Humanitext Reader

亚里士多德 · 问题集 §30.1#1

杰出人物与忧郁质的成因关系

第 128 段,共 148 段 · 希腊语

内容简介

本章探讨了为什么在哲学、政治、诗歌和技艺中杰出的人天生具有忧郁质(黑胆汁质),并通过饮酒所带来的暂时性身心变化进行类比,从热力和气的相互作用来阐明其成因。

§30.1#1Διὰ τί πάντες ὅσοι περιττοὶ γεγόνασιν ἄνδρες ἢ κατὰ φιλοσοφίαν ἢ πολιτικὴν ἢ ποίησιν ἢ τέχνας φαίνονται μελαγχολικοὶ ὄντες, καὶ οἱ μὲν οὕτως ὥστε καὶ λαμβάνεσθαι τοῖς ἀπὸ μελαίνης χολῆς ἀρρωστήμασιν, οἷον λέγεται τῶν τε ἡρωικῶν τὰ περὶ τὸν Ἡρακλέα.
为什么所有在哲学、政治、诗歌或诸种技艺中成为杰出人物的人,似乎都是忧郁质的,而且有些人甚至到了会被黑胆汁所引起的疾病所侵袭的地步,正如在英雄中关于赫拉克勒斯的传说所说的那样?
καὶ γὰρ ἐκεῖνος ἔοικε γενέσθαι ταύτης τῆς φύσεως, διὸ καὶ τὰ ἀρρωστήματα τῶν ἐπιληπτικῶν ἀπ’ ἐκείνου προσηγόρευον οἱ ἀρχαῖοι ἱερὰν νόσον.
因为他似乎也具有这种天性,所以古人以他的名字将癫痫患者的疾病称为“神圣病”。
καὶ ἡ περὶ τοὺς παῖδας ἔκστασις καὶ ἡ πρὸ τῆς ἀφανίσεως ἐν Οἴτῃ τῶν ἑλκῶν ἔκφυσις γενομένη τοῦτο δηλοῖ· καὶ γὰρ τοῦτο γίνεται πολλοῖς ἀπὸ μελαίνης χολῆς.
他对孩子们的狂乱,以及在奥伊特山消失之前发生的溃疡喷出,都说明了这一点;因为这种情况也会因黑胆汁而发生在许多人身上。
συνέβη δὲ καὶ Λυσάνδρῳ τῷ Λάκωνι πρὸ τῆς τελευτῆς γενέσθαι τὰ ἕλκη ταῦτα.
拉科尼亚人莱桑德在临终前也同样出现了这些溃疡。
ἔτι δὲ τὰ περὶ Αἴαντα καὶ Βελλεροφόντην, ὧν ὁ μὲν ἐκστατικὸς ἐγένετο παντελῶς, ὁ δὲ τὰς ἐρημίας ἐδίωκεν, διὸ οὕτως ἐποίησεν Ὅμηρος αὐτὰρ ἐπεὶ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων .
还有关于埃阿斯和柏勒洛丰的事,他们中一个变得完全狂乱,另一个则追寻荒野,因此荷马这样写道: “然而,当他也遭到所有天神的憎恨时,他便独自在阿勒伊翁平原上徘徊,吞噬着自己的心,避开人类的足迹。
καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡρώων ὁμοιοπαθεῖς φαίνονται τούτοις.
” 其他许多英雄似乎也与他们有相似的病症。
τῶν δὲ ὕστερον Ἐμπεδοκλῆς καὶ Πλάτων καὶ Σωκράτης καὶ ἕτεροι συχνοὶ τῶν γνωρίμων. ἔτι δὲ τῶν περὶ τὴν ποίησιν οἱ πλεῖστοι.
在后世的人中,有恩培多克勒、柏拉图、苏格拉底,以及其他许多著名人物;此外,还有大多数从事诗歌创作的人。
πολλοῖς μὲν γὰρ τῶν τοιούτων γίνεται νοσήματα ἀπὸ τῆς τοιαύτης κράσεως τῷ σώματι, τοῖς δὲ ἡ φύσις δήλη ῥέπουσα πρὸς τὰ πάθη.
因为对于许多这样的人来说,由于这种混合,身体上会产生疾病,而对于另一些人,他们的天性则显然偏向于这些情欲。
πάντες δ’ οὖν ὡς εἰπεῖν ἀπλῶς εἰσί, καθάπερ ἐλέχθη, τοιοῦτοι τὴν φύσιν.
无论如何,简单来说,正如所说的那样,所有这些人在天性上都是如此。
δεῖ δὴ λαβεῖν τὴν αἰτίαν πρῶτον ἐπὶ παραδείγματος προχειρισαμένους.
因此,我们必须首先通过选取一个例子来把握其中的原因。
ὁ γὰρ οἶνος ὁ πολὺς μάλιστα φαίνεται παρασκευάζειν τοιούτους οἵους λέγομεν τοὺς μελαγχολικοὺς εἶναι, καὶ πλεῖστα ἤθη ποιεῖν πινόμενος, οἷον ὀργίλους, φιλανθρώπους, ἐλεήμονας, ἰταμούς· ἀλλ’ τοιούτων οὐδέν.
因为大量的酒似乎最能让人呈现出我们所说的忧郁质者的样子,而且在饮用时,它能制造出极多的性格特征,例如易怒、温和、富有同情心、鲁莽;然而他们并不具备这些特征中的任何一种。
