Humanitext Reader

アリストテレス · 問題集 §26.13-26.21

オリオン座の時期の風と食の前の風の発生機構

114 / 148 箇所 · ギリシア語

要旨

オリオン座や北風、南風の吹く規則性、食の前に生じる風、および季節や昼夜による風の発生メカニズムについて気象学的な原因を説明している。

§26.13Διὰ τί ἐπὶ Ὠρίωνι γίνονται αἰόλοι μάλιστα αἱ ἡμέραι καὶ ἀκαιρίαι τῶν πνευμάτων;
なぜオリオン座の時期には、日々の天候がとりわけ変わりやすく、風が不規則になるのか。
ἢ ὅτι ἐν μεταβολῇ ἀεὶ πάντα ἀοριστεῖ μάλιστα, ὁ δ’ Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας, δύνει δὲ χειμῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μίαν ὥραν, ἀλλὰ τὴν μὲν γίνεσθαι, τὴν δὲ παύεσθαι, διὰ ταῦτα ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα εἶναι διὰ τὸ ἐπαμφοτερίζειν τὰ ἐξ ἑκατέρας.
あるいは、変化の時期には常にすべての事柄が最も不確かに(ἀοριστεῖ)なるが、オリオン座は晩夏の初めに昇り、冬の初めに沈むため、いまだ一つの季節が定まらず、一方が始まり他方が終わる時期であるから、これらの理由によって、両方の季節から生じるものが両義的になり、風も不安定になるのが必然だからか。
καὶ χαλεπὸς δὴ λέγεται καὶ δύνων καὶ ἀνατέλλων ὁ Ὠρίων διὰ τὴν ἀοριστίαν τῆς ὥρας·
また、オリオン座は沈むときも昇るときも、季節の不確定さのゆえに、実に厄介であると言われる。
ἀνάγκη γὰρ ταραχώδη εἶναι καὶ ἀνώμαλον.
なぜなら、[天候が]乱れ不規則になるのが必然だからである。
§26.14Διὰ τί ὁ νυκτερινὸς βορέας τριταῖος λήγει;
なぜ夜の北風は三日目に止むのか。
πότερον ὅτι ἀπὸ μικρᾶς καὶ ἀσθενοῦς ἀρχῆς, ἡ τρίτη δὲ κρίσιμος;
それは、小さく弱い始まりから起こり、三日目が決定的だからか。
ἢ ὅτι ἀθρόος ἡ ἔκρυσις, ὥσπερ τῶν ἐκνεφιῶν;
あるいは、突風のように、放出が一挙になされるからか。
ταχεῖα οὖν ἡ παῦλα.
それゆえ、止むのも速いのである。
§26.15Διὰ τί βορέαι πλεῖστοι πνέουσι τῶν ἀνέμων;
なぜ風の中で北風が最も多く吹くのか。
ἢ διὰ τὸ πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι ὄντι ὑψηλῷ καὶ ἔξω τροπῶν καὶ πλήρει χιόνος, ἣ οὐδέποτε ἔνια ὄρη λείπει;
あるいは、居住地が、高地であり至点の外側に位置し、いくつかの山々から決して消えることのない雪に満ちている、その地域の下方に位置しているからか。
τὸ πολὺ οὖν ὑγραινομένων τῶν πεπηγότων πολλάκις πνεῦμα γίνεται.
それゆえ、凍りついたものが融けて湿ることで、しばしば多くの風が生じる。
τοῦτο δέ ἐστι βορέας, τὸ ἐκ τῶν ἀπὸ τῆς ἄρκτου τόπων πνεῦμα.
そしてこれが北風、すなわち北極方向の地域から吹く風なのである。
§26.16Διὰ τί οἱ νότοι πνέουσι μὲν χειμῶνος καὶ ἔαρος ἀρχομένου καὶ μετοπώρου λήγοντος, εἰσὶ δὲ κυματοειδεῖς καὶ συνεστραμμένοι, καὶ τοῖς ἐν Λιβύῃ ὁμοίως ψυχροὶ ὡς οἱ βορέαι ἐνταῦθα;
なぜ南風は、冬、および春の始まりと秋の終わりに吹き、波立ち、激しく渦巻き、リビアの人々にとっては、当地における北風と同じように冷たいのか。
ἢ διότι πλησίον τοῦ ἡλίου ὄντος ἀνάγκη κινεῖσθαι τὰ πνεύματα;
あるいは、太陽が近くにあるときに風が動くことが必然だからか。
ὁ δὲ ἥλιος τοῦ χειμῶνος πρὸς νότον φέρεται, καὶ τοῦ μὲν ἔαρος ἀρχομένου, τοῦ δὲ μετοπώρου τελευτῶντος ἤδη θερμαίνει, τὸ δὲ θέρος πρὸς βορέαν φέρεται, ἐκείνους δὲ ἀπολείπει τοὺς τόπους.
太陽は冬には南へと運ばれ、春の始まりと秋の終わりにはすでに暖めているが、夏には北へと運ばれ、それらの地域を去る。
θερμὸς δέ ἐστι διὰ τὸ μίγνυσθαι τὸ πνεῦμα τῷ κατὰ Λιβύην ἀέρι θερμῷ ὄντι· καὶ διὰ τοῦτο μεγαλοκύμων νοτίζειν ποιεῖ τὸ θέρος, ἐμπίπτων εἰς τὴν θάλατταν.
そして、南風が熱いのは、風がリビアの熱い空気と混ざり合うからであり、この理由によって、海に吹き付けることで大波を起こし、夏に湿気をもたらすのである。
§26.17Διὰ τί ὁ νότος δυσώδης;
なぜ南風は悪臭を放つのか。
ἢ ὅτι ὑγρὰ καὶ θερμὰ ποιεῖ τὰ σώματα, ταῦτα δὲ σήπεται μάλιστα;
