Humanitext Reader

亚里士多德 · 问题集 §26.22-26.28

西风与降雨诸风的特性及起风的前兆

第 115 段,共 148 段 · 希腊语

内容简介

讨论了为什么西风会妨碍猎犬搜寻足迹、流星为何是起风的征兆以及西风为何带来巨幅云雾。此外还解释了分点时西南风与降雨的关系、南风和东风带来雨水的机制,以及寒冷的天风为何比太阳更能使物体干燥。

§26.22Διὰ τί οἱ κύνες τὰ ἴχνη ἥκιστα εὑρίσκουσιν ζεφύρου πνέοντος;
为什么西风吹拂时,猎犬最难找到足迹?
ἢ διότι μάλιστα συγχεῖ διὰ τὸ συνεχέστατος εἶναι τῶν ἀνέμων καὶ μάλιστα ὑπὸ τὴν γῆν πνεῖν;
或者是因为西风在风中最具持续性,且最贴近地面吹拂,因而最容易把足迹搞乱?
§26.23Διὰ τί, ὅταν ἀστέρες διάττωσιν, ἀνέμου σημεῖον;
为什么当流星划过时,是起风的征兆?
ἢ ὅτι ὑπὸ τοῦ πνεύματος φέρονται, καὶ πρότερον ἐκεῖ γίνεται πνεῦμα ἢ παρ’ ἡμῖν;
或者是因为它们是被风带动的,而那里的风比我们这里的风更早产生?
διὸ καὶ ἀφ’ οὗ ἂν τόπου φέρωνται οἱ ἀστέρες, ἐν τούτῳ καὶ τὸ πνεῦμα γίνεται.
因此,流星从哪个方向飞来,风也就从那个方向产生。
§26.24Διὰ τί μεγίστας νεφέλας τῶν ἀνέμων ὁ ζέφυρος ἄγει;
为什么在所有的风中,西风带来的云最大?
ἢ διότι ἐκ πελάγους πνεῖ καὶ κατὰ τὴν θάλατταν;
或者是因为它从外海并沿着海洋吹来?
ἐκ πολλοῦ οὖν καὶ συνάγει.
因此它能从广阔的范围聚集起云雾。
§26.25Διὰ τί οἱ ἐπὶ τέλει ἄνεμοι μέγιστοι;
为什么接近结束时的风最强?
ἢ ὅτι ὅταν ἀθρόοι ἐκπνεύσωσιν, ὀλίγον τὸ θερμόν;
或者是因为当它们一并吹尽时,热量便所剩无几?
§26.26Διὰ τί, ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ γίνεται;
为什么在分点前后如果刮起西南风,就会下雨?
ἢ ὅτι καθ’ ὃν ἂν ᾖ ὁ ἥλιος τόπον τοῦ κόσμου, τὰ ἐντεῦθεν πνεύματα κινεῖ;
或者是因为,无论太阳处于宇宙的哪个位置,它都会推动该方向的风?
διὸ καὶ ἡ τῶν πνευμάτων περίστασις κατὰ τὴν τοῦ ἡλίου φορὰν γίνεται.
因此风的循环也是顺着太阳的运行而发生的。
ἐπεὶ δ’ ἡ ἰσημερία μεθόριόν ἐστι χειμῶνος καὶ θέρους, ὅταν συμβῇ τὸν ἥλιον κατὰ τὴν ἡμῖν φαινομένην ἰσημερίαν ὑπερβεβληκέναι ἢ ἐκλείπειν τοῦ ἀκριβοῦς ὅρου καὶ εἶναι μᾶλλον ἐν τοῖς χειμερίοις, συμβαίνει τοὺς ἐκ τούτου τοῦ μέρους ἀνέμους πνεῖν, ὧν ἐστὶ πρῶτος λίψ, ὢν ὑγρὸς φύσει.
既然分点是冬与夏的边界,那么当太阳在我们看来处于分点时,它越过或未达到精确的界限,而更处于冬季区域时,就会导致该方向的风吹拂,其中最先出现的就是天性潮湿的西南风。
ὄντος δὲ τοῦ ἡλίου μᾶλλον ἐν τῷ χειμερίῳ μέρει τοῦ κόσμου, καὶ κινοῦντος τὰ ἐν αὐτῷ πνεύματα, τὰ χειμῶνος ἔργα συμβαίνει γίνεσθαι·
由于太阳更处于宇宙的冬季区域,并推动其中的风,因而就会产生冬季的效应,而降雨就是其中之一。
τούτων δέ ἐστιν ὁ ὄμβρος. ἔτι δὲ ἐπειδὴ ἡ ἰσημερία ἐστὶν καθάπερ χειμὼν καὶ θέρος ἰσοκρατές, ἐὰν ὁποτερῳοῦν αὐτῶν τι προστεθῇ, εὔσημον τὴν ῥοπὴν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἰσαζόντων ζυγῶν.
此外,由于分点就像是冬与夏力量均等的状态,如果其中任何一方增加了某种力量,就会使天平的倾斜变得十分明显,正如在保持平衡的天平上一样。
