§26.29Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη, ὥσπερ καὶ ἡ παροιμία λέγει
ἕλκων ἐφ’ αὑτὸν ὥσπερ καικίας νέφος
.
为什么在所有的风中,唯独东北风会把云雾吸向自己,正如谚语所说:“如同东北风吸引云雾般引向自身”?
οἱ γὰρ ἄλλοι, ὅθεν ἂν πνέωσιν, ἐνταῦθα ἀναστέλλουσιν.
因为其他的风,无论从哪个方向吹来,都会把云雾从那里驱散。
πότερον αἴτιον ὅτι ἅμα ὁ ἐναντίος πνεῖ;
原因是因为相反方向的风同时在吹吗?
ἢ οὐκ ἂν ἐλάνθανεν, ἀλλὰ πέφυκεν τὸ πνεῦμα κύκλου γραμμὴν φέρεσθαι;
或者,如果真是这样,这本不该不被注意到,而是因为这种风在天性上是沿着圆弧轨道运动的?
οἱ μὲν οὖν ἄλλοι περὶ τὴν γῆν πνέουσιν· τοῦτο δὲ τὸ κοῖλον τῆς γραμμῆς πρὸς τὸν οὐρανὸν καὶ οὐκ ἐπὶ τὴν γῆν ἐστιν, ὥστε ἐπὶ τὴν ἀρχὴν πνέων ἐφ’ αὑτὸν τὰ νέφη ἄγει.
其他的风都是贴着地面吹拂,而这种风的轨道的凹面朝向天空,而不朝向地面,因此它在吹拂时朝向其起点运动,从而将云雾吸向了自身。
§26.30Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν;
为什么清晨海面上不吹冷风,而河流上却吹冷风?
ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς;
或者是因为海处于开阔之地,而河流处于狭窄之地?
ἡ οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει· διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά.
因此,来自海上的微风消散在广阔的空间中,因而十分微弱,而来自河流的微风则聚集在一起传送,力量更强;所以它自然显得更冷。
ἢ οὐ τοῦτ’ ἐστὶν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά;
或者,这不是原因,而是因为河流是寒冷的,而海既不热也不冷?
γίνεται δὲ ἡ αὔρα καὶ ἀποπνοὴ θερμαινομένων ἢ ψυχομένων· ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα.
微风和蒸气产生于受热或受冷之时;因为无论水分经历这两者中的哪一种,都会转化为空气,而当水转化为空气时,产生的空气发生移动,这就是微风。
τὸ μὲν οὖν ἀπὸ τῶν ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὰ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέοντα ψύχεται καὶ γίνεται ψυχρά.
因此,从寒冷之物中升起的自然是冷风,而从极热之物中升起的气流则会变冷并成为冷风。
τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺς ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν.
我们会发现所有的河流都是寒冷的,而海既不极冷也不极热。
οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπ’ αὐτῆς ἐστίν, διὰ τὸ μὴ ψυχρὰν εἶναι σφόδρα, οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα.
因此,从海中升起的气流既不冷(因为海并不极冷),也不会迅速变冷(因为海并不极热)。
§26.31Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων, καὶ οἷον καὶ Ὅμηρος ἐν τῷ Ἠλυσίῳ πεδίῳ,
ἀλλ’ αἰεὶ ζεφύροιο διαπνείουσιν ἀῆται
;
为什么西风被认为是所有的风中最温和、最令人愉悦的,正如荷马在描述爱丽舍平原时所说: “但西风的微风总是在那里吹拂”?
ἢ πρῶτον μὲν ὅτι ἔχει τὴν τοῦ ἀέρος κρᾶσιν;
这首先是因为它具有空气的调和特性吗?
οὔτε γὰρ θερμὸς ὥσπερ οἱ ἀπὸ μεσημβρίας καὶ ἕω, οὔτε ψυχρὸς ὥσπερ οἱ ἀπὸ τῆς ἄρκτου ἀλλ’ ἐν μεθορίῳ ἐπὶ τῶν ψυχρῶν καὶ θερμῶν πνευμάτων· γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνά εως αὐτῶν κοινωνεῖ, διὸ καὶ εὔκρατός ἐστι καὶ πνεῖ ἔαρος μάλιστα.
因为它既不像来自南方和东方的风那样炎热,也不像来自北方的风那样寒冷,而是处于冷风与热风的交界处;由于与两者相邻,它分享了两者的力量,因此气候适宜,并且主要在春季吹拂。
ἔτι τὰ πνεύματα περιίσταται ἢ εἰς τἀναντία ἢ ἐπὶ τὰ δεξιά.
此外,风的转变要么向相反方向,要么向右进行。
μετὰ οὖν τὸν βορέαν πνέων (ἐπὶ δεξιὰ γὰρ ὁ τόπος) εὐδοκιμεῖ, ὥσπερ παρὰ χαλεπὸν πρᾶος.
因此,在北风之后吹拂(因为其位置在右侧),它便备受喜爱,就像粗暴之人身旁的温和之人一样。
καὶ ἅμα ὅταν ἀποχειμάσῃ, εὐδία εἴωθεν γίνεσθαι ὡς ἐπὶ τὸ πολύ. ὁ δὲ βορέας χειμέριος ἄνεμος.
同时,当寒冬过去后,通常会出现晴朗天气,而北风正是冬天的风。
[καὶ ὁ ἀπηλιώτης δὲ ἐν τῷ μέσῳ ὢν τῶν θερμῶν καὶ τῶν ψυχρῶν πνευμάτων ἧττον αὐτοῖς κοινωνεῖ.
[东风虽然也处于热风与冷风的中间,但它较少分享它们的性质。
ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότου πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς.
因为东风吹拂时会推动偏南的风(因为那是它的转移方向),但它在推动时并不与它们相混合。
ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νοτίων, καὶ πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων.
而西风既被南风推动,又在吹拂时推动北风;因为风的循环在此结束。
διὸ τῶν μὲν τὴν τελευτὴν τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν αὑτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι. ]
因此,由于它自身兼具前者的终点与后者的起点,自然令人愉悦,而且也确实如此。
§26.32Διὰ τί ἐπὶ κυνὶ νότος πνεῖ;
]为什么在天狼星升起的时期会刮起南风?
ἢ ὅτι ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ;
或者是因为在所有星辰落下或升起时都会显示出天气变化的征兆,而在此星升起时尤为明显?
δῆλον ὅτι πεύματα μάλιστα ἐπὶ τούτῳ καὶ μετ’ αὐτόν.
显然,风在此星升起期间及之后吹拂得最为频繁。
ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπ’ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν.
既然这个时期闷热异常,那么最热的风在此星升起时被推动也是理所当然的;而南风正是热风。
ἐπεὶ δὲ - χρόνος.
既然时间……