§26.56Διὰ τί ἄλλοις ἄλλοι τῶν ἀνέμων ὑέτιοι, οἷον ἐν μὲν τῇ Ἀττικῇ καὶ ταῖς νήσοις ὁ Ἑλλησποντίας, ἐν Ἑλλησπόντῳ δὲ ὁ βορέας καὶ ἐν Κυρήνῃ, περὶ Λέσβον δὲ νότος;
なぜ異なる地域において、異なる風が雨をもたらすのか。 たとえばアッティカや島々ではヘレスポントス風、ヘレスポントスやキュレネでは北風、レスボス近辺では南風がそうであるのはなぜか。
ἢ ὅπου ἂν ἄθροισις νεφῶν, ἐνταῦθα ὕδωρ;
あるいは、雲が集まるところ、そこに雨があるからか。
ἐνταῦθα γὰρ ἡ πύκνωσις ἀθροίζεται, ὅπου ἂν προκαθίζεσθαι ἔχῃ.
というのも、雲が留まりうるところに凝縮が積み重なるからである。
διὸ καὶ ἐν τοῖς ὄρεσι μᾶλλον ὕει ἢ ὅπου ἂν τὸ πλῆθος ὑπεξάγειν δύνηται·
それゆえ、[風が]雲の群れを逃がしうるところよりも、山地においてより多く雨が降る。
περικαταλαμβανόμενον γὰρ πυκνοῦται· δεῖ δὲ τοῦτο γενέσθαι.
なぜなら、雲は取り囲まれることで凝縮するからであり、こうなることが必然だからである。
καὶ ἐν ταῖς εὐδίαις μᾶλλον ὕει.
また、穏やかな天候のなかでも雨は降る。
ἐν Ἑλλησπόντῳ μὲν οὖν ἄνωθεν ὁ βορέας πολλὰ συνωθεῖ νέφη, πρὸς δὲ τὴν Ἀττικὴν καὶ τὰς νήσους ὁ Ἑλλησποντίας, ὥσπερ ὕλην ἔχων·
そこで、ヘレスポントスでは、北風が上の方から多くの雲を押し寄せ、アッティカや島々に対してはヘレスポントス風が、あたかも原料を携えているかのようにそうする。
καὶ γὰρ περιίσταται τὰ πολλὰ ἐκ τοῦ βορέου.
実際、多くの場合、風は北風からこれへと変化するからである。
περὶ δὲ Λέσβον ὁ εὖρος καὶ ὁ νότος ἐκ τοῦ πελάγους φέροντες πολλὰ νέφη προσβάλλει τῇ χώρᾳ.
レスボス周辺では、東南風と南風が外海から多くの雲を運んできてその地に吹きつける。
τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
他の地域についても同様である。
§26.57Διὰ τί λέγεται
μή ποτ’ ἀπ’ ἠπείρου δείσῃς νέφος ἀλλ’ ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπ’ ἠπείροιο μελαίνης
;
なぜ次のように言われるのか。 「冬には、大陸からの雲を恐れるな、むしろ海からのそれを。 しかし夏には、暗い大陸からのそれを恐れよ」と。
ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε εἰ τι συνέστη, δῆλον ὅτι ἀπ’ ἀρχῆς ἰσχυρᾶς συνέστηκεν·
あるいは、冬には海の方が温かいため、もし雲が結集したとすれば、それは強力な始まりから結集したことが明らかだからか。
ἐλύθη γὰρ ἂν διὰ τὸ ἀλεεινὸν εἶναι τὸν τόπον.
なぜなら、その場所が温かいために、弱ければ霧散してしまったはずだからである。
τοῦ δὲ θέρους ἡ μὲν θάλαττα ψυχρά, καὶ τὰ πόντια πνεύματα, ἡ δὲ γῆ θερμή, ὥστε εἴ τι ἀπὸ τῆς γῆς φέρεται, διὰ μείζονος ἀρχῆς συνέστη·
しかし夏には、海および海からの風は冷たく、陸地は温かい。 それゆえ、もし陸地から何かが運ばれてくるとすれば、それはより大きな始まりによって結集したのである。
διελύθη γὰρ ἄν, εἰ ἀσθενὲς ἦν.
なぜなら、もしそれが弱かったならば、霧散してしまったはずだからである。
§26.58Διὰ τί ἐν τῇ Ἀρκαδίᾳ ὑψηλῇ οὔσῃ τὰ μὲν πνεύματα οὐθὲν ψυχρότερα τῶν παρὰ τοῖς ἄλλοις, ὅταν δὲ νηνεμία ῃ καὶ ἐπινέφελα, ψυχρά, ὥσπερ ἐν τοῖς ὁμαλέσιν τοῖς ἑλώδεσιν;
なぜ高地であるアルカディアにおいて、風自体は他の人々のところのものよりも少しも冷たくないのに、無風で曇っているときには、平坦な湿地におけるように冷たいのか。
ἢ ὅτι καὶ ἡ Ἀρκαδία ὁμοία γίνεται τοῖς ἑλώδεσιν·
あるいは、アルカディアも湿地に似たものになるからか。
οὐ γὰρ ἔχει ἐξόδους τοῖς ὕδασιν εἰς θάλατταν, διὸ καὶ βάραθρα πολλὰ αὐτόθι ἐστίν.
