§25.13. . . ἢ ὅτι ὁ ἀὴρ ἄνω φέρεται;
……それとも、空気は上方に運ばれるからか。
ὁ γὰρ ἀσκὸς ὅταν μὲν κενὸς ᾖ κάτω φέρεται, ὅταν δὲ φυσηθῇ, ἄνω ἐπιμένει διὰ τὸ τοῦτον ἀναφέρειν.
というのも、革袋は空のときには下方に運ばれるが、膨らまされると、この[空気]が押し上げるために、上方に留まる。
εἰ δὲ ὁ ἀὴρ ἀνακουφίζει καὶ κωλύει κάτω φέρεσθαι, διὰ τί βαρύτεροι γίνονται φυσηθέντες;
しかし、もし空気が軽くして下方に運ばれるのを妨げるのだとすれば、なぜ膨らまされたときにより重くなるのか。
καὶ πῶς, ὅτε μὲν βαρύτερός ἐστιν, ἐπιμένει, κουφότερος δὲ γενόμενος καταφέρεται;
また、より重いときには[上方に]留まり、より軽くなったときには下方に落ちてしまうのは、いかにしてなのか。
§25.14Διὰ τί ὁ ἀὴρ. . . οὐκ ἄνω φέρεται;
なぜ空気は……上方に運ばれないのか。
εἰ γὰρ τὰ πνεύματα τούτου κινουμένου ὑπὸ τοῦ θερμοῦ γίνεται, πέφυκεν δὲ τὸ πῦρ ἄνω φέρεσθαι, καὶ τὸ πνεῦμα εἰς τὸ ἄνω ἐβάδιζεν, εἴπερ τό τε κινοῦν εἰς τὸ ἄνω θεῖ καὶ τὸ κινούμενον οὕτω πέφυκε φέρεσθαι.
なぜなら、もし風がこれが熱によって動かされることによって生じるのであり、火は本性上上方に運ばれるものであって、動かすものが上方へと走り、動かされるものもそのように運ばれる本性を持っているのだとすれば、風も上方へと進むはずだからである。
νῦν δὲ φαίνεται λοξὴν τὴν φορὰν ποιούμενος.
しかし現実には、それは斜めの運動をしているように見える。
§25.15Διὰ τί τὸ ἀφ’ ἕω ψυχρότερον ἢ τὸ ἀφ’ ἑσπέρας;
なぜ朝方のものは夕方のものよりも冷たいのか。
ἢ ὅτι τὸ μὲν ἐγγύτερον μέσων νυκτῶν, τὸ δὲ μεσημβρίας;
あるいは、前者は真夜中により近く、後者は真昼により近いからか。
ἔστι δὲ ἡ μεσημβρία θερμότατον διὰ τὸ εἶναι ἐγγύτατον ἡλίου, αἱ δὲ μέσαι νύκτες ψυχρότεραι διὰ τὸ ἐναντίον.
そして真昼は太陽に最も近いために最も熱く、真夜中はその反対のために、より冷たいのである。
§25.16Διὰ τί αἱ νύκτες τῶν ἡμερῶν ἐν ταῖς ἀλέαις πνιγηρότεραι;
なぜ暑い時期には、夜の方が昼よりも息苦しいのか。
ἢ διὰ τὴν ἄπνοιαν;
あるいは、風がないからか。
οἱ γὰρ ἐτησίαι καὶ πρόδρομοι τὰς νύκτας ἧττον πνέουσιν.
というのも、エテシア風やその前駆風は、夜にはあまり吹かないからである。
§25.17Διὰ τί τὰ ἐν τοῖς ἀσκοῖς ἄσηπτα φυσηθεῖσιν, καὶ ἐν τοῖς περιπωματιζομένοις;
なぜ革袋の中のものは、膨らまされているとき、また、蓋をされているときには腐敗しないのか。
ἢ διότι σήπεται μὲν κινούμενα, ἅπαντα δὲ τὰ πλήρη ἀκίνητα, ταῦτα δὲ πλήρη.