ἐπεὶ δὲ ὁ λὶψ ἔκ τε τῆς χειμερίου τάξεως ἐστιν καὶ ὑγρὸς φύσει, προστεθεὶς ἐν τῇ ἰσημερίᾳ ῥοπὴν χειμῶνος ἐποίησεν καὶ ὄμβρον· ὁ γὰρ ὄμβρος χειμών ἐστιν οἰκειότατος τῷ πνεύματι.
既然西南风既属于冬季的序列,且天性潮湿,那么在分点时加入它,就会产生向冬季的倾斜并带来降雨;因为降雨是与该风最为相近的冬季现象。
§26.27Διὰ τί ὁ νότος καὶ ὁ εὖρος θερμότεροι ὄντες τῶν ἐναντίων, ὁ μὲν τοῦ βορέου, ὁ δὲ τοῦ ζεφύρου, ὑδατωδέστεροί εἰσιν;
为什么南风和东风在比它们相反方向的风——即南风比北风、东风比西风——更温热的情况下,反而带来更多的雨水?
καίτοι διὰ ψυχρότητα ὕδωρ ἐξ ἀέρος γίνεται.
然而,空气产生水明明是因为寒冷。
οὐ γὰρ διὰ τὸ ἀπωθεῖν τὸν βορέαν ἐντεῦθεν γίνεται τὰ νέφη· ὁ γὰρ ζέφυρος καὶ ὁ εὖρος ἀπάγουσιν ἄμφω (ὁμοίως γὰρ πλάγιοι), καὶ οἱ ἄλλοι δὲ πάντες, ὅθεν πνέουσιν.
因为云雾的产生并不是因为把北风从这里推开;因为西风和东风都会把它们带走(因为它们同样是侧向的风),事实上所有其他的风也是如此,从它们吹拂的方向带走云雾。
πότερον ὅτι ἀντιπεριίσταται τὸ ψυχρὸν εἴσω μᾶλλον, ὅταν ᾖ ἔξω τὸ θερμὸν μᾶλλον;
这是因为当外侧更热时,寒冷更向内侧凝聚吗?
ἢ ἔστι μέν τι καὶ διὰ τὸ ὅθεν πνέουσιν, αἰθρίους εἶναι;
或者,在某种程度上也因为它们吹来的方向而带来晴天?
καὶ γὰρ εὖρος ἀπ’ ἠοῦς ἐστίν.
因为东风来自黎明。
ἥδε δὲ ἡ χώρα πρὸς ἑσπέραν κεῖται, καὶ ζέφυρος.
而这个国家位于西方,西风也是如此。
ἀλλὰ καὶ διότι πρότερον θερμαινόμενος ὁ ἀήρ, ὥσπερ καὶ τὰ ὕδατα, τάχιστα καὶ μάλιστα ψύχεται.
但也是因为预先被加热的空气,像水一样,最快也最强烈地变冷。
φέρεται οὖν ὁ μὲν ἀπὸ τοῦ εὔρου ἀπ’ ἀνατολῆς ἀὴρ θερμός, ὁ δὲ ἀπὸ τοῦ νότου ἀπὸ μεσημβρίας.
因此,从东风送来的东方的空气是温热的,从南风送来的南方的空气也是温热的。
ὅταν οὖν ἔλθωσιν εἰς τὸν ψυχρότερον τόπον, ταχὺ πήγνυνται καὶ συνίστανται εἰς ὕδωρ.
所以当它们到达较冷的地区时,就会迅速冻结并凝聚成水。
καὶ μᾶλλον ὁ εὖρος ποιεῖ ὕδωρ, ὅτι ἀπὸ τοῦ ἡλίου μᾶλλον φέρει τὸν ἀέρα, καὶ ὁμοίως θερμόν.
并且东风带来更多的雨水,因为它从太阳的方向输送空气,并且同样温热。
ὁ δὲ νότος λήγων ὑδατώδης, ὅτι ψυχρὸς ὁ πρῶτος φερόμενος ἀὴρ ἀπὸ τῆς θαλάττης, ὁ δὲ τελευταῖος διάθερμος ὢν ἀπὸ τῆς γῆς κομίζει.
而南风在结束时带来雨水,因为最先从海洋运送过来的空气是寒冷的,但最后从陆地带来的空气则是极温热的。
ἢ οὐ μόνον τοῦτ’ αἴτιον, ἀλλ’ ὅτι καὶ μείζων λήγων ὁ νότος γίνεται;
或者,这不仅是唯一的原因,还因为南风在结束时变得更强?
διὸ καὶ ἡ παροιμία εἰς αὐτὸν ἀρχομένου τε νότου .
因此也有针对它的谚语说:“南风防始”。
οἱ δὲ μείζους ψυχρότεροι.
而更强的风更冷。
ὥστε πηγνύει ὕστερον τὰ νέφη.
因此,它在后面使云雾凝聚。
ἢ διὰ τοῦτο ὑδατωδέστερος ἢ ἀρχόμενος;
或者,是因为这个原因,它比开始时更带来雨水吗?
§26.28Διὰ τί οἱ ἄνεμοι ξηραίνουσι ψυχροὶ ὄντες;
为什么风虽然寒冷却能使物体干燥?
ἢ διότι ἀτμίζειν ποιοῦσιν οἱ ψυχρότεροι;
或者是因为较冷的风会促进蒸发?
διὰ τί δὲ μᾶλλον ἢ ὁ ἥλιος;
但为什么比太阳更能使其干燥?
ἢ διότι ἀπάγουσι τὴν ἀτμίδα, ὁ δὲ ἥλιος καταλείπει;
或者是因为风会带走水汽,而太阳则将水汽留在原地?
ὑγραίνει μὲν οὖν μᾶλλον, ξηραίνει δὲ ἧττον.
因此,太阳更多地使其湿润,而更少地使其干燥。

