§26.38Διὰ τί οἱ νότοι μικρὰ μὲν πνέοντες οὐ ποιοῦσιν ἐπίνεψιν [ἤτοι συνέφειαν], μεγάλοι δὲ γενόμενοι ἐπινεφοῦσιν;
なぜ南風は、弱く吹くときには雲(すなわち曇天)を作らないが、強くなると曇天を作るのか。
ἢ διότι μικροὶ μὲν πνέοντες οὐ δύνανται πολλὰ νέφη ποιεῖν;
あるいは、弱く吹くときには多くの雲を作ることができないからか。
ὀλίγον οὖν τόπον κατίσχουσιν.
それゆえ彼らはわずかな場所しか支配しない。
ὅταν δὲ μεγάλοι γένωνται, πολλὰ ἀπωθοῦσι, διὸ καὶ δοκοῦσι μᾶλλον ἐπινεφεῖν.
しかし強くなるときには、多くの雲を押し出すので、より曇天を作るように思われるのである。
§26.39Διὰ τί ὁ μὲν βορέας ἀρχόμενος μέγας, λήγων δὲ μικρός, ὁ δὲ νότος ἀρχόμενος μὲν μικρός, λήγων δὲ μέγας;
なぜ北風は吹き始めに強く、止み際に弱いのに対し、南風は吹き始めに弱く、止み際に強いのか。
ἢ ὅτι ὁ μὲν βορέας ἐγγὺς ἡμῶν, ὁ δὲ νότος πόρρω;
あるいは、北風は私たちの近くから吹き、南風は遠くから吹くからか。
ὁ μὲν οὖν ὅταν ἄρξηται, εὐθὺς παρ’ ἡμῖν, τοῦ δὲ ἅτε διὰ πολλοῦ χρόνου ἡ ἀρχὴ διασκεδάννυται, καὶ πρὸς ἡμᾶς μικρὸν ἐξικνεῖται αὐτῆς τὸ πρῶτον·
したがって、前者は吹き始めるとすぐに私たちのところに達するが、後者は長い時間を経るためにその始まりが分散し、その最初の部分は私たちのところへわずかしか到達しない。
τῆς δὲ τελευτῆς τοῦ μὲν αἰσθανόμεθα, τοῦ δὲ ὅλως οὐκ αἰσθανόμεθα.
また、前者の終わりは私たちは感じるが、後者の終わりは全く感じない。
ὥστε εἰκότως ὁ μὲν ἀσθενὴς παυόμενος (ἀσθενὴς γὰρ ἡ τελευτὴ πάντων), ὁ δὲ οὔ·
それゆえ当然、前者は止み際に弱い(すべてのものの終わりは弱いからである)が、後者はそうではない。
τῆς γὰρ τελευτῆς οὐκέτι αἰσθανόμεθα αὐτοῦ.
なぜなら後者の終わりを私たちはもはや感じないからである。
§26.40Διὰ τί οὗ μὲν κόλποι εἰσί, τροπαῖαι γίνονται, οὗ δὲ ἀναπεπταμένα πελάγη, οὐ γίνονται;
なぜ入江があるところでは戻り風が生じ、開けた海では生じないのか。
ἢ διότι εἰς μὲν τοὺς κόλπους ῥέον οὐ διασπᾶται τὸ πνεῦμα μᾶλλον, ἀλλ’ ἀθρόον ἐπὶ τὸ πολὺ φέρεται, ἐν δὲ τοῖς ἀναπεπταμένοις ἐξ ἀρχῆς τε αἱ ἀπογέαι εὐθύς διασπῶνται μᾶλλον, καὶ ὅταν ῥέωσι, ταὐτὸ πάσχουσι διὰ τὸ πολλαχῇ ἐξεῖναι ὁρμῆσαι·
あるいは、入江に流れ込む風はそれほど分散せず、むしろ大抵は一塊になって進むのに対し、開けた海では最初から陸風がすぐに分散しやすく、また流れるときにも、多くの方向に勢いよく進み出ることができるために同じようになるからか。
ἔστι γὰρ ἡ τροπαία ἀπόγεος ἀνάκλασις.
というのも、戻り風とは陸風の反射だからである。
§26.41Διὰ τί λέγεται
ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο
;
なぜ「南風の吹き始め、北風の止み際に」と言われるのか。
ἢ διότι ὁ μὲν βορέας, διὰ τὸ ὑποικεῖν ἡμᾶς αὐτῷ καὶ εἶναι τὴν οἴκησιν πρὸς ἄρκτον, εὐθὺς μέγα πνεῖ;
あるいは、北風は、私たちがその下に住んでおり、私たちの居住地が北に寄っているために、すぐに強く吹くからか。
ἅμα γὰρ ἄρχεται καὶ πάρεστι.
実際、吹き始めると同時にそこに存在する。
διὸ παυόμενος ἡδὺ πνεῖ·
それゆえ、止み際には心地よく吹く(そのときには弱く吹くからである)。
τότε γὰρ ἀσθενὴς πνεῖ. ὁ δὲ νότος διὰ τὸ πόρρωθεν ὕστερον μείζων ἀφικνεῖται.
