Humanitext Reader

亚里士多德 · 问题集 §26.38-26.46

南北风强弱变化规律与局地风的特性

第 118 段,共 148 段 · 希腊语

内容简介

本章探讨了南风与北风强度变化的规律、地形(海湾与开阔海面)对回头风的影响、传统航海谚语的成因、不同风向对人体及食欲的生理影响,以及埃及局部的风向特征。

§26.38Διὰ τί οἱ νότοι μικρὰ μὲν πνέοντες οὐ ποιοῦσιν ἐπίνεψιν [ἤτοι συνέφειαν], μεγάλοι δὲ γενόμενοι ἐπινεφοῦσιν;
为什么南风在微弱吹拂时不会造成阴云(即阴天),而在变强时却会造成阴天?
ἢ διότι μικροὶ μὲν πνέοντες οὐ δύνανται πολλὰ νέφη ποιεῖν;
是因为它们在微弱吹拂时无法制造许多云朵吗?
ὀλίγον οὖν τόπον κατίσχουσιν.
因此它们只占领了很少的空间。
ὅταν δὲ μεγάλοι γένωνται, πολλὰ ἀπωθοῦσι, διὸ καὶ δοκοῦσι μᾶλλον ἐπινεφεῖν.
但当它们变强时,会推移许多云,因而显得更会造成阴天。
§26.39Διὰ τί ὁ μὲν βορέας ἀρχόμενος μέγας, λήγων δὲ μικρός, ὁ δὲ νότος ἀρχόμενος μὲν μικρός, λήγων δὲ μέγας;
为什么北风在开始时强,而在结束时弱,而南风在开始时弱,而在结束时强?
ἢ ὅτι ὁ μὲν βορέας ἐγγὺς ἡμῶν, ὁ δὲ νότος πόρρω;
是因为北风离我们近,而南风离我们远吗?
ὁ μὲν οὖν ὅταν ἄρξηται, εὐθὺς παρ’ ἡμῖν, τοῦ δὲ ἅτε διὰ πολλοῦ χρόνου ἡ ἀρχὴ διασκεδάννυται, καὶ πρὸς ἡμᾶς μικρὸν ἐξικνεῖται αὐτῆς τὸ πρῶτον·
因此,前者一旦开始吹拂,就立刻到达我们这里;而对于后者,由于其起点经过了很长时间而消散,其最初的部分只有很少一部分到达我们这里。
τῆς δὲ τελευτῆς τοῦ μὲν αἰσθανόμεθα, τοῦ δὲ ὅλως οὐκ αἰσθανόμεθα.
此外,前者的结束我们能感觉得到,而后者的结束我们则完全感觉不到。
ὥστε εἰκότως ὁ μὲν ἀσθενὴς παυόμενος (ἀσθενὴς γὰρ ἡ τελευτὴ πάντων), ὁ δὲ οὔ· τῆς γὰρ τελευτῆς οὐκέτι αἰσθανόμεθα αὐτοῦ.
因此,前者在停止时微弱是理所当然的(因为一切事物的结束都是微弱的),而后者则不然;因为我们已经感觉不到它的结束了。
§26.40Διὰ τί οὗ μὲν κόλποι εἰσί, τροπαῖαι γίνονται, οὗ δὲ ἀναπεπταμένα πελάγη, οὐ γίνονται;
为什么在有海湾的地方会产生回头风,而在开阔的海域则不会?
ἢ διότι εἰς μὲν τοὺς κόλπους ῥέον οὐ διασπᾶται τὸ πνεῦμα μᾶλλον, ἀλλ’ ἀθρόον ἐπὶ τὸ πολὺ φέρεται, ἐν δὲ τοῖς ἀναπεπταμένοις ἐξ ἀρχῆς τε αἱ ἀπογέαι εὐθύς διασπῶνται μᾶλλον, καὶ ὅταν ῥέωσι, ταὐτὸ πάσχουσι διὰ τὸ πολλαχῇ ἐξεῖναι ὁρμῆσαι·
是因为流入海湾的风不会消散太多,而是大体上聚集在一起移动,而在开阔的海域,陆风从一开始就更容易消散,且当它们流动时,由于可以向多个方向奔涌,也会遭遇同样的情况吗?
ἔστι γὰρ ἡ τροπαία ἀπόγεος ἀνάκλασις.
因为回头风就是陆风的反弹。
§26.41Διὰ τί λέγεται ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο ;
为什么人们说 “在南风刚起和北风将息之时”?
ἢ διότι ὁ μὲν βορέας, διὰ τὸ ὑποικεῖν ἡμᾶς αὐτῷ καὶ εἶναι τὴν οἴκησιν πρὸς ἄρκτον, εὐθὺς μέγα πνεῖ;
是因为北风由于我们居住在它的下方且我们的居住地偏北,所以立刻就刮得很猛烈吗?
ἅμα γὰρ ἄρχεται καὶ πάρεστι.
因为它一开始吹拂就同时到达了。
διὸ παυόμενος ἡδὺ πνεῖ· τότε γὰρ ἀσθενὴς πνεῖ.
因此,它在停止时吹拂得很惬意;因为那时它吹得微弱。
ὁ δὲ νότος διὰ τὸ πόρρωθεν ὕστερον μείζων ἀφικνεῖται.
而南风由于来自远方,所以后来到达时更强。
§26.42Διὰ τί ἐν τοῖς νοτίοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι;
为什么在刮南风时,人们会觉得身体沉重、软弱无力?
ἢ διότι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρὺ·
是因为由于温热使体内物质融化,由少量的东西产生了大量的湿气,并从轻盈的气变成了沉重的湿气吗?
εἶτα ἡ δύναμις ἀτονεῖ.
随后,力气便衰弱了。
§26.43Διὰ τί ἐν τοῖς βορείοις βρωτικώτεροι ἢ ἐν τοῖς νοτίοις;
