Humanitext Reader

亚里士多德 · 问题集 §26.52-26.55

西风的温和特性与半球对称引起的气候变化

第 120 段,共 148 段 · 希腊语

内容简介

本节讨论了西风平稳与寒冷的物理成因,阐明了东南风使物体显得更大的缘由,基于南北半球的气候对称性探讨了风向的季节性变化,并解释了西风因其调和的本性而最令人愉悦的原因。

§26.52Διὰ τί ὁ ζέφυρος λειότατός τε τῶν ἀνέμων καὶ ψυχρός, καὶ δύο ὥρας πνεῖ μάλιστα, ἔαρ τε καὶ μετόπωρον, καὶ πρὸς ἑσπέραν τῆς ἡμέρας, καὶ ἐπὶ τὴν γῆν μάλιστα;
为什么西风是风中最平稳且寒冷的,而且主要在春季和秋季这两个季节、在一天的傍晚,并且最接近地面吹拂?
ἢ ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀπὸ τῆς θαλάττης καὶ πεδίων ἀναπεπταμένων;
是因为它从海洋和开阔的平原吹来而寒冷吗?
ἧττον μὲν οὖν ψυχρὸς τοῦ βορέου διὰ τὸ ἀφ’ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν·
它不如北风寒冷,是因为它作为源自水而非雪的风而吹拂。
ψυχρὸς δὲ διὰ τὸ μετὰ χειμῶνα, ἄρτι τοῦ ἡλίου κρατοῦντος, πνεῖν καὶ μετοπώρου, ὅτε οὐκέτι κρατεῖ ὁ ἥλιος οὐ γὰρ ὥσπερ ἐν γῇ ὑπομένει τὴν εἵλην, ἀλλὰ πλανᾶται διὰ τὸ ἐφ’ ὑγροῦ βεβηκέναι.
但它寒冷,是因为它在冬季之后太阳刚刚开始主导时吹拂,以及在秋季太阳不再主导时吹拂。 因为西风不像在陆地上那样保持着日照的热量,而是因为行于湿气之上而消散。
καὶ ὁμαλὸς διὰ τὸ αὐτό· οὐ γὰρ ἀπὸ ὀρέων πνεῖ, οὐδὲ βίᾳ τηκομένου, ἀλλὰ ῥᾳδίως ὥσπερ δι’ αὐλῶνος ῥέων.
它均匀也是由于同样的原因;因为它不是从山上吹来,也不是因剧烈融化而产生,而是像通过渠道一样容易地流动。
τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον ὀρεινά· πρὸς ἑσπέραν δὲ οὔτε ὄρος οὔτε γῆ ἐστίν, ἀλλὰ τὸ Ἀτλαντικὸν πέλαγος, ὥστε ἐπὶ τῆς γῆς φέρεται.
因为偏北和偏南的地方是多山的,而偏西既没有山也没有陆地,只有大西洋,所以它在大地低处运送。
καὶ πρὸς ἑσπέραν δὲ τῆς ἡμέρας πνεῖ διὰ τὸν τόπον· τότε γὰρ ὁ ἥλιος πλησιάζει τῷ τόπῳ.
它在一天的傍晚吹拂也是因为那个方位的缘故;因为那时太阳接近那个方位。
καὶ τῆς νυκτὸς παύεται διὰ τὸ ἐκλείπειν τὴν τοῦ ἡλίου κίνησιν. ;
而在夜间停止,则是由于太阳运动的消失。
§26.53Διὰ τί, ὅταν ὁ εὖρος πνεῖ, μείζω φαίνεται τὰ πάντα ἢ ὅτι ζοφωδέστατον τὸν ἀέρα ποιεῖ;
为什么当东南风吹拂时,一切事物显得更大? 是因为它使空气变得最黑暗吗?
§26.54Διὰ τί τὸν μὲν χειμῶνα πρωΐ ἀπὸ τῆς ἕω τὰ πνεύματα πνεῖ, τὸ δὲ θέρος δείλης καὶ ἀπὸ δυσμῶν ἡλίου;
为什么在冬季风是在早晨从东方吹来,而在夏季是在傍晚并且从西方吹来?
ἢ ὅτι ἃ ἡμῖν συμβαίνει τοῦ θέρους, ταῦτα τοῦ χειμῶνος τοῖς τὸ ἐναντίον τῆς γῆς ἡμισφαίριον οἰκοῦσιν, ἡμῖν δὲ τοῦ χειμῶνος πρωΐ καὶ ἀφ’ ἕω τὰ πνεύματα πνεῖ διὰ τὸ τὸν ἀέρα κάθυγρον ἐν τῇ νυκτὶ διακρίνεσθαι καὶ κινεῖσθαι τὸ πρωΐ ὑπὸ τοῦ ἡλίου, καὶ πρῶτον τὸν ἔγγιστα τοῦ ἡλίου.
是因为夏季发生在我们身上的事情,在冬季发生在居住在地球对侧半球的人身上,而在我们这里,冬季在早晨从东方吹风,是因为极度潮湿的空气在夜间分离,并在早晨被太阳推动,且首先推动最接近太阳的空气吗?
ποιεῖ δὲ τοῦτο ὁ ἥλιος καὶ πρὸ ἀνατολῆς· διὸ αὖραι οὐχ ἧττον πρὸ ἀνατολῆς πνέουσιν.
而且太阳甚至在日出前就这样做;因此,日出前同样会吹起微风。
ἐπειδὴ οὖν καὶ ἐφ’ ἑαυτὸν ἕλκει ὁ ἥλιος τὰ ὑγρὰ καὶ κινεῖ πρὸ ἀνατολῆς τοῦ χειμῶνος ὑγρὸν ὄντα τὸν παρ’ ἡμῖν ἀέρα, δῆλον ὡς καὶ ἐφ’ αὑτὸν ἂν ἕλκοι, ὢν ἐν τῷ κάτω ἡμισφαιρίῳ, καὶ δείλη ἐκείνοις ὃ ἡμῖν ἐστὶν ὄρθρος.
因此,既然太阳在冬季日出前吸引湿气并推动我们这里潮湿的空气,那么显而易见,当它处于下半球时,它也会将空气吸引向自身,而他们的傍晚正是我们的黎明。