あるいは、動かされることによって腐敗するが、満ちているものはすべて動かないのであり、これらは満ちているからか。
§25.18Διὰ τί τῆς αἰθρίας μᾶλλον ψῦχος γίνεται ἢ ἐπινεφέλων ὄντων;
なぜ、曇っているときよりも晴れているときの方がより冷え込みが起こるのか。
τὰ δὲ ἄστρα καὶ ὁ οὐρανὸς θερμός.
しかし星や天は熱いのに。
ἢ ὅτι οὐθὲν ἀποστέγει ἐν τῇ αἰθρίᾳ τὴν ἀτμίδα, ἀλλὰ διαχεῖται ἐν δὲ τοῖς ἐπινεφέλοις ἀποστέγεται;
あるいは、晴天においては、何ものも水蒸気を閉じ込めず、むしろ散逸するのに対し、曇天においては閉じ込められるからか。
καὶ βορείων γε ἢ νοτίων διὰ τὸ αὐτό·
北風が吹くときと南風が吹くときでも同じ理由による。
ὁ μὲν γὰρ νότος ἄγει τὸ τοιοῦτον, ὁ δὲ ἀπωθεῖ.
すなわち、南風はそのようなものを運び、北風は追い払うからである。
καὶ ἀτμίζειν δὲ φαίνεται βορείοις μᾶλλον ἢ νοτίοις, καὶ χειμῶνος ἢ θέρους.
また、南風のときよりも北風のときの方が、また夏よりも冬の方が、蒸気が立つように見える。
ἢ παρὰ τὸ ἀνόμοιον;
あるいは、不調和によるものか。
ἢ ὅτι θερμοῦ ψυχομένου ἐστὶν ἡ ἀτμίς;
それとも、水蒸気とは熱いものが冷やされることによって生じるものだからか。
§25.19Διὰ τί ἀὴρ ὁ ἐλάττων θερμότερος τοῦ πλείονος;
なぜ少量の空気は多量の空気よりも熱いのか。
αἱ γὰρ στενοχωρίαι ἀλεεινότεραι.
実際、狭い場所はより暖かい。
ἢ διότι κινεῖται μᾶλλον ὁ πολύς, ἡ δὲ κίνησις ποιεῖ ψυχρόν;
あるいは、多量の空気はより動くのであり、運動は冷たさを生むからか。
σημεῖον δὲ τούτου, ὅτι κινούμενα ψύχεται τὰ θερμά.
この証拠として、熱いものは動かされると冷える。
§25.20Διὰ τί ὕδωρ μὲν καὶ γῆ σήπεται, ἀὴρ δὲ καὶ πῦρ οὐ σήπεται;
なぜ水と土は腐敗するのに、空気と火は腐敗しないのか。
ἢ ὅτι θερμότατον γίνεται τὸ σηπόμενον ἅπαν, πυρὸς δὲ οὐδὲν θερμότερον;
あるいは、腐敗するものはすべて極めて熱くなるが、火よりも熱いものは何もないからか。
ἢ ὅτι ψυχθῆναι δεῖ πρότερον, τὸ δὲ πῦρ ἀεὶ θερμόν, ὁ δὲ ἀὴρ πυρὸς πλήρης.
あるいは、まず冷やされなければならないが、火は常に熱く、空気は火に満ちているからか。
σήπεται δὲ οὐδὲν θερμόν, ἀλλὰ ψυχθέν·
熱いものは何も腐敗せず、冷やされたものが腐敗する。
γῆ δὲ καὶ ὕδωρ καὶ ἀὴρ καὶ θερμὰ καὶ ψυχρὰ γίνεται.
他方、土と水と空気は、熱くも冷たくもなるのである。
§25.21Διὰ τί τὰ ἐπινέφελα ἀλεεινότερα τῶν αἰθρίων;
なぜ曇天は晴天よりも暖かいのか。
πότερον ὡς οἱ ἀρχαῖοι ἔλεγον ὅτι τὰ ἄστρα ψυχρά;
かつての人々が言うように、星が冷たいからか。
ἢ λίαν τοῦτό γε ἄτοπον, ἀλλὰ διότι ἀτμίζει;
それとも、これは非常に馬鹿げたことであり、むしろ蒸気が立つからか。
ἐπισημαντέον δὲ ὅτι ἐν νηνεμίᾳ ἡ δρόσος καὶ ἡ πάχνη γίνεται.
