§26.13Διὰ τί ἐπὶ Ὠρίωνι γίνονται αἰόλοι μάλιστα αἱ ἡμέραι καὶ ἀκαιρίαι τῶν πνευμάτων;
为什么在猎户座时期,每日的天气尤为多变,风也变得不规则?
ἢ ὅτι ἐν μεταβολῇ ἀεὶ πάντα ἀοριστεῖ μάλιστα, ὁ δ’ Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας, δύνει δὲ χειμῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μίαν ὥραν, ἀλλὰ τὴν μὲν γίνεσθαι, τὴν δὲ παύεσθαι, διὰ ταῦτα ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα εἶναι διὰ τὸ ἐπαμφοτερίζειν τὰ ἐξ ἑκατέρας.
或者是因为,在过渡时期,所有事物总是最不确定的,而猎户座在晚夏之初升起,在冬季之初落下,因此,因为单一的季节尚未确立,而是一方开始、另一方结束,由于这些原因,风也必然是不稳定的,因为从这两个季节中产生的风具有双重特征?
καὶ χαλεπὸς δὴ λέγεται καὶ δύνων καὶ ἀνατέλλων ὁ Ὠρίων διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη εἶναι καὶ ἀνώμαλον.
的确,无论是落下还是升起,猎户座都因为季节的不确定性而被认为是很棘手的;因为天气必然是混乱且不规则的。
§26.14Διὰ τί ὁ νυκτερινὸς βορέας τριταῖος λήγει;
为什么夜间的北风在第三天停止?
πότερον ὅτι ἀπὸ μικρᾶς καὶ ἀσθενοῦς ἀρχῆς, ἡ τρίτη δὲ κρίσιμος;
是因为它起源于微小而微弱的开始,而第三天是决定性的?
ἢ ὅτι ἀθρόος ἡ ἔκρυσις, ὥσπερ τῶν ἐκνεφιῶν;
还是因为像狂风突起一样,其释放是一次性的?
ταχεῖα οὖν ἡ παῦλα.
因此,它的停止也是迅速的。
§26.15Διὰ τί βορέαι πλεῖστοι πνέουσι τῶν ἀνέμων;
为什么在所有的风中,北风吹得最多?
ἢ διὰ τὸ πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι ὄντι ὑψηλῷ καὶ ἔξω τροπῶν καὶ πλήρει χιόνος, ἣ οὐδέποτε ἔνια ὄρη λείπει;
或者是因为居住地位于这一区域的下方,而该区域地势高,位于回归线之外,且满是某些山上永不消融的积雪?
τὸ πολὺ οὖν ὑγραινομένων τῶν πεπηγότων πολλάκις πνεῦμα γίνεται.
因此,当冻结物融化变湿时,常常会产生大量的风。
τοῦτο δέ ἐστι βορέας, τὸ ἐκ τῶν ἀπὸ τῆς ἄρκτου τόπων πνεῦμα.
而这就是北风,即来自北极方向区域的风。
§26.16Διὰ τί οἱ νότοι πνέουσι μὲν χειμῶνος καὶ ἔαρος ἀρχομένου καὶ μετοπώρου λήγοντος, εἰσὶ δὲ κυματοειδεῖς καὶ συνεστραμμένοι, καὶ τοῖς ἐν Λιβύῃ ὁμοίως ψυχροὶ ὡς οἱ βορέαι ἐνταῦθα;
为什么南风在冬季、初春和深秋吹拂,而且呈波浪状、剧烈旋转,对利比亚的居民来说,就像这里的北风一样寒冷?
ἢ διότι πλησίον τοῦ ἡλίου ὄντος ἀνάγκη κινεῖσθαι τὰ πνεύματα;
或者是因为当太阳靠近时,风必然会被动员起来?
ὁ δὲ ἥλιος τοῦ χειμῶνος πρὸς νότον φέρεται, καὶ τοῦ μὲν ἔαρος ἀρχομένου, τοῦ δὲ μετοπώρου τελευτῶντος ἤδη θερμαίνει, τὸ δὲ θέρος πρὸς βορέαν φέρεται, ἐκείνους δὲ ἀπολείπει τοὺς τόπους.
太阳在冬季移向南方,在初春和深秋已然使该地区变暖,而在夏季则移向北方,离开了那些地区。
θερμὸς δέ ἐστι διὰ τὸ μίγνυσθαι τὸ πνεῦμα τῷ κατὰ Λιβύην ἀέρι θερμῷ ὄντι· καὶ διὰ τοῦτο μεγαλοκύμων νοτίζειν ποιεῖ τὸ θέρος, ἐμπίπτων εἰς τὴν θάλατταν.
南风之所以炎热,是因为它与利比亚炎热的空气相混合;由于这个原因,它吹向海洋,在夏季产生巨浪并带来湿气。
§26.17Διὰ τί ὁ νότος δυσώδης;
为什么南风会发出恶臭?
ἢ ὅτι ὑγρὰ καὶ θερμὰ ποιεῖ τὰ σώματα, ταῦτα δὲ σήπεται μάλιστα;
或者是因为它使身体变得潮湿和温暖,而这些最容易腐烂?
οἱ δὲ ἐκ τῆς θαλάττης νότοι ἀγαθοὶ φυτοῖς· ἐκ θαλάττης γὰρ αὐτοῖς προσπίπτει.
