§26.1Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη;
なぜカイキアス(北東風)だけが、風の中で唯一、自分自身の方へと雲を引き寄せるのか。
ἢ ὅτι ἀφ’ ὑψηλοτέρων τόπων πνεῖ;
あるいは、それがより高い場所から吹くからか。
ἔστι γὰρ τὰ πρὸς ἕω ὑψηλότερα τῶν πρὸς ἑσπέραν.
実際、東の地域は西の地域よりも高いのである。
σημεῖον δὲ τὸ τῆς πρὸς ἑσπέραν θαλάττης μέγεθος καὶ βάθος.
この証拠は、西にある海の大きさと深さである。
πνέων δὲ ἄνωθεν εἰς τοὐναντίον γραμμὴν ποιεῖ τῇ φορᾷ τὰ κοῖλα πρὸς τὴν γῆν ἔχουσαν.
そして、上方から反対方向へ向かって吹くことで、それはその運動によって、大地に対して凹面を向けた線を画く。
προσπίπτων δέ, ὡς εἴρηται, τοῖς πρὸς ἑσπέραν τῆς γῆς τόποις, καὶ συστέλλων τὰ νέφη διὰ τὸ τῆς γραμμῆς σχῆμα, τῇ ἐκεῖθεν ἀνακλάσει ἐπ’ αὐτὸν ὠθεῖ αὐτά.
そして、言われたように、大地の西の地域に衝突し、その線の形状ゆえに雲を凝縮させつつ、そこからの反発によってそれらを自分自身へと押し戻すのである。
ποιεῖ δὲ μόνος τοῦτο τῶν λοιπῶν τῷ τοὺς μὲν ὑψηλοτέρους, τοὺς δ’ ἐναντίους εἶναι τόπους, πρὸς οὓς τοῦ κάτωθεν ἢ ἐπ’ εὐθείας τὴν φορὰν γίνεσθαι συμβαίνει, τὰ κυρτὰ πρὸς τὴν γῆν ἐχούσης, ὥστε ἀνάκλασιν μὴ γίνεσθαι τοῦ πνεύματος τῷ μὴ πρὸς τὴν γῆν ἐχούσης ἀέρα ἔχειν τὴν τελευτὴν τῆς φορᾶς, ἐν ᾧ οὐδὲ νέφη ἐστὶ περὶ τὴν γῆν·
他の風のうちでこれを行うのがこれ[カイキアス]だけであるのは、他の風については、あるものはより高い場所から、またあるものは反対の場所から吹き、それらに向けては、下方から、あるいは直線的に運動が生じることになり、その[運動の]線が大地に対して凸面を向けているために、風の反発が起こらないからである。 というのも、その[運動の]線が大地に向かわず、運動の終端が空気に達するからであり、そこでは大地の周りに雲さえ存在しないからである。
τοῖς δὲ ἧττον κοίλοις καὶ τῷ ἀπηλιώτῃ τῷ μὴ εἶναι ὑγρόν.
また、[その運動の線が]あまり凹んでいない風についても[反発は起こらず]、アペリオテス(東風)については湿っていないからである。
ὥστε οὐ συνιστὰς ἧττον καταφανής ἐστιν αὐτοῦ ποιῶν τοῦτο ὃ ποιεῖ
したがって、それは[雲を]凝縮させないため、自身がこれを行っていることがあまり目立たないのである。
§26.2Διὰ τί βορέαι μὲν ἐτήσιοι γίνονται, νότοι δὲ οὔ;
なぜエテシア風(季節風)は北風としては吹くが、南風としては吹かないのか。
ἢ γίνονται μὲν καὶ νότοι, ἀλλ’ οὐ συνεχεῖς, ὅτι πόρρω ἡμῶν ἡ ἀρχὴ τοῦ νότου ἐστίν, ὑπὸ δὲ τῷ βορέᾳ οἰκοῦμεν;
あるいは、南風も吹くことは吹くが、連続しては吹かないからか。 それは、南風の生じる起点が我々から遠く離れており、我々は北風の下に住んでいるからか。
ἔτι οἱ μὲν ἐτησίαι βορέαι καθεστηκότος τοῦ ἀέρος πνέουσιν (θέρους γὰρ πνέουσιν), οἱ δὲ νότοι ἦρος, ὅθ’ ἧττον ἕστηκεν τὰ περὶ τὸν ἀέρα.
さらに、エテシア風の北風は空気が安定しているときに吹く(というのも、それらは夏に吹くからである)のに対し、南風は春に、空気の状態が安定していないときに吹くからか。
πρὸς δὲ τούτοις ὁ μὲν νότος ὑγρός, τῷ δ’ ὑγρῷ ὁ ἄνω τόπος ἀλλότριός ἐστι·
これに加えて、南風は湿っており、湿ったものにとって上方の領域は異質なものである。
διὸ ταχὺ διαλύεται τὰ ἐν αὑτῷ συνιστάμενα ὑγρά.
それゆえ、その中に集まる湿気は速やかに散逸するのである。
καὶ τὰ ὑγρὰ πλανητικά ἐστιν, ὥστε οὐ μένων ἐν ταὐτῷ τόπῳ συμμεθίστησι καὶ τὴν τοῦ ἀέρος κίνησιν.
また、湿ったものは流動的であり、それゆえ、同じ場所に留まることなく、空気の運動をも自らとともに変化させるからである。
κινουμένου δὲ μὴ ἐν ταὐτῷ πνεύματα ἄλλα συμβαίνει γίνεσθαι·
そして、同じ場所で動かないときには、他の風が生じることになる。
ἔστι γὰρ πνεῦμα ἀέρος κίνησις.
