§26.22Διὰ τί οἱ κύνες τὰ ἴχνη ἥκιστα εὑρίσκουσιν ζεφύρου πνέοντος;
なぜ猟犬は西風が吹いているときに最も足跡を見つけられないのか。
ἢ διότι μάλιστα συγχεῖ διὰ τὸ συνεχέστατος εἶναι τῶν ἀνέμων καὶ μάλιστα ὑπὸ τὴν γῆν πνεῖν;
あるいは、西風は風の中で最も持続的であり、最も地表近くを吹くために、[足跡を]最もかき乱すからか。
§26.23Διὰ τί, ὅταν ἀστέρες διάττωσιν, ἀνέμου σημεῖον;
なぜ、星が流れるとき、風の兆候となるのか。
ἢ ὅτι ὑπὸ τοῦ πνεύματος φέρονται, καὶ πρότερον ἐκεῖ γίνεται πνεῦμα ἢ παρ’ ἡμῖν;
あるいは、[星が]風によって運ばれるためであり、我々のところよりも先に、あちらで風が生じるからか。
διὸ καὶ ἀφ’ οὗ ἂν τόπου φέρωνται οἱ ἀστέρες, ἐν τούτῳ καὶ τὸ πνεῦμα γίνεται.
それゆえ、星が運ばれてくる方向から、風も生じるのである。
§26.24Διὰ τί μεγίστας νεφέλας τῶν ἀνέμων ὁ ζέφυρος ἄγει;
なぜ西風は、すべての風の中で最も大きな雲をもたらすのか。
ἢ διότι ἐκ πελάγους πνεῖ καὶ κατὰ τὴν θάλατταν;
あるいは、外海から、そして海に沿って吹くからか。
ἐκ πολλοῦ οὖν καὶ συνάγει.
それゆえ、広い範囲から[雲を]集めるからか。
§26.25Διὰ τί οἱ ἐπὶ τέλει ἄνεμοι μέγιστοι;
なぜ終息間際の風が最も強くなるのか。
ἢ ὅτι ὅταν ἀθρόοι ἐκπνεύσωσιν, ὀλίγον τὸ θερμόν;
あるいは、一挙に吹ききるとき、熱(温かさ)がわずかになるからか。
§26.26Διὰ τί, ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ γίνεται;
なぜ、分点のあたりで南西風が吹くと、雨になるのか。
ἢ ὅτι καθ’ ὃν ἂν ᾖ ὁ ἥλιος τόπον τοῦ κόσμου, τὰ ἐντεῦθεν πνεύματα κινεῖ;
あるいは、太陽が宇宙のどの位置にあるにせよ、そこからの風を動かすからか。
διὸ καὶ ἡ τῶν πνευμάτων περίστασις κατὰ τὴν τοῦ ἡλίου φορὰν γίνεται.
それゆえ風の循環も太陽の運行に従って生じる。
ἐπεὶ δ’ ἡ ἰσημερία μεθόριόν ἐστι χειμῶνος καὶ θέρους, ὅταν συμβῇ τὸν ἥλιον κατὰ τὴν ἡμῖν φαινομένην ἰσημερίαν ὑπερβεβληκέναι ἢ ἐκλείπειν τοῦ ἀκριβοῦς ὅρου καὶ εἶναι μᾶλλον ἐν τοῖς χειμερίοις, συμβαίνει τοὺς ἐκ τούτου τοῦ μέρους ἀνέμους πνεῖν, ὧν ἐστὶ πρῶτος λίψ, ὢν ὑγρὸς φύσει.
そして、分点は冬と夏の境界であるが、我々に見える分点において、太陽が正確な境界を越えてしまったか、あるいはそれに達しておらず、より冬の領域にあるとき、その方向からの風が吹くことになり、その最初のものが、本性上湿っている南西風だからか。
ὄντος δὲ τοῦ ἡλίου μᾶλλον ἐν τῷ χειμερίῳ μέρει τοῦ κόσμου, καὶ κινοῦντος τὰ ἐν αὐτῷ πνεύματα, τὰ χειμῶνος ἔργα συμβαίνει γίνεσθαι· τούτων δέ ἐστιν ὁ ὄμβρος.
太陽が宇宙のより冬の領域にあり、そこにある風を動かすとき、冬の作用が生じることになり、これらの一つが豪雨なのである。
ἔτι δὲ ἐπειδὴ ἡ ἰσημερία ἐστὶν καθάπερ χειμὼν καὶ θέρος ἰσοκρατές, ἐὰν ὁποτερῳοῦν αὐτῶν τι προστεθῇ, εὔσημον τὴν ῥοπὴν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἰσαζόντων ζυγῶν.
さらに、分点は冬と夏が拮抗しているようなものであるため、そのどちらかに何かが加われば、ちょうど釣り合っている天秤のように、その傾きがはっきりと現れる。
ἐπεὶ δὲ ὁ λὶψ ἔκ τε τῆς χειμερίου τάξεως ἐστιν καὶ ὑγρὸς φύσει, προστεθεὶς ἐν τῇ ἰσημερίᾳ ῥοπὴν χειμῶνος ἐποίησεν καὶ ὄμβρον·
南西風は冬の系列に属し、本性上湿っているため、分点において加えられると冬への傾きと豪雨を生み出す。
ὁ γὰρ ὄμβρος χειμών ἐστιν οἰκειότατος τῷ πνεύματι.