ἴδοι δ’ ἄν τις ὅτι παντοδαποὺς ἀπεργάζεται, οἴτη θεωρῶν ὡς μεταβάλλει τοὺς πίνοντας ἐκ προσαγωγῆς· παραλαβὼν γὰρ ἀπεψυγμένους ἐν τῷ νήφειν καὶ σιωπηλοὺς μικρῷ μὲν πλείων ποθεὶς λαλιστέρους ποιεῖ, ἔτι δὲ πλείων ῥητορικοὺς καὶ θαρραλέους, προϊόντας δὲ πρὸς τὸ πράττειν ἰταμούς, ἔτι δὲ μᾶλλον πινόμενος ὑβριστάς, ἔπειτα μανικούς, λίαν δὲ πολὺς ἐκλύει καὶ ποιεῖ μωρούς, ὥσπερ τοὺς ἐκ παίδων ἐπιλήπτους ἢ καὶ ἐχομένους τοῖς μελαγχολικοῖς ἄγαν.
人们可以发现酒使人变得千奇百怪,只要观察它是如何逐步改变饮酒者的:因为接纳那些在清醒时冰冷且沉默寡言的人,若是喝了稍多一点,酒就会使他们变得多话,喝得更多则会使他们善辩且大胆,随着他们付诸行动则变得鲁莽,若再多喝则变得暴戾,接着变得狂乱,而极多时则会使他们委靡不振并变得愚蠢,就像那些从小患有癫痫的人,或者过度被忧郁质所控制的人。
ὥσπερ οὖν ὁ εἷς ἄνθρωπος μεταβάλλει τὸ ἦθος πίνων καὶ χρώμενος τῷ οἴνῳ ποσῷ τινί, οὕτω καθ’ ἕκαστον τὸ ἦθος εἰσί τινες ἄνθρωποι.
因此,正如单单一个人因饮酒并使用一定量的酒而改变性格一样,同样地,也存在着一些天生具有其中每一种性格的人。
οἷος γὰρ οὗτος μεθύων νῦν ἐστίν, ἄλλος τις τοιοῦτος φύσει ἐστίν, ὁ μὲν λάλος, ὁ δὲ κεκινημένος, ὁ δὲ ἀρίδακρυς· ποιεῖ γάρ τινας καὶ τοιούτους, διὸ καὶ Ὅμηρος ἐποίησε καί μέ φησι δακρυπλώειν βεβαρημένον οἴνῳ .
因为这人现在醉酒时的样子,正是另一个人天生的样子——有的多嘴,有的躁动,有的极易落泪;因为酒也会使一些人变成这样,所以荷马也写道: “他说我因沉醉于酒而泪流满面。
καὶ γὰρ ἐλεήμονές ποτε γίνονται καὶ ἄγριοι καὶ σιωπηλοί· ἔνιοι γὰρ αὖ ἀποσιωπῶσι, καὶ μάλιστα τῶν μελαγχολικῶν ὅσοι ἐκστατικοί.
” 因为他们有时也会变得富有同情心、狂暴或沉默;因为有些人反而会完全沉默,尤其是忧郁质者中那些易于狂乱的人。
ποιεῖ δὲ καὶ φιλητικοὺς ὁ οἶνος· σημεῖον δὲ ὅτι προάγεται ὁ πίνων καὶ τῷ στόματι φιλεῖν, οὓς νήφων οὐδ’ ἂν εἷς φιλήσειεν ἢ διὰ τὸ εἶδος ἢ διὰ τὴν ἡλικίαν.
酒还会使人变得多情;其证据在于,饮酒者甚至会被驱使去用嘴亲吻那些在清醒时因外貌或年龄而绝不会有人去亲吻的人。
ὁ μὲν οὖν οἶνος οὐ πολὺν χρόνον ποιεῖ περιττόν, ἀλλ’ ὀλίγον, ἡ δὲ φύσις ἀεί, ἕως τις ἂν ᾖ· οἱ μὲν γὰρ θρασεῖς, οἱ δὲ σιωπηλοί, οἱ δὲ ἐλεήμονες, οἱ δὲ δειλοὶ γίνονται φύσει.
因此,酒使人变得杰出不是长久的,而是短暂的,而天性则是永久的,只要一个人还活着;因为有些人天生变得大胆,有些天生沉默,有些富有同情心,有些则胆怯。
ὥστε δῆλον ὅτι διὰ τὸ αὐτὸ ποιεῖ ὅ τε οἶνος καὶ ἡ φύσις ἑκάστου τὸ ἦθος· πάντα γὰρ κατεργάζεται τῇ θερμότητι ταμιευόμενα.
因此,显而易见,酒和每个人的天性都是通过相同的原因来塑造性格的;因为一切事物都是通过受热力的调节而起作用的。
ὅ τε δὴ χυμὸς καὶ ἡ κρᾶσις ἡ τῆς μελαίνης χολῆς πνευματικά ἐστιν· διὸ καὶ τὰ πνευματώδη πάθη καὶ τὰ ὑποχονδριακὰ μελαγχολικὰ οἱ ἰατροί φασιν εἶναι.
的确,黑胆汁的液汁和混合体是含有气的;因此医生们也说,气态的病症和下肋部的病症都是由于忧郁质引起的。
καὶ ὁ οἶνος δὲ πνευματώδης τὴν δύναμιν.
酒在效力上也是含气的。
διὸ δή ἐστι τὴν φύσιν ὅμοια ὅ τε οἶνος καὶ ἡ κρᾶσις.
因此,酒和这种混合体在天性上确实是相似的。
δηλοῖ δὲ ὅτι πνευματώδης ὁ οἶνός ἐστιν ὁ ἀφρός· τὸ μὲν γὰρ ἔλαιον θερμὸν ὄν οὐ ποιεῖ ἀφρόν, ὁ δὲ οἶνος πολύν, καὶ μᾶλλον ὁ μέλας τοῦ λευκοῦ, ὅτι θερμότερος καὶ σωματωδέστερος.
而泡沫则表明酒是含气的;因为油虽然是热的,却不产生泡沫,而酒则产生很多,且红酒比白酒产生得更多,因为它更热、更具实体感。
καὶ διὰ τοῦτο ὅ τε οἶνος ἀφροδισιαστικοὺς ἀπεργάζεται, καὶ ὀρθῶς Διόνυσος καὶ Ἀφροδίτη λέγονται μετ’ ἀλλήλων εἶναι, καὶ οἱ μελαγχολικοὶ οἱ πλεῖστοι λάγνοι εἰσίν.
也是因为这个原因,酒使人变得好色,狄奥尼索斯和阿佛洛狄忒被说成是常相伴随也是很正确的,而且大多数忧郁质的人也都是好色的。