というのも、水が海へと抜ける出口がなく、それゆえそこには多くの底なしの穴があるからである。
ὅταν μὲν οὖν ᾖ ἄνεμος, ἀπορριπίζει τὴν ἐκ τῆς γῆς ἀναθυμίασιν, οὖσαν ψυχράν, αὐτὰ δὲ τὰ πνεύματα οὐ ψυχρὰ διὰ τὸ ἀπὸ τῆς θαλάττης προσβάλλειν·
そこで、風があるときは、冷たいものである陸地からの立ちのぼる呼気を吹き払うが、風自体は海から吹きつけるために冷たくない。
ἐν δὲ ταῖς νηνεμίαις ἀνιοῦσα ἡ ἀτμὶς ἀπὸ τοῦ ἐμμένοντος ὕδατος ποιεῖ τὸ ψῦχος.
しかし無風のときには、溜まった水から立ちのぼる水蒸気が冷気を生み出すからか。
§26.59Διὰ τί, ἂν ἕωθεν πνεῖν ἄρξηται, διημερεύει μᾶλλον;
なぜ朝から風が吹き始めると、一日中吹き続けることが多いのか。
ἢ διότι ἀρχομένου τοῦ ἡλίου σφοδροτάτη ἡ φορά, διὸ ἐκτείνεται τοιαύτη οὖσα.
あるいは、太陽が昇り始めるときに、その運動が最も激しく、それゆえそのような勢いであるために長く引き延ばされるからか。
σημεῖον δὲ ὅτι ἰσχυρὰ ἡ σύστασις.
そして、これは結集が強力であることの兆候だからか。
§26.60Διὰ τί βορέας τὴν ἡμέραν μὲν λαμπρός, τὴν δὲ νύκτα πίπτει;
なぜ北風は昼間は激しく吹き、夜には弱まるのか。
ἢ διότι γίνεται ἀπὸ πεπηγότος ὑετοῦ, ὅταν ἀναθυμιᾶται διὰ τὸν ἥλιον;
あるいは、凍った雨から生じるものであり、それが太陽によって蒸発するときに吹くからか。
πίπτει δὲ νυκτός, ὅτι οὐχ ἡ αὐτὴ γένεσις, ἀλλὰ τοὐναντίον ποιεῖ·
そして夜に弱まるのは、同じ生成プロセスが働かないからであり、それどころか反対のことが起こるからか。
τὰς γὰρ νύκτας ἐκπνεῖ, τὰς δὲ ἡμέρας ἧττον.
というのも、夜には吹き止み、昼にはより少なく吹き止むからである。
§26.61Διὰ τί τὰ ἀράχνια τὰ πολλὰ ὅταν φέρηται, πνεύματός ἐστι σημεῖα;
なぜ多くの蜘蛛の糸が漂うとき、それが風の兆候となるのか。
πότερον ὅτι ἐργάζεται ὁ ἀράχνης ἐν ταῖς εὐδίαις, φέρεται δὲ διὰ τὸ ψυχόμενον τὸν ἀέρα συνιέναι πρὸς τὴν γῆν, τὸ δὲ ψύχεσθαι ἀρχὴ χειμῶνος· σημεῖον οὖν ἡ φορὰ τῶν ἀραχνίων.
クモは穏やかな天気のときに活動するが、空気が冷やされることによってそれが地表へと引き寄せられて漂うからであり、そして冷やされることは荒天の始まりだからであり、それゆえ蜘蛛の糸が漂うことがその兆候となるからか。
ἢ ὅτι μετὰ τὰ ὕδατα καὶ τοὺς χειμῶνας γίνεται τῶν ἀραχνίων ἀθρόα ἡ φορά, ἐν ταῖς εὐδίαις ἐργαζομένων, διὰ τὸ ἐν τῷ χειμῶνι μὴ φαίνεσθαι: δύσριγον γὰρ τόδε.
あるいは、雨や荒天の後に蜘蛛の糸が一斉に漂うようになるのは、クモたちが荒天の間には姿を現さないために穏やかな天気のときに活動するからか。 というのも、この生物は寒さに弱いからである。
καὶ φερόμενοι ὑπὸ τοῦ πνεύματος πολὺ ἐκπηνίζονται.
そして、風に運ばれて大量の糸が引き出される。
μετὰ δὲ τὰ ὕδατα εἴωθεν πνεύματα γίνεσθαι ὡς τὰ πολλὰ.
そして、雨の後にはたいてい風が吹くものだからか。
§26.62Διὰ τί οἱ βορέαι μεγάλοι τοῦ χειμῶνος ἐν τοῖς ψυχροῖς τόποις ἐπινέφελοι, ἔξω δὲ αἴθριοι;
なぜ冬の強い北風は、冷たい地方では曇りをもたらすのに、その外側の地方では晴天をもたらすのか。
ἢ ὅτι ἄμα ψυχροί εἰσι καὶ μεγάλοι, ἐγγὺς δὲ μᾶλλον ψυχροί, ὥστε φθάνουσι πηγνύντες πρὶν ἀπῶσαι τὰ νέφη·
あるいは、それらは冷たいと同時に強力であるが、発生源の近くではより冷たいために、雲を吹き払う前に、先んじてそれらを凍らせてしまうからか。
ὅταν δὲ παγῇ, μένουσι διὰ βάρος.
そして凍ると、その重みのために留まるからか。
ἔξω δὲ τῷ μεγέθει ἐργάζονται μᾶλλον ἢ τῷ ψυχρῷ.
しかしその外側では、冷たさによってよりも、むしろその強さによって作用するからか。