§29.14Διὰ τί ποτε, ἐὰν μέν τις ἐκ βαλανείου κλέψῃ ἢ ἐκ παλαίστρας ἢ ἐξ ἀγορᾶς ἢ τῶν τοιούτων τινός, θανάτῳ ζημιοῦται, ἐὰν δέ τις ἐξ οἰκίας, διπλοῦς τῆς ἀξίας τοῦ κλέμματος ἀποτίνει;
为什么如果有人从浴场、竞技场、市场或任何此类场所偷盗,会被判处死刑,而如果有人从住宅里偷盗,则要偿付两倍于盗物价值的罚金?
ἢ ὅτι ἐν μὲν ταῖς οἰκίαις φυλάξαι ὁπωσοῦν ἔστιν·
或者是因为在住宅中,人们总能设法看守?
καὶ γὰρ ὁ τοῖχος ἰσχυρὸς καὶ κλεῖς ἐστίν, καὶ οἰκέταις τοῖς ἐν τῇ οἰκίᾳ πᾶσιν ἐπιμελές ἐστιν ὅπως σώζηται τὰ ἐνόντα.
因为墙壁坚固,且有锁匙,住宅内的所有仆人也都留心保存其中的财物。
ἐν δὲ τῷ βαλανείῳ, καὶ ἐν τοῖς οὕτω κοινοῖς οὖσιν ὥσπερ τὸ βαλανεῖον, ῥᾴδιον τῷ βουλομένῳ κακουργεῖν· οὐδὲν γὰρ ἰσχυρὸν ἔχουσι πρὸς τὴν φυλακὴν οἱ τιθέντες ἀλλ’ ἢ τὸ αὑτῶν ὄμμα, ὥστε ἂν μόνον τις παραβλέψῃ, ἐπὶ τῷ κλέπτοντι ἤδη γίνεται.
而在浴场,以及在像浴场那样公共的场所中,对于想要作恶的人来说是很容易的;因为存放财物的人除了自己的眼睛之外,没有任何强有力的看守手段,因此只要稍微视线移开,财物就立刻落入窃贼之手。
διὸ ὁ νομοθέτης οὐχ ἱκανοὺς ὄντας ἡγησάμενος εἶναι φύλακας, τὸν νόμον αὐτοῖς ἐπέστησεν ἀπειλοῦντα σφοδρῶς ὡς οὐ βιωσομένοις ἐάν τι σφετερίζωνται τῶν ἀλλοτρίων.
因此,立法者认为他们不足以充当看守,便在他们头上确立了法律,严厉威胁说,如果他们侵吞他人的任何财物,就将不得生存。
ἔτι δὲ εἰς μὲν τὴν οἰκίαν ἐπὶ τῷ κεκτημένῳ ἐστὶν ὅν τινα ἂν βούληται εἰσδέχεσθαι, καὶ ᾧ μὴ πιστεύει εἰσφέρεσθαι· τῷ δὲ ἐν τῷ βαλανείῳ θεμένῳ τι οὐκ ἔξεστιν οὐθένα κωλῦσαι οὔτε εἰσιέναι, οὔτε εἰσελθόντα μὴ παρὰ κλέπτην τὸ αὑτοῦ ἱμάτιον θέσθαι ἀποδύντα ἄν·
此外,在住宅中,所有者可以随心所欲地接纳任何人,也可以不让不信任的人进入;而对于在浴场里存放财物的人来说,既不能阻止任何人进入,也不能阻止进入的人脱去衣服并将自己的斗篷放在窃贼的旁边。
ἀλλ’ ὡς οὐ βούλεται, ἐν τῷ αὐτῷ ἥ τε τοῦ κλέπτου ἐσθὴς καὶ ἡ τοῦ μέλλοντος ἀπολλύναι ἀναμεμιγμέναι κεῖνται.
