§26.52Διὰ τί ὁ ζέφυρος λειότατός τε τῶν ἀνέμων καὶ ψυχρός, καὶ δύο ὥρας πνεῖ μάλιστα, ἔαρ τε καὶ μετόπωρον, καὶ πρὸς ἑσπέραν τῆς ἡμέρας, καὶ ἐπὶ τὴν γῆν μάλιστα;
なぜ西風は、風の中で最も穏やかで冷たく、また主に春と秋という二つの季節に、そして一日のうちの夕方に、そして主として地表の近くを吹くのか。
ἢ ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀπὸ τῆς θαλάττης καὶ πεδίων ἀναπεπταμένων;
あるいは、冷たいのは、海や広がった平野から吹くからか。
ἧττον μὲν οὖν ψυχρὸς τοῦ βορέου διὰ τὸ ἀφ’ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν·
実際、北風よりは冷たくないのは、雪からではなく、水から生じた風として吹くからである。
ψυχρὸς δὲ διὰ τὸ μετὰ χειμῶνα, ἄρτι τοῦ ἡλίου κρατοῦντος, πνεῖν καὶ μετοπώρου, ὅτε οὐκέτι κρατεῖ ὁ ἥλιος οὐ γὰρ ὥσπερ ἐν γῇ ὑπομένει τὴν εἵλην, ἀλλὰ πλανᾶται διὰ τὸ ἐφ’ ὑγροῦ βεβηκέναι.
しかし冷たいのは、冬の後に太陽が支配し始めたばかりのときに、また秋に太陽がもはや支配していないときに吹くからである。 なぜなら、陸地におけるように日差しを保持せず、湿気の上を進むために散逸するからである。
καὶ ὁμαλὸς διὰ τὸ αὐτό·
また平穏なのは同じ理由による。
οὐ γὰρ ἀπὸ ὀρέων πνεῖ, οὐδὲ βίᾳ τηκομένου, ἀλλὰ ῥᾳδίως ὥσπερ δι’ αὐλῶνος ῥέων.
というのも、山から吹くのでもなく、激しく溶けたものからでもなく、まるで水路を通るかのように容易に流れるからである。
τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον ὀρεινά· πρὸς ἑσπέραν δὲ οὔτε ὄρος οὔτε γῆ ἐστίν, ἀλλὰ τὸ Ἀτλαντικὸν πέλαγος, ὥστε ἐπὶ τῆς γῆς φέρεται.
実際、北と南の方は山がちであるが、西には山も陸地もなく、大西洋があるだけであり、その結果、地表の上を運ばれる。
καὶ πρὸς ἑσπέραν δὲ τῆς ἡμέρας πνεῖ διὰ τὸν τόπον·
また、一日のうち夕方に吹くのは、その場所のせいである。
τότε γὰρ ὁ ἥλιος πλησιάζει τῷ τόπῳ.
そのとき、太陽はその場所に近づくからである。
καὶ τῆς νυκτὸς παύεται διὰ τὸ ἐκλείπειν τὴν τοῦ ἡλίου κίνησιν. ;
そして、夜には太陽の運動が失われるために止むのである。
§26.53Διὰ τί, ὅταν ὁ εὖρος πνεῖ, μείζω φαίνεται τὰ πάντα ἢ ὅτι ζοφωδέστατον τὸν ἀέρα ποιεῖ;
なぜ東南風が吹くとき、すべてのものがより大きく見えるのか。 あるいは、空気を最も暗くするからか。
§26.54Διὰ τί τὸν μὲν χειμῶνα πρωΐ ἀπὸ τῆς ἕω τὰ πνεύματα πνεῖ, τὸ δὲ θέρος δείλης καὶ ἀπὸ δυσμῶν ἡλίου;
なぜ冬には朝、東から風が吹き、夏には夕方、西から吹くのか。
ἢ ὅτι ἃ ἡμῖν συμβαίνει τοῦ θέρους, ταῦτα τοῦ χειμῶνος τοῖς τὸ ἐναντίον τῆς γῆς ἡμισφαίριον οἰκοῦσιν, ἡμῖν δὲ τοῦ χειμῶνος πρωΐ καὶ ἀφ’ ἕω τὰ πνεύματα πνεῖ διὰ τὸ τὸν ἀέρα κάθυγρον ἐν τῇ νυκτὶ διακρίνεσθαι καὶ κινεῖσθαι τὸ πρωΐ ὑπὸ τοῦ ἡλίου, καὶ πρῶτον τὸν ἔγγιστα τοῦ ἡλίου.
あるいは、夏に私たちに起こることが、冬には地球の反対側の半球に住む人々に起こるからであり、私たちのところでは冬の朝に東から風が吹くのは、夜の間に非常に湿った空気が分離し、朝に太陽によって、そして最初に太陽に最も近い空気が動かされるからか。
ποιεῖ δὲ τοῦτο ὁ ἥλιος καὶ πρὸ ἀνατολῆς·
そして太陽は日の出前にもこれを行う。
διὸ αὖραι οὐχ ἧττον πρὸ ἀνατολῆς πνέουσιν.