あるいは、[南風が]体を湿らせ温め、それらが最も腐敗しやすいからか。
οἱ δὲ ἐκ τῆς θαλάττης νότοι ἀγαθοὶ φυτοῖς·
しかし、海からの南風は植物に良い。
ἐκ θαλάττης γὰρ αὐτοῖς προσπίπτει.
なぜなら、海からそれらに吹き付けるからである。
καὶ τῆς Ἀττικῆς τῷ Θριασίῳ πεδίῳ αἴτιον, διότι ἀπεψυγμένος ἀφικνεῖται.
そして、アッティカのスリア平原にとってこれが有益である原因は、それが冷やされて到達するからである。
αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος θερμῆς μὲν, ἀλλοτρίας δέ.
一方、さび病は、温かくはあるが異質な湿気によって生じる。
§26.18Διὰ τί ἄνεμος γίνεται πρὸ τῶν ἐκλείψεων ὡς τὰ πολλά, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑώων;
なぜ食の前には大抵は風が生じるのか。 すなわち、真夜前の食の前には宵のうちに、明け方の食の前には真夜中に。
ἢ διότι ἀμαυροῦται τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης διὰ τὸ πλησίον ἤδη φορὰν εἶναι, ἐν ᾧ γενομένῳ ἔσται ἡ ἔκλειψις;
あるいは、月からの熱が、すでにその運行の近くにあることで弱められるからであり、そこに入ることで食が起こるからか。
ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον.
それゆえ、空気がおさえられ静穏に保たれていた原因が緩むために、再び動き、より遅い時間の食の前には、より遅い時間に風が生じるのである。
§26.19Διὰ τί ὁ νότος οὐκ ἀρχόμενος, ἀλλὰ λήγων ὑέτιος;
なぜ南風は、吹き始めではなく、吹き終わりに雨を伴うのか。
πότερον ὅτι πόρρωθεν συνάγει τὸν ἀέρα; γίνεται δὲ συνιστάντος τὸ ὕδωρ, συνίσταται δὲ ὕστερον ἢ ἄρχεται.
それは、遠くから空気を集めるからであり、凝縮するときに雨が生じるが、凝縮するのは吹き始めるよりも後だからか。
ἢ ὅτι ἀρχομένου θερμός ἐστιν ὁ ἀὴρ ἔτι διὰ τὸ ἐκ τοιούτου ἐληλυθέναι, ἐπιχρονιζόμενος δὲ ψυχθεὶς συνίσταται μᾶλλον εἰς ὕδωρ.
あるいは、吹き始めには空気は温かい地域から来たためにまだ温かいが、時間が経つにつれて冷やされ、より雨へと凝縮するからか。
§26.20Διὰ τί ὁ νότος, ὅταν μὲν ἐλάττων ᾖ, αἴθριός ἐστιν, ὅταν δὲ μέγας, νεφώδης καὶ χρονιώτερος;
なぜ南風は、弱いときには晴れをもたらすが、強いときには曇りがちで長続きするのか。
πότερον, ὥσπερ τινὲς λέγουσιν, διὰ τὴν ἀρχήν;
それは、一部の人々が言うように、始まりのせいか。
ἐὰν μὲν γὰρ ἀπ’ ἐλάττονος, αἴθριος, ἐὰν δὲ ἀπὸ πλείονος ὁρμήσῃ, νεφελώδης.
すなわち、もしより小さな起点から始まれば晴れとなり、より大きな起点から勢いよく吹けば曇りがちになるのか。
ἢ ὅτι ἐλάττων ἀρχόμενός ἐστιν, ὥστε οὐ πολὺν ἀέρα ὠθεῖ, ἐπὶ τέλει δὲ εἴωθεν γίνεσθαι μέγας.
あるいは、吹き始めには弱いので多くの空気を押し出さないが、終わり近くになると強くなるのが常だからか。
διὸ καὶ παροιμιάζονται ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο .
それゆえ、「南風は吹き始めに、北風は吹き終わりに」とも諺に言われる。
§26.21Διὰ τί προΐεται τοῦ χειμῶνος ἀπὸ τῆς ἕω τὰ πνεύματα, τοῦ θέρους δὲ καὶ ἀφ’ ἑσπέρας;
なぜ冬には明け方から風が放出され、夏には夕方からも放出されるのか。
ἢ ὅτι ὅταν μηκέτι κρατῇ ὁ ἥλιος, ἀφιέμενος ὁ ἀὴρ ῥεῖ;
あるいは、太陽がもはや支配しなくなるとき、解放された空気が流れるからか。
δύνων τε οὖν καταλείπει νέφη, ἀφ’ ὧν οἱ ζέφυροι·
それゆえ、太陽は沈むときに雲を残し、そこから西風が生じる。
καὶ ὅσον ἂν ἐπαγάγῃ ἐκείνοις τοῖς ἐν τῷ κάτω ἡμισφαιρίῳ οἰκοῦσιν, ἑωθινὸν πνεῦμα γίνεται.
そして、太陽が下半球に住む人々にもたらすすべての風が、明け方の風となる。
τἀναντία δέ, ὅταν δύνῃ ἐν τῷ κάτω μέρει, ἐκείνοις τε ζεφύρους ποιήσει καὶ ἐνταῦθα ἑωθινὸν πνεῦμα ἀπὸ τοῦ ἑπομένου ἀέρος αὐτῷ.
これとは反対に、太陽が下半球で沈むとき、それは彼らに西風をもたらし、当地には太陽に付き従う空気から明け方の風をもたらす。
διὰ τοῦτο κἂν καταλάβῃ ἄλλον ἄνεμον, μείζων γίνεται αἰρομένου, ὅτι προσέθηκεν.
それゆえ、たとえ別の風に追いつくとしても、太陽が昇るにつれて、それはより強くなる。 なぜなら、加えたからである。