词汇与语法注释

  1. 26.22συγχεῖ — 动词 συγχεῖ(弄乱、混合)没有明确给出直接宾语,但应结合问句中的 τὰ ἴχνη(足迹)作为其语义上的宾语来理解。
  2. 26.25οἱ ἐπὶ τέλει ἄνεμοι — 指“临近结束时的风”或“将息之风”,描述了风在平息前的最后阶段反而会以强风形式吹袭的物理现象。
  3. 26.26ὑπερβεβληκέναι ἢ ἐκλείπειν τοῦ ἀκριβοῦς ὅρου — 这些不定式分别表示“已经越过”和“未能达到”,其逻辑主语为 τὸν ἥλιον(太阳),描述了太阳在分点这一天文学上的精确界限(ὅρος)上产生轻微偏差的视运动状态。
  4. 26.27ἀντιπεριίσταται — 指古希腊物理学中所谓的“相互排挤与凝聚”(antiperistasis)概念,即当外部变热时寒冷在内部凝聚,反之亦然。
  5. 26.27ἥδε δὲ ἡ χώρα πρὸς ἑσπέραν κεῖται — “这个国家位于西方”是相对于东风的发源地而言的,而接下来的 καὶ ζέφυρος(西风亦然)则表示西风同样是源自或关联于该西方区域的风,以此形成对比。

引用这一段

亚里士多德, 问题集 §26.22-26.28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg036.humanitext-grc1:26.22-26.28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。