それゆえ、日の出前にもそよ風が少なからず吹くのである。
ἐπειδὴ οὖν καὶ ἐφ’ ἑαυτὸν ἕλκει ὁ ἥλιος τὰ ὑγρὰ καὶ κινεῖ πρὸ ἀνατολῆς τοῦ χειμῶνος ὑγρὸν ὄντα τὸν παρ’ ἡμῖν ἀέρα, δῆλον ὡς καὶ ἐφ’ αὑτὸν ἂν ἕλκοι, ὢν ἐν τῷ κάτω ἡμισφαιρίῳ, καὶ δείλη ἐκείνοις ὃ ἡμῖν ἐστὶν ὄρθρος.
それゆえ、太陽は湿気を自分の方へ引き寄せ、冬の日の出前に、私たちのところの湿った空気を動かすのであるから、太陽が下半球にあるときにも自分の方へ引き寄せるはずであることは明らかであり、彼らににとっての夕方は私たちにとっての夜明けである。
ὥστε συμβαίνοι ἂν τὸν ὑπὸ τοῦ ἡλίου πρὸ ἀνατολῆς παρ’ ἡμῶν ἐφ’ αὑτὸν ἑλκόμενον ἀέρα, τοῦτον τοῖς κάτω γενέσθαι ζέφυρον καὶ δείλης πνεῖν.
したがって、日の出前に太陽によって私たちのところから自分の方へ引き寄せられる空気が、下の半球の人々にとっては西風となり、夕方に吹くことになるだろう。
ὃ δὲ ἐν τῷ παρ’ ἡμῖν χειμῶνι, τῆς ἕω ἐκείνοις συμβαίνει, ὃ δὲ ἐν τῷ θέρει, τῆς δείλης ἡμῖν.
そして、私たちの冬において朝に起こることが彼らにとって起こり、私たちの夏において夕方に起こることが私たちに起こる。
ὅτε γὰρ παρ’ ἡμῖν θέρος, ἐκεῖ χειμών ἐστι, καὶ ἡ ἡμετέρα δείλη ἐκείνοις ὄρθρος.
なぜなら、私たちのところが夏のとき、あちらは冬であり、私たちの夕方は彼らにとっての夜明けだからである。
καθ’ ἥν ἐκείνοις μὲν αὔρας ἐξ ἑῴας συμβαίνει πνεῖν, ἡμῖν δὲ ζεφύρους διὰ ταὐτὰ τοῖς προειρημένοις.
その夜明けにおいて、彼らには東からそよ風が吹くことになり、私たちには上述と同じ理由で西風が吹くことになる。
τοῦ δὲ θέρους καὶ ἑῶαι μὲν οὐ πνέουσιν, ὅτι εἰς ξηρότερον ἔτι τὸν παρ’ ἡμῖν ἀέρα ὁ ἥλιος ἀνατέλλει διὰ τὸ ὀλίγον αὐτοῦ χρόνον ἀπογεγονέναι·
しかし夏には、東風は吹かない。 なぜなら、太陽が不在であった時間が短いために、私たちのところの空気がまだ乾燥している状態で太陽が昇るからである。
ζέφυροι δὲ οὐ πνέουσιν δείλης τοῦ χειμῶνος, ὅτι οὐδ’ ἐν τῷ κάτω ἡμισφαιρίῳ ἑῶοι ταύτην τὴν ὥραν διὰ τὰ προειρημένα, ὅθεν ὁ ἥλιος ἐφ’ ἑαυτὸν ἕλκων τὰ ὑγρὰ τὸν παρ’ ἡμῖν ζέφυρον ποιεῖ.
また、冬の夕方には西風が吹かない。 なぜなら、上述の理由により、その季節には下半球でも東風が吹かないからであり、そこから太陽が湿気を自分の方へ引き寄せることで、私たちのところに西風が生じるからである。
§26.55Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων;
なぜ西風は晴朗で、風の中で最も心地よいと思われるのか。
ἢ ὅτι ἐν μεθορίῳ ἐστὶ τῶν θερμῶν καὶ ψυχρῶν πνευμάτων, γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοινωνεῖ·
あるいは、温かい風と冷たい風の境界にあり、両方に隣り合っているために、それらの性質を分かち合っているからか。
διὸ εὔκρατός ἐστιν.
それゆえ、穏やかに調和しているのである。
ὁ δὲ ἀπηλιώτης ἧττον κοινωνεῖ, ὢν ἐν τῷ μέσῳ τῶν αὐτῶν.
これに対して東風は、それらと同じものの間にあるにもかかわらず、分かち合うことが少ない。
ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότον πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς.
なぜなら、東風は吹くときに南の方の風を動かすが(そこに東風の移行があるからである)、動かすだけで、それらと交じり合わないからである。
ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νότων καὶ πνέων κινεῖ τὰ βόρεια·
これに対して西風は、南風によって動かされ、また自ら吹くときには北風を動かす。
τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων.
なぜなら、そこに風の循環が完結するからである。
διὸ τῶν μὲν τὴν τελευτήν, τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν ἑαυτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι.
それゆえ、一方の終わりを、他方の始まりを自分の中に含んでいるために、当然心地よく、またそのように思われるのである。