词汇与语法注释

  1. §30.1#1ταύτης τῆς φύσεως — 性质属格,作为不定式 `γενέσθαι` 的表语,表明赫拉克勒斯天生具有这种体质。
  2. §30.1#1ἀπ’ ἐκείνου προσηγόρευον οἱ ἀρχαῖοι ἱερὰν νόσον — 介词短语 `ἀπ’ ἐκείνου` 意为“以他命名”。虽然“神圣病”(ἱερὰ νόσος)是癫痫的通称,但此处暗指其亦被称为“赫拉克勒斯病”的传统。在句法上构成了双宾格结构。
  3. §30.1#1ἀλλ’ τοιούτων οὐδέν — 此处可能存在省略或文本残损;其含义是,在清醒时他们“不具备任何此类特征”(`τοιούτων` 为部分属格,修饰 `οὐδέν`),与酒所带来的临时性性格形成对比。
  4. §30.1#1προχειρισαμένους — 无人称动词 `δεῖ` 引导的不定式结构中,与未表达的逻辑主语(“我们”)相呼应的对格复数第一不定过去时中间因分词。
  5. §30.1#1ταμιευόμενα — 中性复数主格现在被动分词,修饰 `πάντα`,表示“由于受到热力的调节或分配”这一手段或状态。

引用这一段

亚里士多德, 问题集 §30.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:30.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。