相反,尽管他不愿意,窃贼的衣服和那即将丢失财物之人的衣服却混杂在同一个地方存放。
διὸ ὁ νομοθέτης τῷ μὲν ἑκόντι εἰσδεξαμένῳ τὸν κλέπτην καὶ αὐτῷ ἡμαρτη κότι οὐ λίαν μεγάλαις τιμωρίαις βεβοήθηκεν, τοῖς δὲ ἐξ ἀνάγκης κοινωνοῦσιν τῆς εἰς τὸ βαλανεῖον εἰσόδου καὶ τῆς ἀναμίξεως μεγάλας τιμωρίας φανερός ἐστι καθιστὰς τοῖς κλέπτουσιν.
因此,对于自愿接纳窃贼、自身也犯了错的人,立法者并没有用极大的惩罚来予以援助;而对于不得不共享浴场入口和混杂存放的人,立法者显然对窃贼设立了严厉的惩罚。
ἔτι δὲ οἱ μὲν ἐν τοῖς οὕτω κοινοῖς οὖσι τῷ βουλομένῳ εἰσιέναι κλέπτοντες καταφανεῖς ἅπασι γίνονται ὅτι φανεροί εἰσιν, ὥστε περιγενόμενοι οὐδὲ καρπισμοῦ ἔτι χάριν ἐπιεικεῖς εἶναι δοκεῖν βούλονται, ὡς μάτην αὐτοῖς ὂν πρὸς τοὺς γνόντας πλάττεσθαι ὅτι ἐπιεικεῖς εἰσιν·
此外,在对任何想进入的人都开放的公共场所里行窃的人,由于暴露在外,会向所有人显露出来。
καταφανῶς οὖν ἤδη πονηροὶ διατελοῦσιν ὄντες.
因此,即使他们免于惩罚,他们也不再为了获利而希望显得体面,因为他们认为在了解他们的人面前假装体面是徒劳的;因此,他们此后便公开地保持着邪恶。
οἱ δὲ ἑνὶ μόνῳ φανεροὶ γενόμενοι πρὸς τοὺς ἄλλους ἐπιχειροῦσι πείθειν, ἀποτίσαντές τι, ὅπως μὴ καταφανεῖς αὐτοὺς ποιήσῃ· διὸ οὐ παντελῶς ἂν εἶεν πονηροὶ διὰ τέλους, ἀνθ’ ὧν ὁ νομοθέτης ἐλάττω αὐτοῖς τὰ ἐπιζήμια ἐποίησεν.
而那些只对一个人暴露的人,会试图通过支付一些财物来劝说对方,使对方不揭露他们;因此他们不会完全邪恶到底,由于这些原因,立法者为他们制定了较小的处罚。
ἔτι δὲ τῶν ἁμαρτιῶν μάλιστα αἰσχύνουσιν τὴν πόλιν αἱ ἐν τοῖς κοινοτάτοις συλλόγοις τε καὶ συνόδοις γινόμεναι, ὥσπερ καὶ τιμὴν φέρουσι πολὺ μάλιστα αἱ ἐν τῷ κοινῷ εὐταξίαι· καταφανεῖς γὰρ μάλιστα διὰ τῶν τοιούτων καὶ αὑτοῖς καὶ τοῖς ἄλλοις.
此外,在最公共的集会和聚会中发生的错误,最令城邦蒙羞,正如在公共场合的守序行为极大地带来荣誉一样;因为通过这些事情,他们对自己和他人来说都是最明显的。
συμβαίνει οὖν οὐ μόνον ἰδίᾳ τὸν ἀπολέσαντα βλάπτεσθαι ἐκ τῶν τοιούτων τινός, ἀλλὰ καὶ πρὸς τὴν πόλιν λοιδορίας γίνεσθαι.
因此,从任何此类事情中,不仅受损失者个人蒙受伤害,而且还会产生对城邦的指责。
διὸ καὶ τὸν κλέψαντα ταῖς μείζοσι ζημίαις ἐκόλασεν τῶν ἐξ οἰκίας τινὸς ἀφελομένων.
因此,他也用比对那些从他人住宅中拿走财物的人更重的惩罚,来惩治在此类地方偷盗的人。
ἔτι δὲ καὶ ὁ ἐξ οἰκίας τι ἀπολέσας ἐν τοιούτῳ τόπῳ τυγχάνει ὤν, ὅθεν ῥᾴδιον μήτε παθόντα μήτε χλευασθέντα ὑπό τινων, οἴκοι ὄντα τὸ ἀτύχημα φέρειν.