なぜなら、豪雨は[南西風という]風に最も適した冬[の現れ]だからである。
§26.27Διὰ τί ὁ νότος καὶ ὁ εὖρος θερμότεροι ὄντες τῶν ἐναντίων, ὁ μὲν τοῦ βορέου, ὁ δὲ τοῦ ζεφύρου, ὑδατωδέστεροί εἰσιν;
なぜ南風と東風は、対応する風よりも、すなわち南風は北風よりも、東風は西風よりも温かいのに、より多くの雨を伴うのか。
καίτοι διὰ ψυχρότητα ὕδωρ ἐξ ἀέρος γίνεται.
それなのに、冷たさによって空気から水が生じるというのに。
οὐ γὰρ διὰ τὸ ἀπωθεῖν τὸν βορέαν ἐντεῦθεν γίνεται τὰ νέφη·
というのも、北風をここから押し出すから雲が生じるのではない。
ὁ γὰρ ζέφυρος καὶ ὁ εὖρος ἀπάγουσιν ἄμφω (ὁμοίως γὰρ πλάγιοι), καὶ οἱ ἄλλοι δὲ πάντες, ὅθεν πνέουσιν.
なぜなら、西風も東風も両方とも(それらは等しく横方向の風だから)雲を持ち去るし、他のすべての風も、それが吹く方向から雲を持ち去るからである。
πότερον ὅτι ἀντιπεριίσταται τὸ ψυχρὸν εἴσω μᾶλλον, ὅταν ᾖ ἔξω τὸ θερμὸν μᾶλλον;
それは、外側がより温かいとき、冷たさがより内側へと凝縮されるからか。
ἢ ἔστι μέν τι καὶ διὰ τὸ ὅθεν πνέουσιν, αἰθρίους εἶναι;
あるいは、それらの吹く方向のせいで晴れをもたらすということも、ある程度あるのだろうか。
καὶ γὰρ εὖρος ἀπ’ ἠοῦς ἐστίν.
というのも、東風は日の出から吹くからである。
ἥδε δὲ ἡ χώρα πρὸς ἑσπέραν κεῖται, καὶ ζέφυρος.
そしてこの地は西に位置しており、西風もそうだからである。
ἀλλὰ καὶ διότι πρότερον θερμαινόμενος ὁ ἀήρ, ὥσπερ καὶ τὰ ὕδατα, τάχιστα καὶ μάλιστα ψύχεται.
しかしまた、あらかじめ温められた空気は、水と同じように、最も速く、また最も強く冷やされるからでもある。
φέρεται οὖν ὁ μὲν ἀπὸ τοῦ εὔρου ἀπ’ ἀνατολῆς ἀὴρ θερμός, ὁ δὲ ἀπὸ τοῦ νότου ἀπὸ μεσημβρίας.
したがって、東風から運ばれる東からの空気は温かく、南風から運ばれる南からの空気も温かい。
ὅταν οὖν ἔλθωσιν εἰς τὸν ψυχρότερον τόπον, ταχὺ πήγνυνται καὶ συνίστανται εἰς ὕδωρ.
それゆえ、それらがより冷たい地域に到達するとき、速やかに凍りついて水へと凝縮するのである。
καὶ μᾶλλον ὁ εὖρος ποιεῖ ὕδωρ, ὅτι ἀπὸ τοῦ ἡλίου μᾶλλον φέρει τὸν ἀέρα, καὶ ὁμοίως θερμόν.
そして、東風は太陽の方向から空気を運んできて、それと同様に温かいため、より多くの雨を生じさせる。
ὁ δὲ νότος λήγων ὑδατώδης, ὅτι ψυχρὸς ὁ πρῶτος φερόμενος ἀὴρ ἀπὸ τῆς θαλάττης, ὁ δὲ τελευταῖος διάθερμος ὢν ἀπὸ τῆς γῆς κομίζει.
一方、南風は吹き終わりに雨を伴う。 なぜなら、最初に運ばれる空気は海から来るために冷たいが、最後に運ばれる空気は陸から運ばれてきて極めて温かいからである。
ἢ οὐ μόνον τοῦτ’ αἴτιον, ἀλλ’ ὅτι καὶ μείζων λήγων ὁ νότος γίνεται;
あるいは、これだけが原因ではなく、南風は吹き終わりに強くなるからでもあるのか。
διὸ καὶ ἡ παροιμία εἰς αὐτὸν
ἀρχομένου τε νότου
.
それゆえ、この風に対して「南風は吹き始めに」という諺もある。
οἱ δὲ μείζους ψυχρότεροι.
そして、より強い風はより冷たい。
ὥστε πηγνύει ὕστερον τὰ νέφη.
したがって、後になって雲を凝縮させるのである。
ἢ διὰ τοῦτο ὑδατωδέστερος ἢ ἀρχόμενος;
あるいは、このために吹き始めよりも雨を多く伴うのだろうか。
§26.28Διὰ τί οἱ ἄνεμοι ξηραίνουσι ψυχροὶ ὄντες;
なぜ風は冷たいのに乾燥させるのか。
ἢ διότι ἀτμίζειν ποιοῦσιν οἱ ψυχρότεροι;
あるいは、より冷たい風の方が蒸発させるからか。
διὰ τί δὲ μᾶλλον ἢ ὁ ἥλιος;
では、なぜ太陽よりも乾燥させるのか。
ἢ διότι ἀπάγουσι τὴν ἀτμίδα, ὁ δὲ ἥλιος καταλείπει;
あるいは、風は水蒸気を取り去るが、太陽は残すからか。
ὑγραίνει μὲν οὖν μᾶλλον, ξηραίνει δὲ ἧττον.
それゆえ、[太陽は]より湿らせ、より乾燥させないのである。