なぜなら、風とは空気の運動だからである。
§26.3Διὰ τί νότος πνεῖ μετὰ πάχνην;
なぜ霜が降りた後に南風が吹くのか。
ἢ διότι ἡ μὲν πάχνη γίνεται πέψεως γινομένης, μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν ἡ μεταβολὴ εἰς τοὐναντίον γίνεται;
あるいは、霜は[大気の]熱成が起こるときに生じるが、熱成と浄化の後には、反対のものへの変化が起こるからか。
ἐναντίον δὲ τῷ βορρᾷ νότος ἐστίν.
そして、北風に対して反対のものは南風である。
διὰ ταὐτὸ δὲ καὶ μετὰ τὴν χιόνα πνεῖ νότος.
同じ理由から、雪の後にも南風が吹くのである。
ὅλως δὲ καὶ ἡ χιὼν καὶ ἡ χάλαζα καὶ τὸ ὕδωρ καὶ πᾶσα ἡ τοιαύτη ἀποκάθαρσις πέψεως σημεῖόν ἐστιν.
そして一般に、雪や、雹や、雨や、そのようなすべての浄化は、熱成の兆候である。
διὸ καὶ μετὰ τὸν ὑετὸν καὶ τὰς τοιαύτας χειμασίας πίπτει τὰ πνεύματα.
それゆえ、降雨やそのような荒天の後には、風は収まるのである。
§26.4Διὰ τί αἱ τροπαὶ πνέουσιν;
なぜ回帰風が吹くのか。
ἢ διὰ τὸ αὐτὸ ὃ καὶ οἱ εὔριποι ῥέουσιν;
あるいは、海峡が流れるのと同じ理由によるのか。
μέχρι γὰρ τοῦ ῥεῖν καὶ ἡ θάλαττα φέρεται καὶ ὁ ἀήρ·
というのも、海も空気も、流れる限界のところまで運ばれるからである。
εἶθ’ ὅταν ἀντιπέσῃ καὶ μηκέτι δύνηται τὰ ἀπόγεια προάγειν διὰ τὸ μὴ ἰσχυρὰν ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως καὶ φορᾶς, πάλιν ἀνταποδίδωσιν.
次いで、それらがぶつかり、陸風が運動と移動の起点を強く持たないためにそれ以上前進できなくなると、再び押し戻すのである。
§26.5Διὰ τί αἱ τροπαὶ ἐκ τῆς θαλάττης εἰσίν;
なぜ回帰風は海から吹くのか。
ἢ ὅτι ἡ θάλαττα πλησίον;
あるいは、海が近いからか。
ἢ ὅτι ἐναντίον ἐστὶ τῇ ἀπογείᾳ ἡ τροπαία, καὶ ἔστιν ἡ τροπαία οἷον ἀναστροφὴ ἀπογείας.
あるいは、海風は陸風に対して反対のものであり、海風は、いわば陸風の逆転だからか。
ἡ δὲ ἀπογεία τὸ ἐκ τῆς γῆς πρὸς τὴν θάλατταν πνεῦμα γινόμενον, ἡ δὲ τροπαία ἡ τούτου παλίρροια.
そして陸風とは大地から海へと吹く風であり、海風とはこれの逆流である。
ὥστε ἀνάγκη ἐκ θάλαττης εἶναι.
したがって、それは必然的に海から吹くことになる。
[ἢ ἡ θάλαττά ἐστι] διὰ τὸ εἰς τὴν θάλατταν ἀθροισθῆναι τὸν ῥυέντα ἀέρα;
[あるいは海が原因なのは]流れた空気が海へと集まるからか。
τοῦ δὲ μὴ εἰς τὴν γῆν τοῦτο συνίστασθαι καὶ τοῦ ἀνακάμπτειν ἀπιὸν αἴτιον ὅτι ἡ θάλαττα ἐν κοίλῳ ἐστίν·
そして、これが陸地の上で形成されず、立ち去る際に引き返す原因は、海が窪地にあるからである。
ὁ δὲ ἀήρ, ὥσπερ τὸ ὕδωρ, ῥεῖ ἀεὶ εἰς τὸ κοιλότατον.
実際、空気は水と同様に、常に最も窪んだ場所へと流れるのである。
§26.6Διὰ τί οἱ ἐκνεφίαι ὕδατος γενομένου θᾶττον παύονται;
なぜ雲から生じる突風は、雨が降るとより早く止むのか。
ἢ ὅτι αἱ κοιλίαι συμπίπτουσιν τοῦ νέφους, ὕδατος γενομένου, ἐν αἷς ἡ ἀρχὴ τοῦ πνεύματος συνίσταται;
あるいは、雨が降ると、風の起点が形成される雲の空洞が潰れてしまうからか。
§26.7Διὰ τί οὐχ οἱ αὐτοὶ ἄνεμοι πανταχοῦ ὑέτιοί εἰσιν;
なぜ同じ風が至る所で雨をもたらすわけではないのか。
ἢ ὅτι οὐχ οἱ αὐτοὶ πανταχοῦ πρὸς ὄρη ἀντιπνέουσιν, ἀλλ’ ἕτεροι κεῖνται πρὸς ἕτερα ὄρη;
あるいは、同じ風が至る所で山に向かって吹き付けるわけではなく、異なる山々が異なる位置にあるからか。
οἷον γὰρ πρὸς ἀνάντη μόλις ῥεόντων, ἐνταῦθα ὑφίσταται μᾶλλον τὰ νέφη, οὗ ἀδυνατεῖ ἔτι προωθεῖν αὐτὰ ἄνεμος.
実際、上り坂に対してかろうじて流れるかのように進むとき、風がそれ以上雲を前方へと押し出すことができなくなる場所に、雲はより多く集まる。
ὑφιστάμενα δὲ καὶ πιεζόμενα ῥήγνυται.
そして、集まり、圧縮されることで、それらは破裂してしまうのである。