これに対して南風は、遠くから吹くために、後になってより強く到達するからか。
§26.42Διὰ τί ἐν τοῖς νοτίοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι;
なぜ南風が吹くときには、人々は体が重く感じられ、力が出なくなるのか。
ἢ διότι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρὺ·
あるいは、暖かさのために融け出すことで、わずかな量から多くの湿気が生じ、軽い風から重い湿気が生じるからか。
εἶτα ἡ δύναμις ἀτονεῖ.
その結果、気力が衰えるのである。
§26.43Διὰ τί ἐν τοῖς βορείοις βρωτικώτεροι ἢ ἐν τοῖς νοτίοις;
なぜ北風が吹くときには、南風が吹くときよりも食欲旺盛になるのか。
ἢ διότι ψυχρότερα τὰ βόρεια;
あるいは、北風の方がより冷たいからか。
§26.44Διὰ τί ὁ νότος οὐ πνεῖ κατ’ αὐτὴν τὴν Αἴγυπτον τὰ πρὸς θάλατταν, οὐδ’ ὅσον ἡμέρας δρόμον καὶ νυκτός· τὰ δὲ ὑπὲρ Μέμφεως καὶ ἀποσχόντι δρόμον ἡμέρας καὶ νυκτὸς λαμπρός·
なぜ南風は、エジプト自体の海に近い地域では、一日一夜の道程の距離にわたってすら吹かず、メンフィスより上方の、一日一夜の道程だけ離れた地域では激しく吹くのか。
καὶ πρὸς ἑσπέραν οὐ πνεῖ, ὅσον δύο ἡμερῶν καὶ νυκτῶν δρόμον, τὰ δὲ πρὸς ἕω λίβες πνέουσιν;
また、西の方では、二日二夜の道程の距離にわたって吹かず、東の方ではリビュア風が吹くのはなぜか。
ἢ διότι κοίλη τὰ κάτω ἡ Αἴγυπτός ἐστιν· διὸ ὑπερπίπτει αὐτῆς, ἄνω δὲ καὶ πόρρω ὑψηλότεροι οἱ τόποι.
あるいは、エジプトの下方の地域は窪んでいるために、風がその上を通り過ぎてしまい、上方や遠くの地域はより高くなっているからか。
§26.45Διὰ τί ὁ νότος ἀρχόμενος μὲν μικρός ἐστι, λήγων δὲ μείζων γίνεται, ὁ δὲ βορέας ἀνάπαλιν, διὸ καὶ ἡ παροιμία λέγεται εὖ πλεῖν
ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο
, ἢ διότι πρὸς ἄρκτον μᾶλλον ἢ πρὸς μεσημβρίαν οἰκοῦμεν, πνεῖ δὲ ὁ μὲν βορέας ἀπὸ τῆς ἄρκτου, ὁ δὲ νότος ἀπὸ τῆς μεσημβρίας.
なぜ南風は吹き始めに弱く、止み際に強くなるのに対し、北風はその逆であり、それゆえ「南風の吹き始め、北風の止み際に」良く航海できるという諺が言われるのか。 あるいは、私たちが南よりも北に寄って住んでおり、北風は北から、南風は南から吹くからか。
εἰκότως οὖν ὁ μὲν ἀρχόμενος εὐθὺς σφοδρὸς πρόσκειται τοῖς πλησίον τόποις μᾶλλον, καὶ μετὰ ταῦτα μεταλλάττει τὸ σφοδρὸν πρὸς ἐκείνους.
したがって当然、吹き始める前者は、すぐに近くの地域にいっそう激しく吹きつけ、その後、その激しさを遠くの地域へと移す。
ὁ δὲ νότος τοὐναντίον ἀρχόμενος μὲν τοῖς πρὸς μεσημβρίαν οἰκοῦσιν ἔγκειται, ἐπειδὰν δὲ παραλλάξῃ, τοῖς πρὸς ἄρκτον λαμπρὸς καταπνεῖ.
これに対して南風は、逆に、吹き始めには南に住む人々に吹きつけ、通り過ぎてから、北に住む人々に激しく吹き下ろすからか。
§26.46Διὰ τί λέγεται
εἰ δ’ ὁ νότος βορέαν προκαλέσσεται, αὐτίκα χειμῶν
;
なぜ「もし南風が北風を呼び出せば、ただちに嵐となる」と言われるのか。
ἢ διότι ὁ νότος τοιοῦτός ἐστιν οἷος νεφέλας καὶ ὕδωρ πολὺ συναίρειν;
あるいは、南風は雲や多くの水を呼び集めるような性質のものだからか。
ὅταν οὖν τοιαύτης τῆς καταστάσεως οὔσης ἐπιπνεύσῃ ὁ βορέας, πολλῆς αὐτῷ ὕλης ὑπαρχούσης πήγνυσι καὶ χειμῶνα ποιεῖ.
それゆえ、そのような状態のときに北風が吹きかけると、北風にとって多くの素材が存在するために、それを凍らせて嵐を作るからか。
διὸ λέγεται
εἰ βορρᾶς πηλὸν καταλήψεται, αὐτίκα χειμών
.
そのため「もし北風が泥を捉えるなら、ただちに嵐となる」と言われる。
ὁ δὲ πηλὸς καὶ ὅλως τὰ ὕδατα ὑπὸ τοῦ νότου ἢ μάλιστα ἢ πλειστάκις γίνεται.
そして泥や、一般に水は、南風によって最も多く、あるいは最も頻繁に生じるのである。