为什么在刮北风时人们比在刮南风时更有食欲?
ἢ διότι ψυχρότερα τὰ βόρεια;
是因为北风更寒冷吗?
§26.44Διὰ τί ὁ νότος οὐ πνεῖ κατ’ αὐτὴν τὴν Αἴγυπτον τὰ πρὸς θάλατταν, οὐδ’ ὅσον ἡμέρας δρόμον καὶ νυκτός· τὰ δὲ ὑπὲρ Μέμφεως καὶ ἀποσχόντι δρόμον ἡμέρας καὶ νυκτὸς λαμπρός·
为什么南风在埃及本土靠近海洋的地区甚至在行一日一夜路程的距离内都不吹,而在孟斐斯以上、相隔一日一夜路程的地区却吹得很猛烈?
καὶ πρὸς ἑσπέραν οὐ πνεῖ, ὅσον δύο ἡμερῶν καὶ νυκτῶν δρόμον, τὰ δὲ πρὸς ἕω λίβες πνέουσιν;
而且在西方,在行两日两夜路程的距离内不吹,而在东方却吹着西南风?
ἢ διότι κοίλη τὰ κάτω ἡ Αἴγυπτός ἐστιν· διὸ ὑπερπίπτει αὐτῆς, ἄνω δὲ καὶ πόρρω ὑψηλότεροι οἱ τόποι.
是因为下埃及地势低洼,所以风从它上方越过,而上方和远处的地区地势更高吗?
§26.45Διὰ τί ὁ νότος ἀρχόμενος μὲν μικρός ἐστι, λήγων δὲ μείζων γίνεται, ὁ δὲ βορέας ἀνάπαλιν, διὸ καὶ ἡ παροιμία λέγεται εὖ πλεῖν ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο , ἢ διότι πρὸς ἄρκτον μᾶλλον ἢ πρὸς μεσημβρίαν οἰκοῦμεν, πνεῖ δὲ ὁ μὲν βορέας ἀπὸ τῆς ἄρκτου, ὁ δὲ νότος ἀπὸ τῆς μεσημβρίας.
为什么南风在开始时弱而结束时变强,北风则相反,因而有“南风刚起、北风将息”宜于航行这一谚语? 是因为我们居住在偏北而非偏南的地方,而北风从北方吹来,南风从南方吹来吗?
εἰκότως οὖν ὁ μὲν ἀρχόμενος εὐθὺς σφοδρὸς πρόσκειται τοῖς πλησίον τόποις μᾶλλον, καὶ μετὰ ταῦτα μεταλλάττει τὸ σφοδρὸν πρὸς ἐκείνους.
因此,前者在开始时自然会立刻更猛烈地作用于近处的地区,然后将这种猛烈转移到那里的地区。
ὁ δὲ νότος τοὐναντίον ἀρχόμενος μὲν τοῖς πρὸς μεσημβρίαν οἰκοῦσιν ἔγκειται, ἐπειδὰν δὲ παραλλάξῃ, τοῖς πρὸς ἄρκτον λαμπρὸς καταπνεῖ.
而南风相反,在开始时作用于居住在南方的人,当它掠过之后,便猛烈地吹向北方的人。
§26.46Διὰ τί λέγεται εἰ δ’ ὁ νότος βορέαν προκαλέσσεται, αὐτίκα χειμῶν ;
为什么说 “若南风唤起北风,立成风暴”?
ἢ διότι ὁ νότος τοιοῦτός ἐστιν οἷος νεφέλας καὶ ὕδωρ πολὺ συναίρειν;
是因为南风具有聚集云朵和大量降水的性质吗?
ὅταν οὖν τοιαύτης τῆς καταστάσεως οὔσης ἐπιπνεύσῃ ὁ βορέας, πολλῆς αὐτῷ ὕλης ὑπαρχούσης πήγνυσι καὶ χειμῶνα ποιεῖ.
因此,当处于这种状态时,北风吹来,由于有大量的原料存在,便将其冻结并形成风暴。
διὸ λέγεται εἰ βορρᾶς πηλὸν καταλήψεται, αὐτίκα χειμών .
所以人们说 “若北风捕捉到泥泞,立成风暴”。
ὁ δὲ πηλὸς καὶ ὅλως τὰ ὕδατα ὑπὸ τοῦ νότου ἢ μάλιστα ἢ πλειστάκις γίνεται.
而泥泞及所有的水,大都是或最频繁地是由南风造成的。

词汇与语法注释

  1. 26.39τοῦ δὲ ἅτε διὰ πολλοῦ χρόνου ἡ ἀρχὴ διασκεδάννυται — τοῦ δὲ 指代南风(ὁ νότος),是修饰后文名词 ἡ ἀρχὴ(起点)的属格。连接词 ἅτε 通常与分词连用表示原因,在此直接修饰介词短语 διὰ πολλοῦ χρόνου(历经很长时间),表示“因为历经很长时间”这一原因。
  2. 26.42ἐκ πνεύματος κούφου ὑγρὸν βαρὺ — 承前句“πολὺ ὑγρὸν γίνεται”省略了动词 γίνεται。介词 ἐκ 表示事物的转化起点,整句意为“由轻盈的气变成了沉重的湿气”。
  3. 26.44ὅσον ἡμέρας δρόμον καὶ νυκτός — ὅσον ... δρόμον 是表示空间距离的“范围宾格”(“相当于……路程之远”)。ἡμέρας ... καὶ νυκτός 是表示时间的属格(“一日一夜的”),修饰名词 δρόμος(路程)。

引用这一段

亚里士多德, 问题集 §26.38-26.46. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:26.38-26.46

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。