此外,从住宅中丢失财物的人正好身处这样一个地方:身在自己家中,既不遭受进一步的伤害,也不被任何人嘲笑,便能很容易地承受这一不幸。
τῷ δ’ ἥ τε ἀποχώρησις ἐργώδης γεγυμνωμένῳ, προσέτι δὲ χλευάζεσθαι ὑπό τινων ὑπάρχει τοῖς πολλοῖς, ὃ πολὺ δυσχερέστερόν ἐστι τῆς ἀπωλείας.
而对于另一方,因被剥光衣服,甚至连离去都十分困难,此外,被一些人嘲笑也是大多数人会遇到的情况,这比丢失财物本身要难受得多。
διὸ καὶ ὁ νομοθέτης μείζους αὐτοῖς ζημίας ἐνέγραψεν.
因此,立法者也为他们写下了更重的处罚。
ἔτι δὲ παραπλήσια τούτοις πολλὰ φαίνονται νενομοθετηκότες, οἷον καὶ ἐὰν μέν τις ἄρχοντα κακῶς εἴπῃ, μεγάλα τὰ ἐπιτίμια, ἐὰν δέ τις ἰδιώτην, οὐδέν.
此外,他们似乎制定了许多与此类似的法律,例如,如果有人恶语中伤官员,处罚是重大的,但如果中伤普通人,则没有处罚。
καὶ καλῶς· οἴεται γὰρ τότε οὐ μόνον εἰς τὸν ἄρχοντα ἐξαμαρτάνειν τὸν κακηγοροῦντα, ἀλλὰ καὶ εἰς τὴν πόλιν ὑβρίζειν.
这很合宜;因为他认为在这种情况下,恶语中伤者不仅对官员犯了罪,而且还侮辱了城邦。
τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν ἐν τῷ λιμένι κλέπτοντα οὐ μόνον τὸν ἰδιώτην βλάπτειν, ἀλλὰ καὶ τὴν πόλιν αἰσχύνειν.
同样地,在港口偷盗的人不仅伤害了普通私人,而且也令城邦蒙羞。
ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, οὗ κοινῇ που συνερχόμεθα.
在其他我们共同聚集的场所也是如此。
§29.15Διὰ τί ἐν τοῖς δικαστηρίοις ἐὰν ἴσαι γένωνται ψῆφοι τοῖς ἀντιδίκοις, ὁ φεύγων νικᾷ;
为什么在法庭上,如果诉讼双方的得票数相等,被告会获胜?
ἢ ὅτι ὁ φεύγων ὑπὸ τοῦ διώκοντος οὐθὲν πέπονθεν, ἀλλ’ ἐν τοῖς ἴσοις αὐτῷ ἤδη ἔμελλε νικᾶν;
或者是因为被告没有受到原告的任何侵害,反而在同等条件下,他本来就已经注定获胜?
§29.16Διὰ τί ἐπὶ μὲν κλοπῇ θάνατος ἡ ζημία, ἐπὶ δὲ ὕβρει, μείζονι οὔσῃ ἀδικίᾳ, τίμησις τί χρὴ παθεῖν ἢ ἀποτῖσαι;
为什么对于偷盗,处罚是死刑,而对于更为严重的不正义——暴行,却要评估其应受何种惩罚或偿付多少罚金?
ἢ διότι τὸ μὲν ὑβρίζειν ἀνθρώπινόν ἐστι πάθος, καὶ πάντες πλέον ἢ ἔλαττον αὐτοῦ μετέχουσι, τὸ δὲ κλέπτειν οὐ τῶν ἀναγκαίων;
或者是因为,施加暴行是人类的一种情感,每个人或多或少都有所参与,而偷盗并非不可避免的事?
καὶ ὅτι ὁ κλέπτειν ἐπιχειρῶν καὶ ὑβρίζειν ἂν προέλοιτο.
而且企图偷盗的人也会选择施加暴行?