語釈・文法注

  1. 26.13διὰ τὸ μήπω καθεστάναι μίαν ὥραν, ἀλλὰ τὴν μὲν γίνεσθαι, τὴν δὲ παύεσθαι — καθεστάναι は καθίστημι の完了アクティブ不定詞であり、διὰ τὸ に支配されている。また、τὴν μὲν... τὴν δὲ(一方は...他方は...)の指示代名詞は、文脈上先行する ὥραν(季節、気候)を指しており、それぞれ γίνεσθαι と παύεσθαι という対格不定詞構文の主語となっている。
  2. 26.15διὰ τὸ πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι — ὑποκεῖσθαι は「下に位置する」を意味し、対格の主語 τὴν οἰκουμένην(居住地)を伴う対格不定詞構文を形成している。前置詞句 πρὸς τούτῳ... τῷ τόπῳ(この場所に隣接して/に対して)は「北極地域」を指し、全体として「居住地がその地域(=北)の南側(下方)に位置しているために」という意味をなす。
  3. 26.18ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀήρ — ἀνιεμένου は ἀνίημι(緩める、解放する)の現在受動態分詞で、属格独立(genitive absolute)を構成している。関係代名詞 ᾧ(それによって)の先行詞は、前文の τὸ θερμὸν(熱)あるいはそれに類する抑制力を指す。全体として「空気がそれによって押さえつけられて静穏に保たれていた原因(=熱)が緩むために」と解釈される。
  4. 26.20ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο — イオニア方言の属格語尾 -αο をもつ βορέαο(βορέου の古い異形)を含む、ヘクサメトロス詩の断片に由来する諺的な引用文。属格形 ἀρχομένου と λήγοντος はそれぞれ名詞を修飾しており、「南風は吹き始め[が強く]、北風は吹き終わり[が強い]」という対比を成している。
  5. 26.21μείζων γίνεται αἰρομένου — αἰρομένου は αἴρω(昇る、持ち上げる)の現在中受動態分詞で、ここでは太陽を主語とする属格独立構文(ἡλίου の省略)である。「太陽が昇るにつれて、[風が]より強くなる」という意味になる。

この箇所を引用する

アリストテレス, 問題集 §26.13-26.21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:26.13-26.21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。