ὥστε συμβαίνοι ἂν τὸν ὑπὸ τοῦ ἡλίου πρὸ ἀνατολῆς παρ’ ἡμῶν ἐφ’ αὑτὸν ἑλκόμενον ἀέρα, τοῦτον τοῖς κάτω γενέσθαι ζέφυρον καὶ δείλης πνεῖν.
所以,日出前被太阳从我们这里吸引到其自身的空气,对于下面的人来说,就会成为西风并在傍晚吹拂。
ὃ δὲ ἐν τῷ παρ’ ἡμῖν χειμῶνι, τῆς ἕω ἐκείνοις συμβαίνει, ὃ δὲ ἐν τῷ θέρει, τῆς δείλης ἡμῖν.
而在我们的冬季里早晨发生的事发生在他们身上,而在我们的夏季里傍晚发生的事发生在我们身上。
ὅτε γὰρ παρ’ ἡμῖν θέρος, ἐκεῖ χειμών ἐστι, καὶ ἡ ἡμετέρα δείλη ἐκείνοις ὄρθρος.
因为当我们这里是夏季时,那里是冬季,我们的傍晚正是他们的黎明。
καθ’ ἥν ἐκείνοις μὲν αὔρας ἐξ ἑῴας συμβαίνει πνεῖν, ἡμῖν δὲ ζεφύρους διὰ ταὐτὰ τοῖς προειρημένοις.
在那个黎明,他们那里会从东方吹起微风,而我们这里则由于与前述相同的理由吹起西风。
τοῦ δὲ θέρους καὶ ἑῶαι μὲν οὐ πνέουσιν, ὅτι εἰς ξηρότερον ἔτι τὸν παρ’ ἡμῖν ἀέρα ὁ ἥλιος ἀνατέλλει διὰ τὸ ὀλίγον αὐτοῦ χρόνον ἀπογεγονέναι· ζέφυροι δὲ οὐ πνέουσιν δείλης τοῦ χειμῶνος, ὅτι οὐδ’ ἐν τῷ κάτω ἡμισφαιρίῳ ἑῶοι ταύτην τὴν ὥραν διὰ τὰ προειρημένα, ὅθεν ὁ ἥλιος ἐφ’ ἑαυτὸν ἕλκων τὰ ὑγρὰ τὸν παρ’ ἡμῖν ζέφυρον ποιεῖ.
但在夏季,东方的晨风并不吹拂,因为太阳升起时我们这里的空气由于太阳离开的时间较短而更加干燥;而在冬季的傍晚西风并不吹拂,因为由于前述原因,此时在下半球甚至连东方的晨风也不吹拂,而太阳正是通过在那里将湿气吸引向自身,才产生我们这里的西风的。
§26.55Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων;
为什么西风被认为是晴朗且在风中最令人愉悦的?
ἢ ὅτι ἐν μεθορίῳ ἐστὶ τῶν θερμῶν καὶ ψυχρῶν πνευμάτων, γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοινωνεῖ·
是因为它处于热风与冷风的交界处,由于与两者相邻,它分享了它们的力量吗?
διὸ εὔκρατός ἐστιν.
因此,它是调和适度的。
ὁ δὲ ἀπηλιώτης ἧττον κοινωνεῖ, ὢν ἐν τῷ μέσῳ τῶν αὐτῶν.
而东风虽然处于这两者中间,却分享得较少。
ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότον πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς.
因为东风吹拂时推动了向南的风(因为那是它的转变之处),但在推动时它并不与它们混合。
ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νότων καὶ πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων.
而西风既被南风所推动,又在吹拂时推动北风;因为风的循环在那里结束。
διὸ τῶν μὲν τὴν τελευτήν, τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν ἑαυτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι.
因此,在自身中既包含了一方的结束,又包含了另一方的开始,它理所当然是令人愉悦的,并且也被认为是如此。

词汇与语法注释

  1. §26.52ἀφ’ ὕδατος πνευματουμένου — `πνευματουμένου` 是 `πνευματόω`(转化为风/空气)的中被动现在分词属格单数,修饰前行的名词 `ὕδατος`。它描述了“作为源自水而转化为风的物质吹拂”这一物理过程,意指风是从转化为气态的水(水汽)中产生并吹来的。
  2. §26.54δῆλον ὡς καὶ ἐφ’ αὑτὸν ἂν ἕλκοι — 在非人称表达 `δῆλον [ἐστιν] ὡς` 之后使用了潜在希求语气 `ἂν ἕλκοι` 的句型。这表达了一个理论上的推论,即即使太阳处于下半球(对侧半球),它也会像在日出前那样将湿气吸引向自身。
  3. §26.54ὥστε συμβαίνοι ἂν — 连词 `ὥστε`(因此)后接潜在希求语气 `ἂν συμβαίνοι`,将前文前提所得出的理论推论作为独立句进行陈述。使用 `CN` 配合希求语气,将两半球间对称的气象现象呈现为一种假说性但在逻辑上必然的结果。

引用这一段

亚里士多德, 问题集 §26.52-26.55. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:26.52-26.55

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。