風がないときに、露と霜が生じるということは注目すべきである。
ὅταν μὲν οὖν αἰθρία ᾖ, διαπνεῖ τὸ θερμόν, ὑφ’ οὑ ἀνάγεται τὸ ὑγρόν, ὥστε ψυχρὸς ὁ ἀήρ·
したがって、晴天のときには、熱が発散し、それによって湿気が引き上げられるので、空気は冷たくなる。
διὸ καὶ δροσίζει ἀφιέμενον τὸ ὑγρὸν ἀπὸ τοῦ θερμοῦ.
それゆえ、熱から切り離された湿気が降りてきて露を結ぶのである。
ὅταν δὲ ἐπινέφελον ᾖ, ἀποστέγεται, διὸ οὐ γίνεται δρόσος οὐδὲ πάχνη ὄντων ἐπινεφέλων.
しかし、曇天のときには閉じ込められ、そのために、曇っているときには露も霜も生じない。
περὶ οὖν τὴν γῆν ὑπομένον τὸ θερμὸν ποιεῖ τὴν ἀλέαν.
それゆえ、大地の周りに留まる熱が、暖かさを生み出すのである。
§25.22Διὰ τί ἐν τοῖς ὑψηλοῖς τῶν οἴκων ὁ ἀὴρ διευριπίζει, καὶ μάλιστα ταῖς εὐδίαις;
なぜ家々の高い場所では空気が激しく行き来するのか、特に穏やかな天気の日に。
ἢ διότι ὁ ἀὴρ πολύκενός τίς ἐστι τὴν σύγκρισιν.
あるいは、空気はその構成において非常に多くの隙間を持つものだからか。
ὅταν οὖν ἄρξηται εἴσω ῥεῖν, συγχωρεῖ ὁ ἐν τῷ οἰκήματι ἀὴρ καὶ συστέλλεται.
それゆえ、空気が内部へ流れ込み始めると、部屋の中の空気は道を譲って収縮する。
τούτου δὲ συμπίπτοντος τῷ χρόνῳ πολυκενώτερος γίνεται ὁ ἔξωθεν.
これが起こると、時間が経つにつれて、外の空気はより隙間の多いものとなる。
καὶ χώραν πολλὴν ἴσχει.
そして、広い空間を占めるようになる。
εἰς ταύτην οὖν τὴν χώραν πίπτει ὁ ἐκ τοῦ οἰκήματος ἀήρ, ὢν πλησίον, καὶ φέρεται εἰς ταύτην τὴν χώραν διὰ τὸ κρέμασθαι καὶ τὴν τοῦ κενοῦ φύσιν μὴ δύνασθαι ἀντιστηρίζειν.
したがって、部屋の中の空気は、近くにあるため、この空間へと流れ込み、宙に浮いており、空隙の性質上、支えきれないために、この空間へと運ばれるのである。
κατὰ πολλὰ δὲ αὐτοῦ μέρη τούτου συμβαίνοντος, ἕπεται αὐτῷ ὁ πλησίον διὰ τὴν πρόσοψιν·
この現象が空気の多くの部分で起こると、近くの空気がそれに続く。
εἶτα πολλοῦ ἔξωθεν φερομένου ὁ μὲν ἔσω τόπος πολύκενος γίνεται, ὁ δὲ ἔξω πυκνότερος, καὶ πάλιν ἔξωθεν εἴσω φέρεται.
次いで、多くの空気が外へと流れると、内部の空間は非常に隙間が多くなり、外部の空間はより密になるため、再び外部から内部へと運ばれる。
καὶ ταῦτα ἀλλάσσονται.
そして、これらが交互に繰り返されるのである。