但来自海洋的南风对植物有益,因为它是从海上吹向它们的。
καὶ τῆς Ἀττικῆς τῷ Θριασίῳ πεδίῳ αἴτιον, διότι ἀπεψυγμένος ἀφικνεῖται.
这也是阿提卡特里亚森平原受益的原因,因为风到达时已经变凉了。
αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος θερμῆς μὲν, ἀλλοτρίας δέ.
另一方面,锈病是由温暖但外来的湿气造成的。
§26.18Διὰ τί ἄνεμος γίνεται πρὸ τῶν ἐκλείψεων ὡς τὰ πολλά, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑώων;
为什么在日食或月食前通常会起风,在午夜前的食前是在黄昏,在黎明前的食前是在午夜?
ἢ διότι ἀμαυροῦται τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης διὰ τὸ πλησίον ἤδη φορὰν εἶναι, ἐν ᾧ γενομένῳ ἔσται ἡ ἔκλειψις;
或者是因为,来自月亮的热量被减弱了,因为它的运行已经接近那个区域,一旦进入该区域就会发生食?
ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον.
因此,当控制空气并使其保持平静的因素减弱时,空气再次运动,对于较晚发生的食,风也会在较晚的时间兴起。
§26.19Διὰ τί ὁ νότος οὐκ ἀρχόμενος, ἀλλὰ λήγων ὑέτιος;
为什么南风不是在开始时下雨,而是在结束时带来雨水?
πότερον ὅτι πόρρωθεν συνάγει τὸν ἀέρα;
是因为它从远处聚集空气?
γίνεται δὲ συνιστάντος τὸ ὕδωρ, συνίσταται δὲ ὕστερον ἢ ἄρχεται.
而雨水是在空气凝聚时产生的,但凝聚发生的时间晚于风的开始。
ἢ ὅτι ἀρχομένου θερμός ἐστιν ὁ ἀὴρ ἔτι διὰ τὸ ἐκ τοιούτου ἐληλυθέναι, ἐπιχρονιζόμενος δὲ ψυχθεὶς συνίσταται μᾶλλον εἰς ὕδωρ.
或者是因为在开始时,空气因来自温暖地区而仍然是温热的,但随着时间的推移,它变冷并更多地凝聚成水?
§26.20Διὰ τί ὁ νότος, ὅταν μὲν ἐλάττων ᾖ, αἴθριός ἐστιν, ὅταν δὲ μέγας, νεφώδης καὶ χρονιώτερος;
为什么南风微弱时是晴天,而强劲时则多云且持续时间更长?
πότερον, ὥσπερ τινὲς λέγουσιν, διὰ τὴν ἀρχήν;
是如某些人所说,是因为其起点?
ἐὰν μὲν γὰρ ἀπ’ ἐλάττονος, αἴθριος, ἐὰν δὲ ἀπὸ πλείονος ὁρμήσῃ, νεφελώδης.
因为如果它从较小的起点出发,就是晴天,但如果它从较大的起点猛烈吹袭,就是多云。
ἢ ὅτι ἐλάττων ἀρχόμενός ἐστιν, ὥστε οὐ πολὺν ἀέρα ὠθεῖ, ἐπὶ τέλει δὲ εἴωθεν γίνεσθαι μέγας.
或者是因为它在开始时较弱,因而不会推动太多的空气,但在临近结束时通常会变得强劲?
διὸ καὶ παροιμιάζονται
ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο
.
因此人们也用谚语说:“南风防始,北风防终。
§26.21Διὰ τί προΐεται τοῦ χειμῶνος ἀπὸ τῆς ἕω τὰ πνεύματα, τοῦ θέρους δὲ καὶ ἀφ’ ἑσπέρας;
” 为什么在冬季,风是在清晨释放的,但在夏季,也在傍晚释放?
ἢ ὅτι ὅταν μηκέτι κρατῇ ὁ ἥλιος, ἀφιέμενος ὁ ἀὴρ ῥεῖ;
或者是因为,当太阳不再占优势时,被释放的空气就会流动?
δύνων τε οὖν καταλείπει νέφη, ἀφ’ ὧν οἱ ζέφυροι· καὶ ὅσον ἂν ἐπαγάγῃ ἐκείνοις τοῖς ἐν τῷ κάτω ἡμισφαιρίῳ οἰκοῦσιν, ἑωθινὸν πνεῦμα γίνεται.
因此,太阳落下时留下了云,西风便从中产生;而它带给那些居住在下半球的人们的所有风,都成为了清晨的风。
τἀναντία δέ, ὅταν δύνῃ ἐν τῷ κάτω μέρει, ἐκείνοις τε ζεφύρους ποιήσει καὶ ἐνταῦθα ἑωθινὸν πνεῦμα ἀπὸ τοῦ ἑπομένου ἀέρος αὐτῷ.
相反地,当它在下半球落下时,会给他们带来西风,并从跟随它的空气中在这里带来清晨的风。
διὰ τοῦτο κἂν καταλάβῃ ἄλλον ἄνεμον, μείζων γίνεται αἰρομένου, ὅτι προσέθηκεν.
因此,即使它追上另一股风,随着太阳升起,它也会变得更强,因为它加入了自身的风。