶς·
そして、これは正しいことである。
οἴεται γὰρ τότε οὐ μόνον εἰς τὸν ἄρχοντα ἐξαμαρτάνειν τὸν κακηγοροῦντα, ἀλλὰ καὶ εἰς τὴν πόλιν ὑβρίζειν.
なぜならその場合、悪口を言う者は役人に対して罪を犯しているだけでなく、都市に対しても不遜な振る舞いをしていると見なされるからである。
τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν ἐν τῷ λιμένι κλέπτοντα οὐ μόνον τὸν ἰδιώτην βλάπτειν, ἀλλὰ καὶ τὴν πόλιν αἰσχύνειν.
同じように、港で盗みを働く者も、個人に損害を与えるだけでなく、都市に恥をもたらす。
ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, οὗ κοινῇ που συνερχόμεθα.
私たちが公に集まる他の場所においても同様である。
§29.15Διὰ τί ἐν τοῖς δικαστηρίοις ἐὰν ἴσαι γένωνται ψῆφοι τοῖς ἀντιδίκοις, ὁ φεύγων νικᾷ;
なぜ裁判所において、当事者双方の投票が同数になった場合、被告が勝利するのだろうか。
ἢ ὅτι ὁ φεύγων ὑπὸ τοῦ διώκοντος οὐθὲν πέπονθεν, ἀλλ’ ἐν τοῖς ἴσοις αὐτῷ ἤδη ἔμελλε νικᾶν;
あるいは、被告は原告から何も被っておらず、むしろ同等の条件においては、彼がすでに勝利することになっていたからか。
§29.16Διὰ τί ἐπὶ μὲν κλοπῇ θάνατος ἡ ζημία, ἐπὶ δὲ ὕβρει, μείζονι οὔσῃ ἀδικίᾳ, τίμησις τί χρὴ παθεῖν ἢ ἀποτῖσαι;
なぜ窃盗に対しては罰が死刑であるのに、より大きな不正である不遜・暴力に対しては、どのような刑に服すべきか、あるいはどれだけの賠償を支払うべきかの査定が行われるのだろうか。
ἢ διότι τὸ μὲν ὑβρίζειν ἀνθρώπινόν ἐστι πάθος, καὶ πάντες πλέον ἢ ἔλαττον αὐτοῦ μετέχουσι, τὸ δὲ κλέπτειν οὐ τῶν ἀναγκαίων;
あるいは、不遜・暴力を働くことは人間的な情動であり、誰もが多かれ少なかれこれに関与しているのに対し、盗みを行うことは不可避な事柄ではないからか。
καὶ ὅτι ὁ κλέπτειν ἐπιχειρῶν καὶ ὑβρίζειν ἂν προέλοιτο.
また、盗みを試みる者は、不遜・暴力を働くことも進んで選ぶだろうからか。