§26.29Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη, ὥσπερ καὶ ἡ παροιμία λέγει
ἕλκων ἐφ’ αὑτὸν ὥσπερ καικίας νέφος
.
なぜ北東風だけが、すべての風の中で唯一、自分の方へ雲を引き寄せるのか。 それは諺にも「北東風が雲を自分の方に引き寄せるように」と言われている通りである。
οἱ γὰρ ἄλλοι, ὅθεν ἂν πνέωσιν, ἐνταῦθα ἀναστέλλουσιν.
というのも、他の風はそれが吹いてくる方向から[雲を]押し払うからである。
πότερον αἴτιον ὅτι ἅμα ὁ ἐναντίος πνεῖ;
その原因は、反対の風が同時に吹いているからか。
ἢ οὐκ ἂν ἐλάνθανεν, ἀλλὰ πέφυκεν τὸ πνεῦμα κύκλου γραμμὴν φέρεσθαι;
あるいは、[もしそうなら]気づかれないはずはないが、そうではなく、この風は本性上、円を描くように運ばれるからか。
οἱ μὲν οὖν ἄλλοι περὶ τὴν γῆν πνέουσιν· τοῦτο δὲ τὸ κοῖλον τῆς γραμμῆς πρὸς τὸν οὐρανὸν καὶ οὐκ ἐπὶ τὴν γῆν ἐστιν, ὥστε ἐπὶ τὴν ἀρχὴν πνέων ἐφ’ αὑτὸν τὰ νέφη ἄγει.
他の風は地表に沿って吹くが、この風の[軌道を示す]曲線の凹部は天に向いており、地に向いていない。 そのため、[吹き進むにつれて]起点の方へと向かって吹くことで、自分の方へ雲を引き寄せるのである。
§26.30Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν;
なぜ海からは明け方に冷たい風が吹かないのに、川からは吹くのか。
ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς;
あるいは、海は開けた場所にあり、川は狭い場所にあるからか。
ἡ οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει·
それゆえ、海からの微風は広い場所に分散して弱くなるのに対し、川からの微風は一所に集まって運ばれ、より強くなるからか。
διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά.
だからこそ、[川からの風の方が]当然ながら冷たく感じられるのである。
ἢ οὐ τοῦτ’ ἐστὶν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά;
あるいは、これが原因ではなく、川は冷たいが、海は熱くも冷たくもないからか。
γίνεται δὲ ἡ αὔρα καὶ ἀποπνοὴ θερμαινομένων ἢ ψυχομένων·
微風や蒸気は、[水が]温められるか冷やされるかするときに生じる。
ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα.
なぜなら、これら[温められることと冷やされること]のどちらを被るにせよ、[水は]空気化し、水が空気化するときに生じた空気が移動するが、これが微風だからである。
τὸ μὲν οὖν ἀπὸ τῶν ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὰ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέοντα ψύχεται καὶ γίνεται ψυχρά.
したがって、冷たいものから立ち上るものは当然ながら冷たく吹き出、極めて熱いものから立ち上るものは冷やされて冷たくなる。
τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺς ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν.
実際、川はすべて冷たいものであるが、海は極端に冷たくも極端に熱くもない。
οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπ’ αὐτῆς ἐστίν, διὰ τὸ μὴ ψυχρὰν εἶναι σφόδρα, οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα.
それゆえ、海から吹き出るものは、海が極端に冷たくないために冷たくもなく、また海が極端に熱くないために[吹き出たものが]急速に冷やされることもないのである。
§26.31Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων, καὶ οἷον καὶ Ὅμηρος ἐν τῷ Ἠλυσίῳ πεδίῳ,
ἀλλ’ αἰεὶ ζεφύροιο διαπνείουσιν ἀῆται
;
なぜ西風は、すべての風の中で最も穏やかで心地よいと思われているのか。 それはホメロスがエリュシオンの野について、「しかし常に西風のそよ風が吹き渡っている」と詠んでいる通りである。
ἢ πρῶτον μὲν ὅτι ἔχει τὴν τοῦ ἀέρος κρᾶσιν;
あるいは第一に、[西風が]空気の調和を備えているからか。
οὔτε γὰρ θερμὸς ὥσπερ οἱ ἀπὸ μεσημβρίας καὶ ἕω, οὔτε ψυχρὸς ὥσπερ οἱ ἀπὸ τῆς ἄρκτου ἀλλ’ ἐν μεθορίῳ ἐπὶ τῶν ψυχρῶν καὶ θερμῶν πνευμάτων·
というのも、南や東からの風のように熱くもなく、北からの風のように冷たくもなく、冷たい風と熱い風の境界に位置しているからである。
γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνά εως αὐτῶν κοινωνεῖ, διὸ καὶ εὔκρατός ἐστι καὶ πνεῖ ἔαρος μάλιστα.
そして両方に隣接しているため、それらの力の両方にあずかっており、それゆえに気候も良く、主に春に吹くからか。
ἔτι τὰ πνεύματα περιίσταται ἢ εἰς τἀναντία ἢ ἐπὶ τὰ δεξιά.
さらに、風は逆方向に変わるか、あるいは右方向に変わる。
μετὰ οὖν τὸν βορέαν πνέων (ἐπὶ δεξιὰ γὰρ ὁ τόπος) εὐδοκιμεῖ, ὥσπερ παρὰ χαλεπὸν πρᾶος.
したがって、北風の後に([右回りの循環において]その位置が右側にあるため)吹くことで、獰猛な者の傍らにいる穏やかな者のように歓迎されるのである。
καὶ ἅμα ὅταν ἀποχειμάσῃ, εὐδία εἴωθεν γίνεσθαι ὡς ἐπὶ τὸ πολύ. ὁ δὲ βορέας χειμέριος ἄνεμος.
また同時に、冬が過ぎ去るとたいてい穏やかな天気になり、北風は冬の風であるから。
[καὶ ὁ ἀπηλιώτης δὲ ἐν τῷ μέσῳ ὢν τῶν θερμῶν καὶ τῶν ψυχρῶν πνευμάτων ἧττον αὐτοῖς κοινωνεῖ.
[また、東風も熱い風と冷たい風の中間に位置しているが、それら[の性質]にあずかることはより少ない。
ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότου πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς.
なぜなら、東風は吹くときに南風を動かすが(そこにその移行先があるから)、動かしてもそれらと混ざり合うことはないからである。
ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νοτίων, καὶ πνέων κινεῖ τὰ βόρεια·
一方、西風は南風によって動かされ、かつ吹きながら北風を動かす。
τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων.
というのも、風の循環はここで終わるからである。
διὸ τῶν μὲν τὴν τελευτὴν τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν αὑτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι. ]
それゆえ、一方の終わりと他方の始まりを自らの中に宿しているため、当然ながら心地よく、またそう思われるのである。
§26.32Διὰ τί ἐπὶ κυνὶ νότος πνεῖ;
]なぜおおいぬ座の時期に南風が吹くのか。
ἢ ὅτι ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ;
あるいは、すべての星が沈むか昇るかするときに天候の変化が示されるが、特におおいぬ座の時期にはそうだからか。
δῆλον ὅτι πεύματα μάλιστα ἐπὶ τούτῳ καὶ μετ’ αὐτόν.
おおいぬ座の時期およびその後に、風が最もよく吹くことは明らかである。
ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπ’ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν.
そして[この時期は]息苦しいほど暑いので、当然ながら最も熱い風がおおいぬ座の時期に動かされるのであるが、南風は熱い風だからか。
ἐπεὶ δὲ - χρόνος.
そして、[この]時期は……